TLG 3069 001 :: LEO Diaconus :: Historia LEO Diaconus Hist., fort. Metropolita (Cariae), vel Leo Carius
vel Leo Asianus Historia Citation: Page — (line) | ||
3(t1) | ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ | |
t2 | ΙΣΤΟΡΙΑ, | |
---|---|---|
t3 | ἀρχομένη ἀπὸ τῆς τελευτῆς τοῦ αὐτοκράτορος Κωνσταντίνου, μέχρι | |
t4 | τῆς τελευτῆς Ἰωάννου τοῦ αὐτοκράτορος, τοῦ ἐπιλεγομένου Τζιμισκῆ. | |
t5 | ΒΙΒΛΙΟΝ Α. | |
1 | αʹ. Εἴπερ ἄλλο τι τῶν ἀγαθῶν τὸν βίον ὀνίνησι, τούτου οὐχ ἧσσον, ἀλλὰ καὶ μᾶλλον ἡ ἱστορία, ἐπωφελές τι πρᾶγμα πε‐ φυκὸς καὶ λυσιτελές. ποικίλας γὰρ καὶ παντοδαπὰς ἀπαγγέλ‐ | |
λουσα πράξεις, καὶ ὅσας ἡ φορὰ τοῦ χρόνου καὶ τῶν πραγμά‐ | 3 | |
4 | των κυλίνδειν εἴωθεν, ἡ προαίρεσις δὲ μάλιστα τῶν κεχρημένων τοῖς πράγμασι, τὰς μὲν ἀσπάζεσθαι καὶ ζηλοῦν τοῖς ἀνθρώποις νομοθετεῖ, τὰς δὲ ἀποδιοπομπεῖσθαι καὶ ἀποτρέπεσθαι· ὡς μὴ λάθωσιν ἀβουλήτως τὰ μὲν ὀνησιφόρα καὶ λῴονα προηκάμενοι, | |
5 | τοῖς δὲ ἀπευκταίοις καὶ βλαβεροῖς ἑαυτοὺς περιπείραντες. ἐπεὶ οὖν λυσιτελὲς ἡ ἱστορία μετὰ τῶν ἄλλων βιωφελῶν χρῆμα τελεῖν ὡμολόγηται, ἅτε τὰ θνητὰ ἀναβιώσκειν ἢ ἀνηβάσκειν παρεχο‐ μένη, καὶ μὴ ἐῶσα τοῖς τῆς λήθης βυθοῖς παρασύρεσθαί τε καὶ συγκαλύπτεσθαι· διὰ ταῦτα, πολλῶν ἐν τῷ κατ’ ἐμὲ χρόνῳ πρα‐ | |
10 | γμάτων ἐξαισίων καὶ ἀλλοκότων καινοτομηθέντων, καὶ φοβερῶν κατ’ οὐρανὸν δειμάτων ἐπιφανέντων, καὶ σεισμῶν ἀπίστων κινη‐ θέντων, σκηπτῶν τε κατενεχθέντων, καὶ ὑετῶν λάβρων καταῤ‐ ῥαγέντων, πολέμων τε συῤῥαγέντων, καὶ στρατευμάτων πολλα‐ χοῦ τῆς οἰκουμένης ἐπιδραμόντων, καὶ πόλεων καὶ χώρων με‐ | |
15 | ταναστάντων, ὡς πολλοῖς δοκεῖν, ἀλλοίωσιν ἄρτι τὸν βίον λα‐ βεῖν, καὶ τὴν προσδοκωμένην δευτέραν κατάβασιν τοῦ Σωτῆρος καὶ Θεοῦ ἐπὶ θύραις ἐγγίζειν· ἔδοξέ μοι, μὴ οὕτω φρίκης μεστὰ καὶ θαύματος ἄξια πράγματα σιγῇ παραδραμεῖν, ἀλλ’ εἰς τοὐμ‐ φανὲς ἀνειπεῖν, ὡς εἶναι παίδευμα καὶ τοῖς ὕστερον· εἴ γε μὴ | |
20 | δεδογμένον εἴη τῇ προνοίᾳ, αὐτίκα καὶ καταπόδας τὸ βιωτικὸν πορθμεῖον ἐν τῷ τῆς συντελείας ὅρμῳ ἐλλιμενίζειν, καὶ τὸ σχῆμα | |
τοῦ κόσμου παραγαγεῖν. ἀλλά μοι εἴη τὸν ὑπὲρ ἐμὲ τοσοῦτον | 4 | |
5 | ἆθλον ἐπανῃρημένῳ, μὴ δεύτερον τῆς προθυμίας δραμεῖν, ἀνα‐ λόγως δὲ τοῦ μεγέθους τῶν συμβεβηκότων ἱκέσθαι, καὶ ταῦτα δεόντως ἐπεξηγήσασθαι. ἡ μὲν οὖν ἱστορία κατὰ τὸ ἐνὸν ἐμοὶ λεχθήσεται κατὰ μέρος· ὁ δὲ ταῦτα συντάξας Λέων εἰμὶ Βασι‐ | |
5 | λείου υἱός· πατρὶς δέ μοι Καλόη, χωρίον τῆς Ἀσίας τὸ κάλλι‐ στον, παρὰ τὰς κλιτῦς τοῦ Τμώλου ἀνῳκισμένον, ἀμφὶ τὰς πηγὰς τοῦ Καϋστρίου ποταμοῦ, ὃς δὴ, τὸ Κελβιανὸν παραῤ‐ ῥέων καὶ ἥδιστον θαῦμα τοῖς ὁρῶσι προκείμενος, ἐς τὸν τῆς κλει‐ νῆς καὶ περιπύστου Ἐφέσου κόλπον πελαγίζων ἐσβάλλει. ἀλλ’ | |
10 | ἐπὶ τὴν τῶν κοινῶν πραγμάτων ἰτέον διήγησιν, περὶ πλείστου τὸ ἀληθίζειν ποιουμένοις ὡς μάλιστα, ὅτι καὶ τοῦτο τῇ ἱστορίᾳ τῶν ἄλλων μᾶλλον ἁρμόττει. φασὶ γὰρ καὶ οἱ τὸν λόγον σοφοὶ, ῥη‐ τορικῇ μὲν προσήκειν δεινότητα, ποιητικῇ δὲ μυθοποιΐαν, τῇ δὲ ἱστορίᾳ ἀλήθειαν. ὅσα μὲν οὖν ἐπὶ τὸν χρόνον τοῦ αὐτοκρά‐ | |
15 | τορος Κωνσταντίνου υἱοῦ Λέοντος, ᾧ Πορφυρογέννητος ἡ ἐπί‐ κλησις, ἐπισυμβέβηκε πράγματα (οὗ καὶ γεννωμένου καὶ τελευ‐ τῶντος κομήτην λέγεται φανῆναι κατ’ οὐρανὸν, τὴν ἐκείνου καὶ γέννησιν προδηλοῦντα καὶ ἀποβίωσιν), παρήσειν μοι δοκῶ· ἀπο‐ χρώντως γὰρ ἄλλοις ἱστόρηται. τὰ δὲ τούτων ἐχόμενα, καὶ ὅσα | |
20 | ὀφθαλμοῖς καὶ αὐτὸς τεθέαμαι (εἴπερ ὀφθαλμοὶ ὤτων πιστότεροι, καθ’ Ἡρόδοτον), τὰ δὲ καὶ πρὸς τῶν ἰδόντων ἠκρίβωσα, ταῦ‐ τα καὶ δώσω γραφῇ. | |
βʹ. Ἄρτι κατὰ τὸν Νοέμβριον μῆνα, τῆς γʹ ἰνδίκτου, ἐν | 5 | |
6 | τῷ ϛυξζʹ ἔτει, τοῦ ῥηθέντος αὐτοκράτορος Κωνσταντίνου τὸν βίον μετηλλαχότος καὶ πρὸς τὴν ἐκεῖσε κατάπαυσιν ἀναλύσαντος, τὴν αὐτοκρατορίαν διέπειν ἀρχὴν Ῥωμανὸς ὁ ἐκείνου υἱὸς ἐγχειρί‐ ζεται, ἤδη τὴν τῶν μειρακίων παραλλάττων ἡλικίαν καὶ πρὸς | |
5 | ἄνδρα τὸν τέλειον μετασκευαζόμενος· ἀνὴρ τἆλλα μὲν ἐπιεικὴς, εὐπρόσωπός τε καὶ εὐόμιλος καὶ τὴν ὥραν ἀριπρεπὴς, καὶ παν‐ τοδαπῆς καλοκαγαθίας ἀνάπλεως, εὐμενής τε καὶ χρηστὸς πρὸς ἅπαν τὸ ὑπήκοον, ἐπτοημένος δὲ νεωτερικαῖς ἡδυπαθείαις καὶ παιδιαῖς, τοὺς δὲ ἐρεθίζοντας πρὸς ταῦτα κατὰ τὴν βασίλειον | |
10 | ἑστίαν, ὡς οὐκ ὤφελεν, ἐπαγόμενος. τούτῳ τῷ αὐτοκράτορι Ῥωμανῷ εἰς ἔννοιαν ἧκε, τὴν τῶν Ἀραβιτῶν Κρητῶν δυναστείαν, τραχηλιῶσαν καὶ κατὰ Ῥωμαίων φονικὸν πνέουσαν, τῇ τοῦ κρείτ‐ τονος ῥοπῇ ἐκποδὼν ποιήσασθαι. καὶ γὰρ τῷ ἐξ ὑπογυίου τοῖς Ῥωμαίοις συμβεβηκότι ἀτυχήματι ἀμέτρως γαυρουμένη, τὰ πα‐ | |
15 | ράκτια τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐληΐζετο μάλιστα. ὅπως δὲ τὸ πταῖσμα Ῥωμαίοις συμβέβηκεν, ἐπιτροχάδην ἐρῶ. Κων‐ | |
σταντῖνος ὁ αὐτοκράτωρ, μὴ στέγων τὴν τῶν Κρητῶν ὕβριν καὶ | 6 | |
7 | τὰς λαθραίους ἐπιδρομὰς, στρατιὰν ἀξιόμαχον συνειλοχὼς καὶ τριήρεις ἐξαρτύσας πυρφόρους μάλα συχνὰς, κατὰ τῆς Κρήτης ἔστελλεν, ὡς αὐτοβοεὶ τὴν νῆσον αἱρήσων. ἀλλ’ ἀνανδρίᾳ καὶ ἀπειρίᾳ τοῦ στρατηγοῦ, τομίου θαλαμηπόλου τελοῦντος, καὶ ἀν‐ | |
5 | δραρίου σκιατραφοῦς ἐκ τῆς τῶν Παφλαγόνων ὡρμημένου (Κων‐ σταντῖνος ὄνομα τούτῳ, Γογγύλης ἐπίκλησις), εἰ καὶ τῷ τῶν Πατρι‐ κίων ἀριπρεπεῖ ἀξιώματι ἐσεμνύνετο, ἅπασα ἡ λεχθεῖσα στρατιὰ, πλὴν ὀλίγων ἀνδρῶν, κατεκόπη πρὸς τῶν βαρβάρων καὶ παραπώλετο. γʹ. Ταύτην τὴν ἧτταν ὁ αὐτοκράτωρ Ῥωμανὸς ἀνακαλέσα‐ | |
10 | σθαι προθυμούμενος, Νικηφόρον τὸν Φωκᾶν, τοῖς μαγίστροις ἐνδιαπρέποντα καὶ τῶν τῆς Ἀνατολῆς στρατευμάτων κατάρχοντα (Δομέστικον τῶν σχολῶν Ῥωμαῖοι ἀρχὴν τὴν τοιαύτην ἐπιφημί‐ ζουσιν), ἄνδρα ῥέκτην τε καὶ δραστήριον, ἀγαθόν τε τὰ πολε‐ μικὰ καὶ τὴν ἰσχὺν ἀνυπόστατον, αὐτοκράτορα στρατηγὸν τῆς | |
15 | πρὸς τοὺς Κρῆτας μάχης κεχειροτόνηκεν. οὗτος τοίνυν ὁ Νικη‐ φόρος, τὴν τῆς Ἀσίας στρατιὰν τῷ βασιλικῷ συνειλοχὼς κελεύσματι καὶ ναυσὶν ἐμβιβάσας, καὶ ταχυπλοήσας, πυρφόρους τε τριήρεις πλείστας ἐπαγόμενος (δρόμονας ταύτας Ῥωμαῖοι καλοῦσι), τῇ Κρήτῃ προσώρμισεν. ἐπεὶ δὲ τῆς ἀποβάσεως ἐδόκει καιρὸς, | |
20 | ἔδειξε πρακτικῶς, ἣν εἶχεν ἐμπειρίαν ἔργων πολεμικῶν. κλίμα‐ κας γὰρ ἐπὶ τῶν πορθμείων ἐπιφερόμενος, ταύτας ἐπὶ τὴν ἠϊόνα προσυφαπλῶν, τὴν στρατιὰν ἔνοπλόν τε καὶ ἔφιππον ἀπὸ τῆς | |
ὑγρᾶς ἐπὶ τὴν ξηρὰν μετεβίβαζε. τῷ δὲ καινῷ καὶ ἀλλοκότῳ | 7 | |
8 | τοῦ ὁράματος καταπλαγέντες οἱ βάρβαροι κατὰ χώραν ἔμενον ἰλαδὸν, ἀδιάσπαστον συντηροῦντες τὸν συνασπισμὸν, καὶ τὴν τῶν Ῥωμαίων ὡς αὐτοὺς ἄφιξιν προσδεχόμενοι. ὁ δὲ τῶν Ῥω‐ μαίων στρατηγὸς Νικηφόρος, τριχῇ τὴν φάλαγγα διατάξας, ἀσπί‐ | |
5 | σι τε καὶ δόρασι ταύτην καταπυκνώσας, καὶ τὸ ἐνυάλιον παιωνί‐ σας, τὸ δὲ σταυρικὸν ἐγκελευσάμενος προπορεύεσθαι τρόπαιον, ἀντιμέτωπος τοῖς βαρβάροις ἐπῄει. δεινῆς δὲ μάχης ἀναῤῥαγεί‐ σης, καὶ δίκην χαλάζης τῶν βελῶν καταφερομένων, οὐκ ἔμελ‐ λον ἐπὶ πολὺ διακαρτερεῖν οἱ βάρβαροι τὸν τῶν Ῥωμαίων δορα‐ | |
10 | τισμόν· ἀλλὰ τὰ νῶτα στρέψαντες καὶ τὴν φάλαγγα διαλύσαν‐ τες, ὡς εἶχον δρόμων, πρὸς τὸ σφῶν ἀπῄεσαν ἔρυμα. οἱ δὲ Ῥω‐ μαῖοι ἐφεπόμενοι, ἀμύθητον τούτων φόνον εἰργάσαντο. τοιοῦ‐ τον μὲν ἡ πρώτη προσβολὴ καὶ διαμάχη πέρας αἴσιον τοῖς Ῥω‐ μαίοις ἀπηνέγκατο. ἐπεὶ δὲ, ᾗπέρ μοι εἴρηται, τῷ σφετέρῳ τει‐ | |
15 | χίσματι οἱ βάρβαροι συνεκλείσθησαν, τὰς δυνάμεις συγκαλέσας ὁ στρατηγὸς, χάρακα πρὸ τοῦ ἄστεος ἐπήξατο τῶν Κρητῶν· τὰς δέ γε τριήρεις καὶ τὰς λοιπὰς φορτίδας εἰς εὐλίμενον ἐπίνειον ἀθρόας ἐλλιμενίζειν διεκελεύσατο, θαλασσοκρατεῖν τε, καὶ εἴ που βαρβαρικὸν ὁρῷεν πορθμεῖον ἔκπλουν ποιούμενον, τοῦτό τε ἐκ‐ | |
20 | διώκειν, καὶ τῷ ὑγρῷ πυρὶ ἐκτεφροῦν. ταῦτα ἐς τὸ ἀκριβὲς βουλευσάμενός τε καὶ συμπεράνας, σπεῖραν λογάδων ἀνδρῶν τῷ στρατηγῷ Νικηφόρῳ, ᾧ τὸ ἐπίκλην Παστιλᾶς, ἐγχειρίζει, ὃς γενναῖος ὢν πολλοὺς ἀνέτλη πολέμους· καὶ πλειστάκις μὲν ἥλω | |
πρὸς τῶν Ἀγαρηνῶν, τοσαυτάκις δὲ ἐκεῖθεν διέδρα· καὶ πολλὰς | 8 | |
9 | οὐλὰς ἐκ τῶν κατὰ πόλεμον χαλκοτυπιῶν ἐπὶ τοῦ προσώπου καὶ τῶν στέρνων προὐβάλλετο. τότε δὲ στρατηγὸς τῶν Θρᾳκησίων τελῶν, τὴν σπεῖραν παρειληφώς, ἐπὶ καταδρομὴν καὶ κατασκο‐ πὴν τῆς νήσου ἐστέλλετο, πολλὰ τοῦ Νικηφόρου Φωκᾶ ἐπισκή‐ | |
5 | ψαντος, γρηγορεῖν τε καὶ νήφειν, καὶ μὴ πρὸς ῥᾳστώνην καὶ τρυ‐ φὴν ἀπιδεῖν, ὡς μή τι ἀνήκεστον πρὸς τῶν ἐναντίων αὐτοῖς κατ‐ τυθῇ· καταδραμόντας δὲ τὸν χῶρον καὶ γενναῖόν τι δεδρακότας, ἐπὶ τὸ στρατόπεδον θᾶττον παλινοστεῖν. δʹ. Ἀλλὰ γὰρ οὐκ ἀκραιφνῆ τἀγαθὰ τοῖς ἀνθρώποις πέφυκε | |
10 | παραμένειν ἀεὶ, ἀλλὰ τοῖς κακοῖς ἀναμέμικται· καὶ παρέπεται τοῖς μὲν εὐτυχήμασι συμφοραὶ, ἀνῖαι δὲ ἡδοναῖς, μὴ ἐῶσαι κα‐ θαρᾶς τῆς δεδομένης εὐετηρίας ἀπόνασθαι. ὁποῖον δὴ καὶ τότε Ῥωμαίοις συμβέβηκεν. ἐπεὶ γὰρ τῇ χώρᾳ προσέβαλον, καὶ τρυ‐ φὴν παντοδαπὴν εὗρον (εὐδαίμων γὰρ ἡ χώρα, καὶ ὡραίων καρ‐ | |
15 | πῶν καὶ χυμῶν ἰδέαις ἐπιεικῶς περιβρίθουσα, εὔβοτός τε καὶ εὔ‐ μηλος), δέον τὰς ἐπισκήψεις τοῦ στρατηγοῦ, ὡς τὸ εἰκὸς, δια‐ τηρεῖν, οἱ δὲ παρὰ φαῦλον θέμενοι καὶ πολλὰ χαίρειν ταύταις εἰπόντες, ἐπὶ ῥᾳστώνην ἀπέκλιναν καὶ τρυφήν. τούτων οἱ βάρ‐ βαροι, τοῖς ἐπικαιροτάτοις καὶ ἀμφιλαφέσι τῶν ὀρῶν ἐλλοχῶντες, | |
20 | τὸ ἀκόλαστον τεθεαμένοι καὶ ἀφύλακτον, τῶν δρυμῶν καὶ χηρα‐ μῶν ὑπεκδύντες καὶ ἐς φάλαγγα παραταξάμενοι καὶ συνασπίσαν‐ τες, κατ’ αὐτῶν ἐχώρουν. οἱ δὲ, καίπερ ἀκροσφαλεῖς τῇ μέθῃ | |
τελοῦντες καὶ ἀκροχάλικες, ὅμως τοῖς βαρβάροις ἀντεπῄεσαν καὶ | 9 | |
10 | ῥωμαλέως ἀντικαθίσταντο. ἄρτι δὲ τοῦ στρατηγοῦ Παστιλᾶ εὐ‐ ρώστως διαγωνιζομένου, καὶ τὴν τῶν βαρβάρων διακόπτοντος φάλαγγα, ὁ ἵππος, εἰς ὃν ἐπωχεῖτο, βέλεσι καὶ δορατίοις τὰ στέρνα τυπεὶς, ὀκλάσας διαπεφωνήκει. ὁ δὲ Παστιλᾶς εὐπετῶς | |
5 | τοῦ ἵππου ἀναθορῶν, μέχρι μέν τινος τῷ φασγάνῳ τοὺς ἐπιόν‐ τας ἠμύνετο, καὶ πολὺν τῶν βαρβάρων φόνον εἰργάσατο. Ἐπεὶ δὲ ἔξαιμός τε καὶ καταβελὴς ἐγεγόνει, λειποθυμήσας παρὰ τὸ με‐ ταίχμιον ἔπεσε. τούτου πεσόντος εἰς φυγὴν οἱ Ῥωμαῖοι ἀπέκλι‐ ναν, καὶ πρὸς τῶν βαρβάρων δίκην βοσκημάτων ἐναπεσφάττον‐ | |
10 | το, ὡς ἐκ τῆς εἰρημένης σπείρας ὀλιγοστοὺς ἀνασεσῶσθαι εἰς τὸ στρατόπεδον. τοῦτο τὸ πάθος ὁ Νικηφόρος Φωκᾶς αἰσθόμενος καὶ πολλὰ τῆς ἀβουλίας καὶ ῥᾳθυμίας τοὺς πεσόντας μεμψάμε‐ νος, ἔτι τε τὸ παλίντροπον κατευλαβηθεὶς τῆς τύχης καὶ ἄστα‐ τον, ἔγνω μηκέτι διαμέλλειν καὶ τὸν καιρὸν κατατρίβειν, κἀν‐ | |
15 | τεῦθεν ἄδειαν ἐνιέναι τοῖς βαρβάροις, ἐνέδρας καὶ λόχους τίθε‐ σθαι, καὶ εἰς φάλαγγα συστάδην ἀντικαθίστασθαι· ἀλλὰ παντὶ σθένει καὶ πάσαις μηχαναῖς διανύτειν τὸν πόλεμον. εʹ. Οὕτω διαλύοντι τούτῳ καὶ γνωματεύοντι (ἦν γὰρ ἀγχί‐ νους τε καὶ δραστήριος, ἐννοῆσαί τε τὸ ξυνοῖσον καὶ εἰς πέρας | |
20 | ἀγαγεῖν πάντων, ὧν ἴσμεν, ἐπηβολώτατος, σώφρων τε καὶ μὴ εἴκων ἡδοναῖς· καὶ προσέτι δεινὸς τοὺς καιροὺς καὶ τὰ πράγμα‐ τα εἰς δέον μεταχειρίσασθαι, τὴν μέντοι ἰσχὺν καὶ ῥώμην ἀκατα‐ γώνιστος· λέγεται γὰρ πρωταγωνιστοῦ τινος τῶν ἀλκιμωτάτων | |
βαρβάρων ἀντικαταστάντος αὐτῷ ποτε, τὸ δόρυ κατὰ τῶν στέρ‐ | 10 | |
11 | νων τὸν Νικηφόρον ἰθύναντα καὶ ἀμφοτέραις ὠσάμενον, οὕτω γενέσθαι σφοδρὰν τὴν ἀντέρεισιν, ὡς καὶ διαμπερὲς τὸ δόρυ διελ‐ θεῖν, καὶ ἄμφω διατεμεῖν τὰ μέρη τοῦ θώρακος), ἔννοια γοῦν ἐπῆλθεν αὐτῷ, κύκλῳ τὸ ἄστυ περιελθεῖν καὶ ἐς τὸ ἀκριβὲς τοῦ‐ | |
5 | το κατασκοπῆσαι, ἵνα ὅποι παρείκοι προσαγάγῃ τὸν πόλεμον. περιελθὼν οὖν καὶ τὴν ἄλλως δυσέμβολον πεφυκὸς ἰδὼν καὶ δυσ‐ πρόσοδον· ἐκ τοῦ θατέρου μὲν γὰρ πλευροῦ τὴν θάλατταν εἶχε φρουρὰν ἀσφαλῆ, κατὰ θάτερον δὲ ἐπ’ ἀγχωμάλου καὶ ἰσοπέδου λίθου ἠρήρειστο, ἐφ’ ᾗ τὰ γεῖσα τεθεμελίωτο, τό τε δόμημα | |
10 | καινόν τι προὐβάλλετο καὶ ἀλλόκοτον· ἐκ χοὸς γὰρ καὶ τριχῶν αἰγείων καὶ ὑείων συντεθειμένων καὶ ἐπιεικῶς συμπεπιλημένων ᾠκοδόμητο· εὖρός τε τοσοῦτον ἔφερεν, ὅσον ἁμάξας δύο εὐπετῶς ἔχειν κατὰ τῶν ἐπάλξεων ἐναλλὰξ διοδεύειν περίδρομον, ἐς ὕψος τε ἀποχρώντως ἦρτο· καὶ προσέτι ταφρεῖαι δύο ἐς εὖρος ὅτι μά‐ | |
15 | λιστα καὶ βάθος ἱκνούμεναι πέριξ αὐτοῦ ὠρωρύχατο. τοῦτο ἐχυ‐ ρὸν, ᾗπερ εἴρηται, καὶ δυσάλωτον ἀτεχνῶς καταμαθὼν, τοιοῦ‐ τόν τι ἀντιτεχνάζεται. ἀπὸ τῆς πρὸς νότον τετραμμένης ῥηγμῖ‐ νος ἀρξάμενος οἰκοδομεῖν μέχρι τῆς ἐπὶ θάτερα ἠϊόνος, τὸ διῆκον τῆς χέρσου ἑρκίῳ διατειχίζει, καὶ πρὸς πόντον τὸ τῶν Κρητῶν | |
20 | ἄστυ καθείργνυσιν, ὡς μὴ ἔχοιεν εὐπετῶς τῇ χέρσῳ προσεπιβαί‐ νειν οἱ βάρβαροι, ὅτε καὶ βούλοιντο, ἐπ’ αὐτῷ δὲ κεῖσθαι, πο‐ | |
λεμητέα εἶναι, καὶ μὴ, ὁπότε καὶ τοῦτο δοκεῖ. τὸ τοιοῦτον δὴ | 11 | |
12 | τειχίον θᾶττον συμπεράνας ὁ Νικηφόρος, ἐφ’ ἕτερον ἠπείγετο τρόπαιον, ὅπερ ὁ λόγος αὐτίκα δηλώσει. παρὰ τὴν στρατήγιον σκηνὴν τοὺς ἐν τέλει συγκαλεσάμενος, καὶ γεγωνοτέρᾳ χρησάμε‐ νος τῇ φωνῇ, ἔλεξε τοιάδε· | |
5 | ϛʹ. „Τὸ μὲν ὠμὸν καὶ θηριῶδες τῶν τῆς παιδίσκης ἐκγόνων, τήν τε τούτων καταδρομὴν καὶ τὸν ἀνδραποδισμὸν, ὅσα φονιω‐ δῶς Ῥωμαίοις εἰργάσαντο (καὶ ταῦτα νῆσον παροικοῦντες τὴν ὑπ’ αὐτοῖς τεταγμένην, εἰ καὶ μοχθηρίᾳ τύχης παρὰ τοῖς Ἀγαρηνοῖς ἐγεγόνει), οἴομαι μηδένα λήσειν ὑμῶν. ἦ γὰρ οὐκ ἀνοίκητος | |
10 | μὲν ἡ παράλιος πᾶσα σχεδὸν ἐκ τῆς τούτων ἀπαγωγῆς; οὐκ ἔρη‐ μοι δὲ τῶν νήσων αἱ πλείους τῇ τούτων καταδρομῇ; δι’ ἃ οὐκ ἠνέσχετο πάντως ἡ πρόνοια μέχρι καὶ τοῦ παντὸς, τοὺς ψεύστας, τὰ θηρία τὰ κάκιστα, τὰς ἀργὰς γαστέρας, καταθοινεῖσθαι λαὸν τὸν Χριστώνυμον· ἀλλὰ τῇ τοῦ κρατοῦντος ῥοπῇ ἡμᾶς ἐνταῦθα | |
15 | διεπεραιώσατο, ἑπταπλασίως αὐτοῖς ἀποδοῦναι τὸ ἀνταπόδομα, ὃ ἀνηλεῶς ἡμῖν ἀνταπέδωκαν. τεκμήριον δὲ τῶν λεγομένων ἡ προβᾶσα νίκη. ἄρτι γὰρ διαπόντιοι σχεδὸν τελοῦντες, καὶ μηδὲ τὴν ἐκ θαλάττης ναυτίαν ὁλοσχερῶς ἀποπτύσαντες, ἅμα τῷ ἐπι‐ βῆναι τῆς νήσου τῇ τοῦ κρείττονος ἀρωγῇ μαχαίρας ἔργον πλεί‐ | |
20 | στους τῶν βαρβάρων ἐθέμεθα· τοὺς δὲ περιλειφθέντας αὐτῶν ἀπονητὶ τῷ ἄστει περιεκλείσαμεν. ἐκλιπαρῶ οὖν, συστρατιῶται, μὴ πρὸς ῥᾳστώνην ὑμᾶς ἀπιδεῖν καὶ τρυφήν· ἐξ ὑπογυίου γὰρ ἡμῖν τοῦ πτώματος τὸ παράδειγμα. εἰ γὰρ τὰς ἐμὰς ἐπισκήψεις | |
σὺν τῷ Παστιλᾷ Νικηφόρῳ οἱ προκατασκοπεῖν σταλέντες τῆς χώ‐ | 12 | |
13 | ρας ἐφύλαξαν, καὶ μὴ ἐς τρυφὴν καὶ τὴν ἄλλην ἀπέκλεισαν ἡδο‐ νὴν, οὐκ ἂν τοιαύτῃ πανολεθρίᾳ ἀπώλοντο. νῦν δὲ, τούτων ἀλογήσαντες, τῆς σφῶν ἀβελτηρίας ἠνέγκαντο ἐπίχειρα. δεῖ οὖν τὸ τῶν ἑταίρων πτῶμα εὐλαβηθέντας νήφειν τε καὶ προσέχειν, | |
5 | καὶ ὅλῃ σπουδῇ καὶ ῥώμῃ ἐξερευνῆσαι καὶ ἀνιχνεῦσαι τὰ ἐλλοχῶν‐ τα τῇδε βάρβαρα θηρία, καὶ τῶν χηραμῶν καὶ φωλεῶν ἐξερύ‐ σαντας ἀπωλείᾳ παραπέμψασθαι. μὴ οὖν νωθείᾳ καὶ μέθῃ προϊ‐ στάμεθα τὸν καιρὸν, ἀλλὰ Ῥωμαῖοι τελοῦντες τὸ νεανικὸν καὶ γενναῖον τῆς ἡμῶν εὐγενείας παράστημα ἐν τοῖς ἀγῶσιν ἐπιδειξό‐ | |
10 | μεθα.“ ζʹ. Εἶπεν ὁ στρατηγὸς, καὶ δῆτα τὸ στράτευμα ἀνεθάῤῥησέ τε, καὶ ἐπεκρότησε, καὶ τῶν κουλεῶν τὰ ξίφη σπασάμενον, αὐ‐ θόρμητον ἦν ἕπεσθαι τούτῳ, καὶ πειθαρχεῖν, ὅποι καὶ βούλοιτο. ὁ δὲ ἀτρεμεῖν τέως καὶ ἠρεμεῖν διεκέλευεν, ἕως ἂν αὐτὸς ἐπισκή‐ | |
15 | ψῃ ἔργου ἔχεσθαι, ὁπηνίκα καὶ δεῖ. ἄρτι δὲ τῶν νυκτῶν ἀωρὶ τὸ νεανικὸν καὶ ἀκμαῖον διακριδὸν τοῦ στρατοῦ προσεταιρισάμε‐ νος, ἡσυχῇ ὑπεξῄει τοῦ χάρακος, ὡς μὴ αἴσθοιντο τὴν τούτων οἱ βάρβαροι ἄπαρσιν, καὶ δεινόν τι τῇ καταλειφθείσῃ στρατιᾷ σκαιωρήσοιντο. ἐξελθὼν δὲ τοῦ χάρακος, καὶ μέρος τῆς χώρας | |
20 | καταδραμὼν, ἐπεὶ πρὸς τῶν ἐζωγρημένων ἀνέμαθεν, ἐπί τι γεώ‐ λοφον στρατιὰν βαρβάρων ὡσεὶ μυριάδων τεττάρων ἀθροίζεσθαι, | |
ὡς ἂν ἐξ ἐφόδου ἀπροόπτως τοῖς Ῥωμαίοις ἐπέλθῃ, καὶ τῆς τε | 13 | |
14 | νήσου τούτους ἀπελάσῃ, καὶ τοὺς σφετέρους τῆς τοῦ ἄστεος ἀπαλ‐ λάξῃ καθείρξεως. τούτων ἀκηκοὼς ὁ στρατηγὸς καὶ τὸν ἐφεπό‐ μενον τῶν λογάδων στρατὸν πανημέριον διαναπαύσας, πρὸς ἑσπέ‐ ραν βαθεῖαν ἀπάρας καὶ ἡγεμόνας τῶν τόπων ἰθαγενεῖς ἄνδρας | |
5 | ἀνειληφώς, ἐπεὶ καὶ τὸ σεληναῖον φῶς ὑπέλαμπε, πεπληρωμένης τῆς μήνης οὔσης, συντείνων ἔσπευδε, μηδὲν τάχους ἀνίεισι· καὶ δὴ κυκλόθεν τὸν γεώλοφον περιεστοίχισεν, ἵνα βαθὺν οἱ βάρ‐ βαροι ὕπνον ἐκάθευδον. κἄπειτα τὰς σάλπιγγας ἐπηχῆσαι καὶ τὰ τύμπανα παταγῆσαι ἐγκελευσάμενος, διὰ τοῦ γεωλόφου ἐχώρει. | |
10 | οἱ δὲ βάρβαροι, τὸν ψόφον τῶν ὅπλων αἰσθόμενοι, ψιλοὶ καὶ ἀπαράσκευοι ὄντες, καὶ τῷ ἀπροόπτῳ τῆς ἐφόδου καταπλαγέν‐ τες, εἰς φυγαδείαν ἀπέκλιναν. ἀλλ’ οὐκ ἦν ἀπαλλάξαι, τῆς ὑπωρείας ἁπάσης κατεχομένης τῇ Ῥωμαϊκῇ φάλαγγι. ἀκονιτὶ οὖν ἐν μικρᾷ χρόνου ῥοπῇ τὸ τῶν τεττάρων μυριάδων τῶν βαρβάρων | |
15 | ἡβηδὸν παραπώλετο πλῆθος, ἔργον γεγονὸς αἰχμῆς Ῥωμαϊκῆς. ἀλλὰ τῷ τοιούτῳ καινῷ τροπαίῳ ἕτερον ὁ στρατηγὸς ἐξήρτυε τρό‐ παιον. τοῦ γὰρ πεσόντος πλήθους τὰς κάρας ἐκτεμεῖν διωρίσα‐ το, καὶ ταύτας ταῖς πήραις ἐνθέντας μετακομίσαι πρὸς τὸ στρα‐ τόπεδον· μισθὸν δὲ τῷ κάραν κομίζοντι δίδοσθαι διεβεβαιοῦτο | |
20 | ἀργύριον. τοῦτο τὸ δόγμα ἀσμένως δεξάμενος ὁ στρατὸς, καὶ μάλιστα τὸ τῶν Ἀρμενίων στίφος, τὰ βαρβαρικὰ ἐναπέτεμε κά‐ ρηνα καὶ ταῖς πήραις ἀπέθεντο. ἐννύχιόν τε ὁ στρατηγὸς ἀφί‐ κετο κατὰ τὸ στρατόπεδον. | |
ηʹ. Τῇ δ’ ὑστεραίᾳ ἄρτι τοῦ φωσφόρου τὸν ὁρίζοντα παρα‐ | 14 | |
15 | μείβοντος καὶ πρὸς τὴν τοῦ πόλου μεταβαίνοντος ἄντυγα, ἐπὶ τῶν δοράτων περιπείρειν τὰς τῶν βαρβάρων κάρας προσέταττεν, ἐπιστίχως τε παρὰ τὸ τειχίον, ὃ αὐτὸς ἐδείματο, καταπηγνύειν αὐτά· τὰς δὲ καὶ διὰ τῶν πετροβόλων ὀργάνων ἐπὶ τῷ ἄστει ἐκ‐ | |
5 | σφενδονᾷν. τοὺς δὲ Κρῆτας, τὴν ἐπίστιχον τῶν δοράτων τάξιν καὶ τὰς ἐπ’ αὐτῶν ἐμπεπαρμένας κάρας ἀθρήσαντας, τὰς δὲ κα‐ τὰ τὸ ἄστυ ἐκσφενδονωμένας καὶ ταῖς ἐπάλξεσι προσαρασσομένας τοῦ ἄστεος, καὶ ταύτας τῶν ὁμοεθνῶν καὶ συγγενῶν εἶναι ἀκρι‐ βῶς ἐπιφρασαμένους, φρίκη μὲν ἐκ τοῦ εὐθέος καὶ ἀλλοίωσις ᾕρει | |
10 | φρενῶν, καὶ παρὰ τὴν οἰκτρὰν καὶ ἀπροσδόκητον ὄψιν ἐπεπή‐ γεσαν. ἐντεῦθεν ἀνδρῶν οἰμωγαὶ, καὶ κωκυτὸς τῶν γυναίων ἠκούετο, καὶ σχῆμα τὸ ἄστυ κατεῖχεν ἁλώσεως, ὀλοφυρομένων ἁπάντων καὶ ἀποκλαιομένων τὰ φίλτατα. ἀλλὰ καὶ ὣς οὐκ ἔμελ‐ λεν αὖθις Ῥωμαίοις εἶξαι καὶ σπείσασθαι· τῷ ἐρυμνῷ δὲ πίσυνοι | |
15 | τοῦ σφετέρου πτολίσματος, παρέθηγόν τε τὰς προθυμίας, καὶ καθωπλισμένοι τὴν τῶν Ῥωμαίων παρετηροῦντο ῥοπὴν, ἵν’, εἴ τις ἐπῄει, ἀμύνοιντο. ὁ δὲ στρατηγὸς, τῇ σάλπιγγι σημήνας τὸν πόλεμον, ἐῤῥωμενέστερόν τε διακινδυνεύειν ἐγκελευσάμενος, τῷ τείχει προσῆγε τὸ στράτευμα. καὶ δῆτα τῆς μάχης ἀναῤῥα‐ | |
20 | γείσης ἦν ὁρᾷν ἔργα χειρῶν καὶ τόλμης γιγνόμενα ἔμπλεα, πολλα‐ χῇ τῶν δοράτων ἀκοντιζομένων, καὶ τῶν βελῶν δίκην χειμερίων νιφάδων ἐκπεμπομένων, καὶ θαμινὰ τῶν λίθων τῶν πετροβόλων ὀργάνων ἀφιεμένων, καὶ ταῖς ἐπάλξεσι προσαρασσομένων. οἱ δὲ βάρβαροι καὶ αὐτοὶ τῆς ἀνάγκης κατεπειγούσης ῥωμαλέως ἀντη‐ | |
25 | γωνίζοντο, ἐκ τοῦ τείχους τε ἀμυνόμενοι καὶ ἀντιτοξεύοντες, καὶ | 15 |
16 | πελέκεις ἄνωθεν ῥιπτοῦντες, καὶ ταλαντιαίους λίθους ἐπαφιέντες· καὶ οὐδὲν ὅ,τι παρεῖτο τούτοις τῶν εἰς τὸ πολεμεῖν ἀμυντηρίων, καὶ οὐχ ἧττον ἀντέδρων, ὧν ἔπασχον. ὁ γὰρ προφανὴς κίνδυνος καὶ ἡ τῆς σωτηρίας ἀπόγνωσις παρεκρότει τούτους ὑπὲρ δύναμιν | |
5 | ἀγωνίζεσθαι, καὶ τοῖς δυσμενέσι παραβόλως ἀντικαθίστασθαι. θʹ. Νικηφόρος δὲ, ὁ τῶν Ῥωμαίων στρατηγὸς, ἐπεὶ καὶ τὸν περίβολον τοῦ ἄστεος ἐχυρόν τε ἀτεχνῶς ἑώρα, καὶ τὴν ἄλλως δυσέμβολον καὶ ἀνάλωτον (οὐ γὰρ ἐξ ἐπιδρομῆς εὐεπίβατος ἦν, εἰς ὕψος ὅτι πλεῖστον ἠρμένος, καὶ δυσὶ ταφρείαις διεζωσμένος | |
10 | εἰς βάθος ὀρωρυγμέναις ἀνάλογον), καὶ τὴν τῶν βαρβάρων ἀπό‐ γνωσιν καὶ ἀντίστασιν τὸ μέτρον ἐκβαίνουσαν· ἔγνω, μὴ θανα‐ τῶσι καὶ ἀπονενοημένοις ἀνδράσι συμπλέκεσθαι κάτωθεν, καὶ ἀνηνύτοις ἐπιχειρεῖν, ὑψόθεν τε βάλλεσθαι, καὶ τὴν Ῥωμαϊκὴν ἐς οὐδὲν δέον διαφθείρειν παράταξιν· τῷ δὲ λιμῷ παραδώσειν | |
15 | τὸ ἄστυ, ἕως ἂν τὰς ἑλεπόλεις καὶ ὅσα εἰς τειχομαχίαν ἐξεύρηται ὄργανα δεόντως ἐπισκευάσοιτο. ταύτῃ τοι καὶ τὸν πόλεμον ἀνα‐ βάλλεται, καὶ τῇ σάλπιγγι τὰς στρατιωτικὰς ἀνακαλεσάμενος φάλαγγας, ἐς τὸν χάρακα ἀπεφοίτα. καὶ τοῦτον κυκλόθεν ἑρ‐ κίῳ καὶ ταφρείᾳ ἱκανῶς ὀχυρώσας, τόν τε στρατὸν διεγύμναζε, | |
20 | καὶ ταῖς καθ’ ἡμέραν μελέταις πολλὴν τὴν ἐμπειρίαν ταῖς φάλαγ‐ ξιν ἀπετίθετο, καὶ τὰς ἑλεπόλεις ἐκλογῇ τεχνιτῶν ἐτεκταίνετο, ἐκ‐ δρομάς τε καὶ ἀκροβολισμοὺς ἐκ τοῦ παρείκοντος ἐποιεῖτο, καὶ | |
αὐτόθι πανσυδὶ πρὸ τοῦ ἄστεος διεχείμαζεν. | 16 | |
17(t1) | ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ | |
t2 | ΙΣΤΟΡΙΑΣ Β. | |
1 | αʹ. Ὁ μὲν δὴ τῶν Ῥωμαίων στρατηγὸς Νικηφόρος ἐς τὴν τῶν Κρητῶν νῆσον, ᾗπέρ μοι εἴρηται, ἤδη τὴν Ῥωμαϊκὴν περαιω‐ σάμενος δύναμιν, καὶ τῶν ἰθαγενῶν βαρβάρων ἐν τῇ συστάδην μάχῃ τοὺς μὲν παρανάλωμα μαχαίρας ἀπεργασάμενος, τοὺς δὲ | |
5 | περιλειφθέντας ἀπονητί τε καὶ ἀκαρῆ τῷ ἄστει συγκλείσας, αὐ‐ τόθι τε διεχείμαζε, καὶ τὸν στρατὸν ὁσημέραι τῷ πολεμεῖν ἐξε‐ παίδευεν. ἐν τούτῳ δὲ Χαμβδᾶν, ὁ τῶν τῆς Κιλικίας προσοί‐ | |
κων Ἀγαρηνῶν ἀρχηγὸς, ἀνὴρ ἀγχίνους τε καὶ δραστήριος, ἐμ‐ | 17 | |
18 | πειρίᾳ τε πολέμων ἐκ νεότητος ἁπάντων τῶν ὁμοεθνῶν ἀδηρίτως ὑπερτερῶν, ἐπεὶ τὰς Ῥωμαϊκὰς ᾔσθετο δυνάμεις ἔκπλουν καὶ ἄπαρσιν ποιουμένας κατὰ τῶν Κρητῶν, ἔγνω πρὸς αὑτοῦ τὸν και‐ ρὸν εἶναι, ἀδεῶς τε τῆς ἀνατολῆς καταδραμεῖν, ὁπόσον ἡ Ῥωμαϊκὴ | |
5 | διέπει ἀρχὴ, καὶ τοῦτο ληΐσασθαι ἀναιμωτὶ, καὶ πλοῦτον συναγεῖ‐ ραι πλεῖστον, καὶ κλέος ἀείμνηστον ἀπενέγκασθαι. καὶ δῆτα τὸ ἀκμαῖον καὶ νεανικὸν τῶν Ἀράβων καὶ Ἀγαρηνῶν συναλίσας, κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐχώρει, πᾶν τὸ παραπίπτον κατεμπιπρῶν καὶ λείαν τιθέμενος. ὁ δὲ αὐτοκράτωρ Ῥωμανὸς, τὴν ἔφοδον τού‐ | |
10 | του αἰσθόμενος καὶ τὴν ὕπαιθρον καὶ βιαίαν καταδρομὴν, Λέον‐ τα τὸν Φωκᾶν, ὁμαίμονα τοῦ Νικηφόρου τελοῦντα, καὶ τῶν τῆς Εὐρώπης στρατιωτικῶν καταλόγων κατάρχοντα (Δομέστικον δύσεως Ῥωμαῖοι τὴν τοιαύτην ἀρχὴν ὀνομάζουσι), τῷ Χαμβδᾶν ἀντίξουν ἐκπέμπει· ἄνδρα γενναῖον καὶ νεανικὸν, φρενήρη τε δια‐ | |
15 | φερόντως, καὶ τὸ ξυνοῖσον ἐν περιστάσεσιν ἐπιφράσασθαι πάν‐ των, ὧν ἴσμεν, ἐπιβολώτατον· ᾧ θεία τις, οἶμαι, κατὰ τὰς μάχας συνεμάχει ῥοπὴ, ἅπαν τὸ ἀντίπαλον καταστρεφομένη καὶ τιθεῖσα ὑπόσπονδον. βʹ. Πολλῶν γὰρ αὐτῷ συῤῥαγέντων πολέμων παρὰ τὸν τῆς | |
20 | στρατηγίας καιρὸν, οὐδέποτε τοῦ ἀντικαθισταμένου ἀπῆλθε μειο‐ νεκτῶν, ἀλλ’ ἀεὶ τὸ πλέον τῆς νίκης ἀποφερόμενος. τῷ τοι καὶ Σκυθικῆς στρατιᾶς τὸν Ἴστρον περαιωθείσης τὸ κατ’ ἐκεῖνο και‐ | |
ροῦ (Οὕννους τὸ ἔθνος κατονομάζουσιν), ἐπεὶ μὴ οἷός τε ἦν ὁ | 18 | |
19 | στρατηγὸς Λέων ἐξ ἀντιπάλου ταύτῃ συμπλέκεσθαι, ὑπεράρι‐ θμον ἐπαγαλλομένης τὸ πλῆθος τῆς φάλαγγος, σπανίζουσαν αὐ‐ τὸς καὶ οὐκ ἀξιόμαχον ἴλην στρατιωτῶν ἐπαγόμενος, ἔγνω μὴ ἐς προῦπτον κίνδυνον φέρων ἐνσεῖσαι αὑτόν τε καὶ τοὺς συνεπομέ‐ | |
5 | νους, λαθραίως δὲ μᾶλλον τοῖς Σκύθαις ἐπιπεσεῖν, καί τι γεν‐ ναῖον δρᾶσαι καὶ ἀνδρικὸν, καὶ δόξαν εὐκλεᾶ σφετερίσασθαι. ἄρτι γοῦν διὰ τῶν δρυμῶν κρύβδην παραδραμὼν, καὶ τὴν ἔπαυ‐ λιν τῶν Οὕννων ἐξ ἀπόπτου περιαθρήσας, καὶ τὸ πλῆθος ἐς τὸ ἀκριβὲς κατασκοπήσας, ἀωρὶ τῶν νυκτῶν τριχῇ διαιρήσας τὴν | |
10 | φάλαγγα, ἐπῄει τοῖς Σκύθαις, καὶ τοσοῦτον φόνον αἰφνίδιον εἰσ‐ πεσὼν ἐν μικρᾷ καιροῦ ῥοπῇ ἀπειργάσατο, ὡς εὐαριθμήτους ἐκ τοῦ ἀμυθήτου πλήθους διαφυγεῖν. τοῦτον τὸν στρατηγὸν Λέον‐ τα Ῥωμανὸς ὁ αὐτοκράτωρ εἰς τὴν Ἀσίαν διεβιβάσατο, εἴ πως ἀλλὰ τάς τε τῶν βαρβάρων ἐπιδρομὰς ἀναστείλειε, καὶ τὰς ἀναί‐ | |
15 | δην τολμωμένας ἀναχαιτίσοι ἐπαγωγάς. ὁ δὲ στρατηγὸς, ἐπεὶ τῆς Εὐρώπης ἀπάρας τὴν Ἀσίαν κατείληφε, καὶ τὸ αὔθαδες καὶ ἀτέραμνον τοῦ Χαμβδᾶν ἠνωτίζετο, καὶ νεὼς καὶ κώμας πεπυρ‐ πολημένας ἑώρα, καὶ φρουρίων κατασκαφὰς, ἐρημίαν τε τῶν κατοίκων καὶ βιαίαν ἀπαγωγὴν, ἔγνω, μὴ ἐς προῦπτον κίνδυνον | |
20 | ἐνιέναι τὴν στρατιὰν, μηδὲ τῷ βαρβαρικῷ εἰς τοὐμφανὲς ἀντι‐ παρατάττεσθαι πλήθει, πολλὰς μὲν ἐπανῃρημένῳ νίκας, ταῖς δὲ παρ’ ἐλπίδα γαυριῶντι τύχαις, μυριανθρώπους τε καὶ ἐς τὸ ἀκρι‐ | |
βὲς καθωπλισμένας ἐπιφερομένῳ τὰς φάλαγγας· καὶ μάλιστα εὐ‐ | 19 | |
20 | αρίθμητόν τε τὴν στρατιὰν καὶ οὐκ ἀξιόχρεων αὐτὸς ἐπαγόμενος, κατεπτηχυῖάν τε τὰς τῶν Ἀγαρηνῶν εὐημερίας καὶ τὰ καθ’ ἑκά‐ στην τρόπαια· κατειληφέναι δὲ μᾶλλον τὰ ἐπικαιρότατα καὶ κρημνώδη τῶν χώρων καὶ προλοχίζειν κατὰ ταῦτα, καὶ τὰς διεξ‐ | |
5 | όδους ὑποτηρεῖν· ὑπαντιάζειν τε τοῖς βαρβάροις ἐν τοῖς ἐπισφα‐ λέσι καὶ ἀμφιταλάντοις τῶν ἀταρπιτῶν, καὶ καρτερῶς ἀγωνίζε‐ σθαι, ὁπηνίκα καὶ διοδεύοιεν. γʹ. Οὕτω δὴ γνωσιμαχήσαντι καὶ βουλευσαμένῳ τῷ στρα‐ τηγῷ Λέοντι ἐπῆλθε, καὶ λόγοις ὑπαλεῖψαι τὴν στρατιὰν καὶ | |
10 | παραινέσεσιν ἐπιῤῥῶσαι, κατὰ τῶν βαρβάρων ἡνίκα δέοι χωρεῖν, καὶ θαῤῥαλεωτέραν ἐργάσασθαι πρὸς τὸν πόλεμον. Διαναστὰς οὖν ἐπὶ τοῦ πλήθους καὶ μικρὸν ἐπισχὼν, τοιαύτην εἰσηγεῖτο πα‐ ραίνεσιν· „Ἅπαν μὲν τὸ καθ’ ὑμᾶς στῖφος εἰδὼς ἄριστον, ὦ συ‐ στρατιῶται, αὐτουργόν τε τὰ πολέμια, καὶ τακτικῆς ἐμπειρίας | |
15 | ὑπόπλεον, ἐπὶ τὴν Ἀσίαν ὁ κοινὸς ἀμφοτέρων δεσπότης καὶ βα‐ σιλεὺς, κάμνουσαν ἤδη καὶ ἐπὶ γόνυ κεκλιμένην ταῖς τοῦ Χαμ‐ βδᾶν καταδρομαῖς τε καὶ προνομαῖς, ἐμοὶ τὴν τῆς ἡγεμονίας ἐγ‐ χειρίσας ἀρχὴν, διεβίβασε. παραινῶ τοίνυν καὶ συμβουλεύω, οὐχ ὅπως γενναίως ἀντιτάξοισθε τοῖς ἐχθροῖς (οἶμαι γὰρ μὴ δεῖ‐ | |
20 | σθαι λόγων ὑμᾶς ἐναγόντων ἐς εὐτολμίαν, οἷς ἐξ ἁπαλῶν ἀνδρία μετὰ τόλμης ἐξήσκηται)· ἀλλ’ ὡς ἂν ἄριστα βουλευσάμενοι κα‐ ταγωνίσοισθε τὸν ἐχθρόν. πόλεμος γὰρ οὐ τοσοῦτον ἐξ ἀντιπά‐ λου κατορθοῦσθαι ῥοπῆς εἴωθεν, ὅσον εὐβουλίας προνοίᾳ καὶ | |
τροπαίων ἐπαγωγῇ ῥᾳδιουργουμένῃ κατὰ καιρόν. τὴν μὲν οὖν | 20 | |
21 | παράταξιν τῶν ἐχθρῶν ἴστε σαφῶς, ὅση διὰ τῶν τῇδε πεδίων ἐκκέχυται, ὡς πολλή τέ ἐστι καὶ ἀριθμὸν ὑπερβαίνουσα· τὴν δὲ καθ’ ὑμᾶς στρατιὰν γενναίαν μὲν καὶ νεανικὴν τῇ τε ῥώμῃ καὶ τοῖς φρονήμασι καὶ αὐτὸς εἶναί φημι· πλήθει δὲ καὶ ταῖς φάλαγ‐ | |
5 | ξιν οὐκ ἂν φαίη τις ἀξιόμαχον. δεῖ οὖν Ῥωμαίους ὄντας μεμη‐ χανῆσθαί τε καὶ βεβουλεῦσθαι δεόντως, ἐν τοῖς ἀπόροις ἐξευρί‐ σκειν τὰ πρόσφορα, αἱρεῖσθαί τε πρὸ τῶν δεινῶν τὰ ξυμφέρον‐ τα. μὴ οὖν ἀλογίστῳ φορᾷ καὶ παραβόλοις τολμήμασιν εἰς προῦπτον αὐτομολήσωμεν ὄλεθρον. τόλμα γὰρ ἀχαλίνωτος ἐς | |
10 | κίνδυνον εἴωθε συνωθεῖν, ἡ δὲ μετὰ λογισμοῦ μέλλησις διασώ‐ ζειν οἶδε τοὺς κεχρημένους αὐτῇ.“ δʹ. „Παραινῶ τοιγαροῦν, ἄνδρες, μὴ διακινδυνεύειν πρὸς τοὺς βαρβάρους ἐπὶ τόπων τῶν πεδεινῶν ἀκαθέκτοις ὁρμήμα‐ σιν, ἀλλ’ ἐπὶ τῶν ἐρυμνῶν ἐλλοχῶντας τουτωνὶ χωρίων τὴν ἐκεί‐ | |
15 | νων ὑπομένειν ἄφιξιν καὶ διάβασιν· τηνικαῦτα δὲ τούτοις ἐῤῥω‐ μενέστερον ἐπιτίθεσθαι καὶ γενναίως ἀντικαθίστασθαι. ταύτῃ γὰρ οἶμαι (σὺν Θεῷ φάναι) κρατήσειν τε τῶν ἐχθρῶν, καὶ τὴν λείαν ἅπασαν τῶν ὁμοφύλων πρὸς ἡμᾶς ἀνασώσασθαι. τῷ γὰρ ἀπροσδοκήτῳ τῶν ἐπιδρομῶν δουλοῦσθαι εἴωθε τὰ πολέμια, καὶ | |
20 | ταῖς αἰφνιδίοις ὑπεξελάσεσι τὰ ὑπέραυχα καὶ ἀλαζονικὰ πέφυκε φρονήματα θραύεσθαι. τήν τε οὖν ἡλικιῶτιν ἀρετὴν διατηροῦν‐ τες καὶ τὴν σύντροφον πρὸς τοὺς ἀγῶνας εὐγένειαν, τοῖς ἐναν‐ τίοις ὑπαντιάζετε, ὅτε σημήνω ταῖς σάλπιγξι.“ τοιαύτην μὲν ὁ | |
στρατηγὸς τὴν παραίνεσιν ἐξηγήσατο· ὁ δὲ στρατὸς ἠλάλαξέ τε | 21 | |
22 | καὶ ἐπεκρότησε, καὶ ὡς τὰ κράτιστα ὑποθεμένῳ ᾗ ἂν ἡγοῖτο ἕπεσθαι προθύμως ἦν. ἐνέδραις οὖν διειλήφει τὴν ὁδὸν, ἀπο‐ τόμους τὰς ἀκρωρείας προβαλλομένην, κρημνώδεις τε καὶ σηραγ‐ γώδεις ὡς τὰ πολλὰ, τὰς ὑπωρείας δὲ βαραθρώδεις τε καὶ ἀμφι‐ | |
5 | λαφεῖς πρέμνων τε καὶ παντοδαπῶν ἰδέαις φυτῶν. ταύτῃ προ‐ λοχίσας ὁ στρατηγὸς καθῆστο, τὴν τῶν βαρβάρων προσμένων ἐπήλυσιν. ὁ δὲ Χαμβδᾶν, τῷ τε πλήθει τῶν ἐφεπομένων καὶ ταῖς φάλαγξι σοβαρευόμενος καὶ γαυρούμενος, τῇ τε τῶν λαφύ‐ ρων πλησμονῇ καὶ τῇ τῶν αἰχμαλώτων ἀπαγωγῇ ἐπαιρόμενός τε | |
10 | καὶ βρενθυόμενος, πολλὰς κατὰ θάτερα τὰς ἐπεξελάσεις ἐποιεῖτο, ἐφ’ ἵππου θηλείας καὶ μέγεθος καὶ δρόμον ὑπερφυοῦς ἐποχούμε‐ νος, καὶ τῆς στρατιᾶς πη μὲν οὐραγῶν, πὴ δὲ προοδεύων, καὶ τὸ δόρυ σείων, καὶ ταῖς αὔραις μεθιεὶς, εἶτ’ αὖθις μεθέλκων πρὸς ἑαυτὸν κραδαινόμενον. ἐπεὶ δὲ τὴν ἱππήλατον ὁδὸν διελ‐ | |
15 | θὼν ταῖς δυσχωρίαις προσέβαλλε, καὶ τοῖς στενωτάτοις καὶ ἀνω‐ μάλοις συνειληθέντες τῶν τόπων οἱ βάρβαροι τὴν φάλαγγα διελύ‐ σαντο, καὶ ὥς πη ἐνὸν ἦν ἑκάστῳ, κατὰ κρημνώδη διῄεσαν, τηνικαῦτα ταῖς σάλπιγξι τὸ ἐνυάλιον ὑποσημήνας ὁ στρατηγὸς καὶ τῶν λόχων διαναστήσας τοὺς ἀμφ’ αὑτὸν, ὑπηντίαζε τοῖς | |
20 | βαρβάροις. εʹ. Καὶ πάντες ἐπὶ τῶν ξιφῶν εἶχον τὰς δεξιὰς, καὶ ταῦτα σπασάμενοι ἐπιστροφάδην ἔκτεινον τὸ ἀντίπαλον κεκμηκὸς τῇ ὁδοιπορίᾳ, ἀκμῆτες αὐτοὶ τούτῳ πελάζοντες. καὶ κἂν καὶ αὐ‐ | |
τὸς ὁ Χαμβδᾶν ἥλω μικροῦ πρὸς τῶν Ῥωμαίων δορυάλωτος· εἰ | 22 | |
23 | μὴ, τὴν ἄλλως ἀγχίνους ὢν κἀν τοῖς ἀπόροις ὀξὺς ἐννοῆσαι τὰ δέοντα, τὸν ὃν ἐπεφέρετο ἄργυρον καὶ χρυσὸν χύδην ἐπὶ τῆς ἀταρπιτοῦ διασπείρειν προσέταξεν· ᾧ καὶ περισπάσας τὴν τῶν Ῥωμαίων ὁρμὴν, ἀσχοληθέντων τῇ τοῦ χρυσοῦ συλλογῇ, μετ’ | |
5 | ὀλίγων ὑπασπιστῶν μόγις τὸν τοιοῦτον διαπέφευγε κίνδυνον. λέ‐ γεται δὲ τοσοῦτον αὐτουργηθῆναι φόνον τοῦ βαρβαρικοῦ πλή‐ θους πρὸς τῶν Ῥωμαίων κατὰ τουτονὶ τὸν πόλεμον, ὡς πολλα‐ χοῦ τῶν χώρων ἐκείνων σωρείας ἀνθρωπείων ὀστῶν ὁρᾶσθαι μέ‐ χρι καὶ νῦν. ἐπεὶ δὲ τοιούτοις τροπαίοις καὶ στρατηγήμασι τὴν | |
10 | πολυάνθρωπον πληθὺν τῶν βαρβάρων ὁ στρατηγὸς ἠγωνίσατο καὶ διέφθειρε, καὶ τὸ ὑψαύχενον τοῦ Χαμβδᾶν καὶ τετυφωμένον εἰς ἀγεννῆ καὶ ἄνανδρον δειλίαν καὶ φυγαδείαν κατέσπασε καὶ συνέκλεισε, τοὺς ἀμφ’ αὑτὸν συναγηοχὼς καὶ τὴν λείαν ἐπισυνά‐ ξας, ὅση τε ἦν βαρβαρικὴ, καὶ ὁπόση Ῥωμαϊκὴ ἐκ τῆς προνο‐ | |
15 | μῆς τοῖς βαρβάροις συνήθροιστο, ταύτης τὸ πλεῖστον τῇ στρα‐ τιᾷ διένειμε· καὶ τοὺς αἰχμαλώτους ἐφοδιάσας ἐπὶ τὰ σφῶν ἤθη ἀποτρέχειν ἐξέπεμπε· τοὺς δὲ τῷ πολέμῳ ληφθέντας πέδαις ἀσφαλισάμενος τῶν Ἀγαρηνῶν, ἐπαιώνιζεν ἐπινίκια, καὶ τῇ προ‐ νοίᾳ τὰς εὐχαριστηρίους ἐσπένδετο προσευχὰς, καὶ πρὸς τὴν αὐ‐ | |
20 | τοκράτορα δυναστείαν ἠπείγετο, θριαμβεύσων εἰς τὸ Βυζάντιον. ὁ δὲ στρατὸς ἐν κρότοις εἶχε τὸν στρατηγὸν, ἀγάμενοι τοῦτον ὡς τὸ εἰκὸς, καὶ ἄνδρα ἐπιφημίζοντες, οἷον μὴ φέρειν ἄλλον τὴν τότε γενεὰν, καὶ τῆς εὐτυχίας αὐτὸν ἐξεθείαζον, κατὰ ῥοῦν αὐ‐ | |
τῷ προχωροῦντα τὰ τῶν πολέμων ὁρῶντες ὡς μάλιστα. ὁ δὲ | 23 | |
24 | κατειληφὼς τὸ Βυζάντιον, ἐπεὶ μετὰ πλείστης ὅτι λείας καὶ μυ‐ ρίων δορυαλώτων Ἀγαρηνῶν εἰσῄει, ὑπεδέχθη τε ὑπὸ τοῦ αὐτο‐ κράτορος Ῥωμανοῦ φιλοτίμως, κἀπὶ τοῦ θεάτρου θριαμβεύσας, τῷ πλήθει τῶν ἀνδραπόδων καὶ τῶν λαφύρων τοὺς θεωμένους | |
5 | ἐξέπληξεν· ἀμοιβάς τε καὶ τιμὰς, ἀναλογούσας τοῖς πόνοις, πα‐ ρὰ τοῦ κράτους ἀπείληφεν. ἀλλ’ οὕτω μὲν ὁ στρατηγὸς Λέων τὴν Ἀσίαν ἔσωσε, καταγωνισάμενος τὸν Χαμβδᾶν, φυγάδα τε καὶ ἀλήτην ἀπεργασάμενος. ϛʹ. Νικηφόρος δὲ ὁ Φωκᾶς, ὁ τοῦ ῥηθέντος Λέοντος σύν‐ | |
10 | αιμος (δεῖ γὰρ ἀνακεφαλαιωσάμενοι τὸν λόγον καθ’ εἱρμὸν πρό‐ σω τῆς ἱστορίας χωρεῖν), ὡς τῇ τῶν Κρητῶν πελάσας ἐκεῖ διε‐ χείμαζε, καὶ τόν τε στρατὸν τὰ πολεμικὰ διεγύμναζε, καὶ τὰς ἑλεπόλεις ἐτεκταίνετο, ἐπείπερ κατὰ νοῦν αὐτῷ πάντα προὐκε‐ χωρήκει, ἄρτι τοῦ ἦρος ἐκ τῆς χειμερινῆς τροπῆς ἠρέμα προκύ‐ | |
15 | πτοντος, τὸν περὶ αὑτὸν καθοπλίσας στρατὸν καὶ εἰς βαθεῖαν παραταξάμενος φάλαγγα, τάς τε σάλπιγγας ἐπαυλήσας καὶ τὰ τύμπανα παταγήσας κατὰ τοῦ ἄστεος ἤλαυνεν. ἐν ᾧ δὲ ὁ στρα‐ τηγὸς τὴν ἴλην κατὰ μέτωπον ἐκρατύνετο, καὶ εἰς πλαίσιον τὰς δυνάμεις συνέταττε, γύναιον ἑταιρικὸν, ἀκκιζόμενόν τε καὶ θρυ‐ | |
20 | πτόμενον, ἰταμὸν ἐπιεικῶς τυγχάνον καὶ ἀναιδὲς, τῶν προμα‐ χεώνων προκύπτον, γοητείας ἐποιεῖτό τινας καὶ ἐπῳδάς. λέγεται γὰρ κατόχους εἶναι Κρῆτας μαντείαις καὶ βωμολοχίαις καὶ πλά‐ | |
ναις, πρὸς τῶν Μανιχαίων καὶ τοῦ Μωάμεθ παρειληφότας ἀνέ‐ | 24 | |
25 | καθεν. οὐ ταύτῃ δὲ μόνον τὸ ἰταμὸν ἐκεῖνο γύναιον τὸ ἀναιδὲς καὶ ἀκόλαστον ἐπεδείκνυτο· ἀλλὰ καὶ, τὸν χιτωνίσκον παρὰ τὸ μέτριον ἀνασεσυρκὸς καὶ ἀπογυμνοῦν τὰ μέρη τοῦ σώματος, ἐς τὸν στρατηγὸν ἐπέσκωπτεν ἐπαρώμενον. καὶ δή τις τῶν εὐστό‐ | |
5 | χων τοξοτῶν, τὴν νευρὰν ἐντεινάμενος, βάλλει τὸ ἀκόλαστον γύ‐ ναιον, καὶ χαμαιῤῥιφὲς τῶν πύργων κατήνεγκε, διαῤῥαγὲν αὐτί‐ κα, καὶ τὸ ψυχίδιον ἀποφυσῆσαν, καὶ τίσιν τῆς ὕβρεως τὸν οἰ‐ κτρὸν ἐπισπασάμενον ὄλεθρον. ἄρτι δὲ τῆς μάχης καρτερᾶς ἀναῤ‐ ῥιπισθείσης, χρόνον μέν τινα ἀντεῖχον οἱ Κρῆτες, ἐκ τῶν τειχῶν | |
10 | ἐκθύμως ἀγωνιζόμενοι, καὶ πολλοὺς τῶν Ῥωμαίων τιτρώσκοντες. ζʹ. Ὁ δὲ στρατηγὸς, τοῦτο καταμαθὼν, τὰς ἀφετηρίους θᾶττον παρήγαγε μηχανὰς, καὶ βάλλειν τοὺς βαρβάρους ἐκέλευε. καὶ πρὸς τούτοις τοῖς τείχεσι προσεπέλασε τὴν ἑλέπολιν· κριὸν Ῥωμαῖοι τὸ τεχνούργημα ὀνομάζουσι, τῷ δίκην κριοῦ προτομῆς | |
15 | τὸν σίδηρον ἀπεικάζεσθαι, ὃς ἐνηρμοσμένος ὢν τῇ δοκῷ παίει τὸν δόμον τοῦ ἄστεος. τῶν δὲ πετροβόλων βάρη θαμινὰ τῶν λί‐ θων ἐπαφιέντων, εὐπετῶς οἱ βάρβαροι ἀνεστέλλοντο· καὶ τοῦ κριοῦ τοῖς τείχεσιν ἐγχριμφθέντος καὶ κραταιῶς ταῦτα τύπτοντος, ἄνδρες ὑποδύντες τὴν ταφρείαν συχνοὶ, λιθοτόμα ὄργανα φέρον‐ | |
20 | τες, καὶ ἀνορύττειν ἐκεῖθεν ἀρξάμενοι, ἐξεκόλαπτον ἠρέμα, καὶ τὴν λίθον διέκοπτον, ἵνα τοῦ τείχους ἡ βάσις ἠρήρειστο. παρὰ τυχὸν δὲ ψαμμῶδες ταύτῃ τὸ μέρος ἡ λίθος λαχοῦσα ὑπεῖκέ τε καὶ ἐνεδίδου ὡς μάλιστα. ὁ δὲ κριὸς τύπτων οὐκ ἀνίη τὸ ἔρυμα, | |
καὶ κατὰ μικρὸν διασπῶν τὴν οἰκοδομίαν, ἐς τὸ ἀκριβὲς συμπε‐ | 25 | |
26 | πιλημένην οὖσαν καὶ δυσαπόσπαστον. ἐπεὶ δὲ τὰ γεῖσα, ᾗπερ διώρυττον οἱ ἐπὶ τοῦτο ταχθέντες, ἐκκρεμῆ καὶ ὑπόκενα, ὡς τὸ εἰκὸς, ἐξειργάσαντο, ὀρθοστάδην ξύλοις ὑπήρειδον, ὕλην τε τα‐ χυδᾳῆ καὶ αὖον συννήσαντες καὶ πῦρ ἐνιέντες, τῆς διώρυχος | |
5 | ὑπεξῄεσαν. τῆς δὲ φλογὸς ἀναφθείσης καὶ τῶν στηριγμάτων ἀν‐ θρακωθέντων, δύο πύργοι ὁμοῦ τῷ διαμέσῳ τούτων δομήματι τοῦ τείχους ἐξαπιναίως ἀποῤῥαγέντες, ὑφίζανόν τε, καὶ ὑπωλί‐ σθαινον, καὶ πρὸς τοὔδαφος κατεφέροντο. οἱ δὲ Κρῆτες, τῷ καινῷ τοῦ ὁράματος θαμβηθέντες, ἐπ’ ὀλίγον χρόνον τὴν μάχην | |
10 | ἐξέκλιναν, τῷ τεραστίῳ καταπλαγέντες τοῦ πράγματος. εἶτ’ αὖ‐ θις τὸν τῆς αἰχμαλωσίας καὶ δουλείας ὑπολογισάμενοι κίνδυνον, εἰς ἀῤῥαγῆ παράταξιν συνηθροίζοντο, καὶ διὰ τῶν κατεριπωθέν‐ των τειχῶν τὴν Ῥωμαϊκὴν διαβαίνουσαν φάλαγγα ἐῤῥωμενέστατα ὑπεδέχοντο, δαιμονίως τε διηγωνίζοντο, περὶ ψυχὴν κινδυνεύον‐ | |
15 | τες. ἄρτι δὲ πολλῶν ἀναιρεθέντων, ἐπεὶ πρὸς τοσαύτην ἀναν‐ ταγώνιστον ῥοπὴν οὐχ οἷοί τε ἦσαν ἀντικαθίστασθαι (ἐπέβρι‐ σαν γὰρ αἱ δυνάμεις κατόπιν, καὶ ὠθισμὸς ἀνυπόστατος ἦν), εἰς φυγὴν τρέπονται, χωροῦντες διὰ τῶν στενωπῶν· Ῥωμαῖοι δὲ ἐφεπόμενοι τούτους ἀνῄρουν ἀνηλεῶς. οἱ δὲ περιλειφθέν‐ | |
20 | τες καὶ ὅσους οὐκ ἔφθη ἐκθερίζειν ὁ πόλεμος, τὰ ὅπλα ῥίψαντες εἰς ἱκετείαν ἐτράποντο. ὅπερ ὁ στρατηγὸς θεασάμενος, τὸν ἵπ‐ πον κεντρίσας καὶ τὸν δρόμον ἐπιταχύνας, εἰσήλαυνέ τε καὶ τῶν | |
στρατιωτῶν τὴν ὁρμὴν ἀνετείχιζε, μὴ κτείνειν ἀναπείθων τοὺς | 26 | |
27 | τὰ ὅπλα ῥίψαντας ἄνδρας, μηδὲ κατὰ ψιλῶν καὶ ἀόπλων ὠμῶς καὶ ἀπανθρώπως χωρεῖν, ἀπανθρωπίας λέγων εἶναι, τὸ ὑπεῖξαν καὶ γεγονὸς ὑποχείριον διαφθείρειν ἤδη καὶ ἀποκτιννύειν ὡσπερεὶ πολέμιον. τούτοις τοῖς λόγοις μόλις ἐπέσχεν ὁ στρατηγὸς τῆς | |
5 | στρατιᾶς τὴν μιαιφόνον ὁρμήν. ηʹ. Ἐπεὶ δὲ κατὰ κράτος ἥλω ἡ πόλις, τὰ πρωτόλεια ὑφε‐ λὼν ὁ στρατηγὸς, καὶ τὸ ἀκμαῖον τῶν αἰχμαλώτων ἀνδραποδι‐ σάμενος, διειληφώς τε ταῦτα καὶ εἰς ὃν ἔμελλε κατάγειν θρίαμ‐ βον διατηρήσας ὡς μάλιστα, τὰ λοιπὰ τοῖς στρατιώταις προνο‐ | |
10 | μεύειν προτέθεικεν. οἱ δὲ διὰ τῶν δωμάτων χωροῦντες πολλὰς καὶ πολυτελεῖς ἐκαρποῦντο τὰς ὠφελείας. πλεῖστον γὰρ καὶ ἀνεξάν‐ τλητον τῶν Κρητῶν λέγεται πόλιν ἔνδον τὸν ὄλβον παρακατέχειν, ἐπὶ συχνὸν οὐχ ἥκιστα εὐημερήσασαν, εὐμενοῦς τε καὶ μειλιχίου πειραθεῖσαν τῆς τύχης, καὶ μηδέν τι τῶν ἀπευκταίων καθυπο‐ | |
15 | μείνασαν, ἃ ἡ παλίντροπος τῶν χρόνων φορὰ ὡσανεί τινας κῆρας ἐπικυλίνδειν εἴωθε· μάλιστα δὲ πειρατικαῖς καὶ λῃστρικαῖς κεχρη‐ μένην ἐκπλεύσεσι, τῶν γαιῶν ἀμφοτέρων ληΐσασθαι τὰ παράκτια, κἀκ τῶν τοιούτων ἐπιτηδευμάτων ἀποθησαυρίσαι πλοῦτον ἀμύ‐ θητον. ἀλλὰ τοῦτον μὲν τὸν τρόπον ἥλω τὸ ἄστυ καὶ πρὸς τῶν | |
20 | Ῥωμαϊκῶν ἐλήφθη χειρῶν. ἐπεὶ δὲ τὰ ἔνδον ἐκκεκόμιστο ἅπαντα, τὸν περίβολον ὁ Νικηφόρος κατασκάπτειν διακελεύεται· τοῦ δὲ πολλαχῆ κατεριπωθέντος, ἐπὶ τὴν χώραν αὖθις ἀπῆγε τὴν δύνα‐ μιν. ἀνδραποδισάμενός τε ταύτην καὶ ληϊσάμενος, καὶ τὸ ἀντί‐ | |
ξουν ἅπαν ἀναιμωτὶ παραστησάμενος, ἐπί τινα λόφον ὑψηλὸν | 27 | |
28 | καὶ ἀνάντη, οὐκ ἀπωτάτω τοῦ κατεριπωθέντος ἄστεος ὑπερκείμε‐ νον, ἴεται, καὶ παμπληθεὶ τειχίον οἰκοδομεῖν ἐγκελεύεται. ἀνεπι‐ σφαλὴς γὰρ ὁ χῶρος ἐδόκει, καὶ πρὸς ἔρυμα καρτερὸς, κρημνοῖς τε διεῤῥωγὼς καὶ φάραγξιν ἀποτόμοις ἑκατέρωθεν, κἀκ τῆς κο‐ | |
5 | ρυφῆς ἀεννάους ἀναδιδοὺς πίδακας, καὶ τοῖς ὕδασι τούτων κα‐ ταῤῥεόμενος. τοῦ δὲ ἐρύματος ἀσφαλέστατά τε καὶ στερεώτατα ἐξεργασθέντος, στρατιὰν ἀξιόχρεων τῷ χώρῳ ἐγκατοικίσας, Τέ‐ μενος τὸ ἄστυ ὠνόμασε, καὶ τὴν νῆσον ἐξημερώσας ἅπασαν, Ἀρμενίων τε καὶ Ῥωμαίων καὶ συγκλύδων ἀνδρῶν φατρίας ἐνοι‐ | |
10 | κισάμενος, καὶ πυρφόρους τριήρεις ἐς φυλακὴν ταύτης καταλι‐ πὼν, αὐτὸς τὴν λείαν καὶ τοὺς αἰχμαλώτους ἀνειληφώς, ἀνέπλει πρὸς τὸ Βυζάντιον. μεγαλοπρεπῶς τε παρὰ τοῦ αὐτοκράτορος Ῥωμανοῦ ὑποδεχθεὶς, θρίαμβον ἐπὶ τοῦ θεάτρου κατήνεγκε, παν‐ τὸς συναθροισθέντος τοῦ δήμου, καὶ τὸ πλῆθος καὶ τὸ κάλλος | |
15 | τῆς λείας θαυμάζοντος. ἑωρᾶτο γὰρ χρυσὸς καὶ ἄργυρος παμ‐ πληθὴς, καὶ νόμισμα βαρβαρικὸν ἀπέφθου χρυσοῦ, πέπλοι τε χρυσόπαστοι, καὶ τάπητες ἁλουργοὶ, καὶ παντοδαπὰ κειμήλια, εἰς ἄκρον τέχνης ἐξειργασμένα, χρυσῷ καὶ λίθοις μαρμαίροντα· πανοπλίαι τε, καὶ κράνη, καὶ ξίφη, καὶ θώρακες ἀληλιμμένα | |
20 | χρυσῷ, ἔγχη τε καὶ ἀσπίδες καὶ τόξα παλίντονα ἀριθμὸν ὑπερ‐ βαίνοντα (εἶπεν ἄν τις ἐκεῖσε παρατυχὼν, τῆς βαρβάρου γῆς τὸν ἅπαντα πλοῦτον συγκομισθῆναι τότε κατὰ τὸ θέατρον), το‐ | |
σαῦτα τὸ πλῆθος ἐτύγχανον, ὡς μιμεῖσθαί τινα ποταμὸν ἀφθό‐ | 28 | |
29 | νως εἰσρέοντα. τούτοις εἵποντο καὶ οἱ ἀνδραποδισθέντες βάρ‐ βαροι, εἰς πολυάριθμον πληθὺν συναγόμενοι. θʹ. Θριαμβεύσαντι δὲ τῷ Νικηφόρῳ καὶ παρὰ τοῦ δήμου θαυμαστωθέντι παντὸς, ὁ αὐτοκράτωρ Ῥωμανὸς δωρεάς τε φι‐ | |
5 | λοτίμους δωρεῖται, καὶ τὴν τῆς Ἀσίας αὐτῷ ἐγχειρίζει ἀρχήν. ὁ δὲ, τὴν τοῦ Δομεστίκου τιμὴν καὶ αὖθις ὑποζωσάμενος, τὸν βόσπορόν τε περαιωθεὶς, καὶ τὰς δυνάμεις ἀγηοχὼς, καὶ εἰς φά‐ λαγγα δυσάντητον καὶ δυσεκβίαστον παραταξάμενος, ᾔει διὰ τῆς τῶν Ἀγαρηνῶν γῆς. οἷς τὴν ἔφοδον ἐνωτισθεῖσι τοῦ Νικηφόρου, | |
10 | οὐκ ἀνεκτὸν ἐδόκει κατὰ χώραν τε μένειν, καὶ λόχους καθίζειν, ἐξ ἀντιστάσεώς τε διαμάχεσθαι· ἐκτρέχειν τε πρὸς τὰ φρούρια, καὶ τὰς ἐπιδρομὰς ἐκ τῶν ἐρυμάτων ἀποτροπιάζεσθαι, ἀκροβο‐ λιζομένους κατὰ τὸ ἐγχωροῦν. δεινῶς γὰρ ἐδεδοίκεισαν κατὰ συ‐ στάδην διαγωνίζεσθαι πρὸς ἄνδρα καρτερικὸν καὶ ἰσχυρογνώμονα. | |
15 | ὁ δὲ σκηπτοῦ δίκην τὴν περίχωρον ἐπεβόσκετο, δῃούμενος μὲν τὰς ἀρούρας, μυριανθρώπους δὲ κώμας ἀνδραποδιζόμενος. ἐπεὶ δὲ τὰ ἐν ποσὶ πυρὸς καὶ μαχαίρας ἔργον πεποίητο, τοῖς φρου‐ ρίοις προσβάλλει, ὧν αὐτοβοεὶ τὰ πλεῖστα ἑάλω. ὅσα δὲ τούτων ἐρυμνὰ τοῖς τείχεσι καὶ τῷ πλήθει τῶν ἔνδον ἐτύγχανον, τούτοις | |
20 | ἀντεπῆγε τὰς μηχανὰς, καὶ ἀκήρυκτον ἐπέφερε πόλεμον, ἐκθύ‐ μως τοῖς ὑπ’ αὐτὸν ἀγωνίζεσθαι προτρεπόμενος. εὐείκτως δὲ τοῖς κελεύσμασι ἐκείνου πᾶς τις ἐπείθετο. ἦν γὰρ οὐ λόγοις μόνον ἐπα‐ | |
γωγός τε καὶ πιθανὸς πρὸς τὸ εὔψυχον, ἀλλὰ καὶ τοῖς ἔργοις αὐ‐ | 29 | |
30 | τοῖς, ἐκτόπως ἀεὶ ἀγωνιζόμενος πρὸ τῆς φάλαγγος, καὶ κίνδυνον τὸν ἐπιόντα ὑποδεχόμενος, καὶ κραταιῶς ἐκκρουόμενος. ᾑρηκὼς οὖν καὶ καταβαλὼν ἐν εὐαριθμήτῳ καιρῷ τῶν Ἀγαρηνῶν ὑπὲρ τὰ ἑξήκοντα φρούρια, καὶ λείαν ὅτι πλείστην συνεκφορήσας, καὶ | |
5 | νίκην ἐπιφανεστάτην καὶ οἵαν οὐκ ἄλλος ἀναδησάμενος, ἐκεῖθεν τὴν δύναμιν ἀνελάμβανε, καὶ κατὰ τὰ σφῶν ἔστελλεν ἤθη, ἀμύ‐ θητον τὸν πλοῦτον ἀθροίσασαν· αὐτὸς δὲ πρὸς τὸν αὐτοκράτορα ἔθει, τῶν πόνων τὰ γέρα ληψόμενος. ιʹ. Ἄρτι δὲ μεσοῦντι τὴν ὁδοιπορίαν τῷ στρατηγῷ φήμη τις | |
10 | ὑπηντίαζε, τὴν ἐντεῦθεν ἐκδημίαν τοῦ ἄνακτος Ῥωμανοῦ διαγ‐ γέλλουσα. ὁ δὲ, τῷ ἀπροσδοκήτῳ τῆς φήμης ἐκταραχθεὶς, ἐπέ‐ σχε τε τὴν διαπορείαν, καὶ κατὰ χώραν ὑπέμενε. λέγεται δὲ τοῦ‐ τον τὸν τρόπον ἐκπλῆσαι τὸν βίον τὸν αὐτοκράτορα Ῥωμανόν. ἐπειδὴ παρειληφὼς τὴν ἀρχὴν ἐπιεικῆ τε καὶ μέτριον αὑτὸν καὶ | |
15 | εὐεργετικὸν τῷ ὑπηκόῳ παρείχετο, ὑποδύντες τινὲς καὶ μετελ‐ θόντες τὸν ἄνθρωπον, μοχθηροί τε καὶ δοῦλοι γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα, διαφθείρουσι τὸν καλοκἀγαθὸν τρόπον τοῦ νέου, τρυφὴν ὑποτιθέντες καὶ ἀκόλαστον ἡδονὴν, διεγείροντές τε πρὸς ἀλλοκότους ἐπιθυμίας τούτου τὴν ὄρεξιν. ἐντεῦθεν παρὰ τὸν και‐ | |
20 | ρὸν τῶν νηστειῶν, ἃς πρὸς κάθαρσιν ψυχῶν καὶ ποδηγίαν τῶν κρειττόνων ἐξεῦρον ἄνδρες θεοφορούμενοι, παρειληφότες τὸν Ῥω‐ μανὸν οἱ λοιμοὶ, ἐπὶ θηρείαν ἐλάφων ἴενται, ἐν δυσβάτοις ἐλαύ‐ | |
νοντες ὄρεσιν. ἐκεῖθέν τε ἀναζεύξαντες τὸν αὐτοκράτορα συγκο‐ | 30 | |
31 | μίζουσι περιημεκτέοντα καὶ τὰ ἐπιθανάτια πνέοντα. καί τινες μὲν ἐκ τῆς ἀκαίρου φασὶν ἱππασίας σπασμὸν ἐγγενέσθαι τούτῳ περὶ τὰ καίρια. ὡς δὲ ἡ τῶν πλειόνων ὑπόνοια ἔχει, κώνειον αὐτὸν πεπωκέναι πρὸς τῆς γυναικωνίτιδος. εἴτε δὲ ἐκείνως, εἴτε καὶ οὕ‐ | |
5 | τως, ἀμείβει τὸν βίον ὁ Ῥωμανὸς τὴν τῆς ἡλικίας ἐλαύνων ἀ‐ κμὴν, τρεῖς ἐνιαυτοὺς πρὸς πέντε μησὶ τὴν αὐτοκράτορα διϊθύνας ἀρχήν. τούτου δὲ ἐξ ἀνθρώπων γεγονότος, τὴν τῆς βασιλείας ἀρχὴν παρά τε τοῦ πατριαρχοῦντος Πολυεύκτου καὶ τῆς συγκλή‐ του βουλῆς οἱ ἐκείνου παῖδες Βασίλειος καὶ Κωνσταντῖνος, νή‐ | |
10 | πιοι κομιδῇ τελοῦντες καὶ τιθηνούμενοι, μετὰ Θεοφανοῦς τῆς μητρὸς ἐγχειρίζονται· ἥτις ἐξ ἀσήμου μὲν γένους φυεῖσα, κάλ‐ λει δὲ καὶ σώματος ὥρᾳ πασῶν τῶν τότε γυναικῶν ὑπερφέρουσα, Ῥωμανῷ συνηρμόσθη τῷ αὐτοκράτορι. ὁ δὲ Νικηφόρος (αὖθις γὰρ πρὸς τὸν εἱρμὸν ἐπάνειμι τῆς διηγήσεως) τὴν μεταβολὴν τῆς | |
15 | μεγίστης ἀρχῆς διενωτισθεὶς, παντοδαπός τις ἦν, ἄλλοτε ὑπ’ ἄλλων λογισμῶν διαταραττόμενος. τὸ γὰρ ἄπιστον τῶν πραγμά‐ των καὶ τὸ παλίντροπον τῆς τύχης καὶ ἄστατον οὐκ εἴα τὸν ἄν‐ θρωπον ἀτρεμεῖν, ὑπειδόμενον μάλιστα τὴν τοῦ Ἰωσὴφ δυνα‐ στείαν, ὅς γε ἐκτομίας ὢν καὶ μάλιστα παρὰ τὴν βασιλείαν ἑστίαν | |
20 | δυνάμενος (τῷ τοῦ παρακοιμωμένου γὰρ ἀξιώματι ἐσεμνύνετο), δυσμενῶς τῷ Νικηφόρῳ διέκειτο. ιαʹ. Ἔγνω γοῦν αὐτίκα νεωτερίζειν· ἀλλὰ δύναμιν ἐκ τοῦ παρατυχόντος ἀποχρῶσαν οὐκ ἐπαγόμενος (τὰ γὰρ στρατεύμα‐ τα πρὸς τὰς σφῶν ἐνεγκαμένας αὐτοῦ προστεταχότος ἀπῄε‐ | |
25 | σαν), ἐδεδοίκει τὸν τοσοῦτον ἀγῶνα τέως ἐπαποδύσασθαι. ἔδοξεν | 31 |
32 | οὖν ὑπερθέσθαι τὸν νεωτερισμόν· εἰσελάσαντι δὲ εἰς τὸ Βυζάντιον, καὶ κατάγοντι τὸν θρίαμβον, εἴγε τὴν στρατιὰν οἱ κρατοῦντες αὑτῷ ἐγχειρίσοιεν (ᾔδει γὰρ αὐτοῦ περιόντος μὴ ἂν ἄλλον καρτερῆ‐ σαι πρὸς τὴν τῶν βαρβάρων ἀντίστασιν παρατάττεσθαι)· ἀναλα‐ | |
5 | βεῖν τε τὰς δυνάμεις, καὶ λελογισμένως καὶ ἀνεπισφαλῶς ὑπὲρ τῶν ὅλων διαγωνίσασθαι. οὕτω δὴ γνωματεύσας καὶ βουλευσάμενος πρὸς τὸ Βυζάντιον ἴεται ἀσμενέστατά τε ὑπὸ τοῦ δήμου καὶ τῆς συγκλήτου δεχθεὶς, καὶ ὅσην ἐπήγετο λείαν θριαμβεύσας, καὶ τῷ δημοσίῳ ταμείῳ τὸν βαρβαρικὸν πλοῦτον καταθέμενος, ἐφ’ | |
10 | ἑστίας ἡσύχαζεν. ὁ δὲ Ἰωσὴφ (ἐδεδοίκει γὰρ τὴν ἐπὶ τὸ Βυζάν‐ τιον τοῦ Νικηφόρου διατριβὴν, μή τι κατὰ τοῦ κράτους νεωτε‐ ρίσειε, μάλιστα τοῦ στρατιωτικοῦ ἐκτόπως αὐτὸν στέργοντος καὶ τοῦ δήμου θαυμάζοντος, διά τε τὰ τρόπαια καὶ τὰ κατὰ πολέ‐ μους ἀνδραγαθήματα) ἐπὶ τὸ ἀνάκτορον τοῦτον ἐκαλεῖτο, εἴ πως | |
15 | αὐτὸν ψιλὸν τῆς δυνάμεως ἀπειληφὼς τῶν τε ὄψεων στερήσῃ καὶ ὑπερορίᾳ παραπέμψῃ. ἀλλὰ τὸ κακοῦργον καὶ περιπόνηρον τοῦ Ἰωσὴφ ὁ στρατηγὸς συνιεὶς (δραστήριος γὰρ ἐς τὸ ἀκριβὲς ἦν, καὶ καταστοχάσασθαι κακοτροπίαν ἀνδρὸς προχειρότατος), ἐς τὴν μεγάλην ἐκκλησίαν φοιτᾷ, καὶ τῷ ἱεραρχοῦντι Πολυεύκτῳ εἰς | |
20 | λόγους ἐλθὼν, ἀνδρὶ τήν τε θείαν καὶ ἀνθρωπίνην φιλοσοφίαν εἰς ἄκρον ἐκμελετήσαντι, καὶ βίον αἱρετισαμένῳ ἐκ νεότητος μο‐ ναδικόν τε καὶ ἄσκευον, καὶ παῤῥησίαν ὑπὲρ ἄνθρωπον κεκτη‐ μένῳ, ἣν οὐχ ἡ φύσις ἐνεποίει αὐτῷ μόνον, τομίᾳ γε ὄντι καὶ ἐς | |
ἔσχατον γῆρας ἐλάσαντι, ἀλλὰ καὶ ἡ ἀκτησία, καὶ τὸ ἀνεπίληπτον, | 32 | |
33 | καὶ τὸ λιτὸν τοῦ βίου καὶ ἀπέριττον· τούτῳ δὴ τῷ Πολυεύκτῳ, ἐπεὶ εἰς λόγους ἦλθεν ὁ Νικηφόρος, „καλάς γε“, ἔφη, „παρὰ τοῦ τῶν βασιλείων κατάρχοντος τῶν τοσούτων ἀγώνων καὶ πόνων καρποῦμαι τὰς ἀμοιβάς· ὅς γε τὸν ἀλάθητον καὶ μέγαν ὀφθαλ‐ | |
5 | μὸν λήσειν οἰόμενος, τὰ Ῥωμαϊκά μοι πλατύνοντι ὅρια ταῖς τοῦ κρείττονος εὐοδώσεσιν, οὐκ ἐνάρκησε σκαιωρήσασθαι θάνατον, μηδέπω μηδὲν εἰς τὸ κοινὸν πλημμελήσαντι, συνεισενεγκόντι δὲ μᾶλλον ὅσα μή τις τῶν νῦν τελούντων ἀνδρῶν, καὶ τοσαύτην μὲν χώραν τῶν Ἀγαρηνῶν πυρὶ καὶ μαχαίρᾳ δῃωσαμένῳ, τηλικαύτας | |
10 | δὲ πόλεις ἐκ βάθρων κατεριπώσαντι. ἐγὼ δὲ ἠξίουν, τὸν συγ‐ κλητικὸν ἄνδρα ἐπιεικῆ τε εἶναι καὶ μέτριον, καὶ μή τινα δυσμε‐ ναίνειν, καὶ ταῦτα μάτην, ἀπέραντα.“ ιβʹ. Τούτων τῶν ῥημάτων ὁ πατριάρχης ἐνωτισθεὶς, καὶ τὴν προθυμίαν ἀναφλεχθεὶς, εἰς τὰ βασίλεια εἰσελαύνει, τὸν Νικη‐ | |
15 | φόρον ἔχων συνεφεπόμενον· καὶ τὴν σύγκλητον εἰσκαλέσας, „οὐ δίκαιον,“ ἔφη, „τοὺς ὑπὲρ τῆς Ῥωμαϊκῆς εὐετηρίας ἑαυτῶν ἀφει‐ δήσαντας, καὶ πόνους καὶ κινδύνους καθυπομείναντας, εὐγνώ‐ μονάς τε καὶ μετρίους ἑαυτοὺς παρεχομένους πρὸς τὸ ὁμόφυλον, προπηλακίζειν καὶ ἀτιμοῦν, κυδαίνειν δὲ μᾶλλον καὶ ταινιοῦν. | |
20 | εἰ οὖν πείθεσθέ μοι τὰ λῴονα συμβουλεύσοντι, τὴν ἐμὴν αὐτίκα γνώμην ἐρῶ. δεῖ Ῥωμαίους ὄντας ἡμᾶς, καὶ θείοις ῥυθμιζομέ‐ νους προστάγμασι, τὰ νεογνὰ τοῦ αὐτοκράτορος Ῥωμανοῦ τέκνα, ἐπεὶ πρὸς ἡμῶν καὶ τοῦ δήμου παντὸς ἀνεῤῥέθησαν αὐτοκράτο‐ | |
ρες, εἰς τὴν προγονικὴν τιμὴν συντηρεῖν καὶ σέβας ἀπονέμειν, | 33 | |
34 | οἷον καὶ τοῖς προγόνοις αὐτῶν. ἐπεὶ δὲ καὶ τὰ βαρβαρικὰ φῦλα ληΐζεσθαι τὴν Ῥωμαϊκὴν οὐκ ἀπέχονται γῆν, συμβουλεύω, τὸν ἄνδρα τουτονὶ (τὸν Νικηφόρον ὑποδεικνὺς), ἀγχίνουν τε ὄντα καὶ ἀγαθὸν τὰ πολέμια, καὶ νίκας ὅτι πλείστας ἐπανῃρημένον, ὃ | |
5 | καὶ αὐτοὶ συνομολογεῖτε, καὶ τοῦτον τῶν ἄλλων ἐκθειάζετε μά‐ λιστα, ὅρκοις κατασφαλισαμένους μή τι κατὰ τοῦ κράτους καὶ τῆς βουλῆς μελετῆσαι ἀβούλητον, ἀνειπεῖν αὐτοκράτορα στρα‐ τηγὸν, καὶ τὰς τῆς Ἀσίας δυνάμεις ἐγχειρίσαι αὐτῷ, ὡς ἀμύνοιτο καὶ ἀναχαιτίζοι τῶν ἀλλοφύλων τὴν ἔφοδον. ταύτην γὰρ αὐτῷ | |
10 | καὶ ὁ αὐτοκράτωρ Ῥωμανὸς, ἔτι βιοὺς, ἐνεχείρισε τὴν τιμὴν, καὶ τελευτῶν ἐν ταῖς διαθήκαις ὡρίσατο, μὴ μετακινεῖν τῆς τοι‐ αύτης στρατηγίας εὐγνωμονοῦντα τὸν ἄνθρωπον.“ ταύτην ἀνει‐ πόντος τοῦ πατριάρχου τὴν γνώμην, ἐπεψήφιζέ τε ἡ βουλὴ, συν‐ ῄνει δὲ καὶ αὐτὸς ὁ παρακοιμώμενος Ἰωσὴφ, οὐχ ἑκὼν, τῇ δὲ | |
15 | ῥοπῇ τῆς συγκλήτου ἐκβιαζόμενος. καὶ δὴ ὅρκοις φρικωδεστάτοις τὸν Νικηφόρον ἐμπεδωσάμενοι, μή ποτε περιόντων τῶν νεογνῶν παίδων καὶ βασιλέων ἀπαίσιόν τι κατὰ τοῦ σφῶν κράτους βου‐ λεύσασθαι· ἐπομοσάμενοι δὲ καὶ αὐτοὶ, μηδένα τῶν ἐν τέλει ἀπεναντίας τῆς ἐκείνου γνώμης μετακινεῖν, ἢ πρὸς μείζονα ἐπα‐ | |
20 | ναβιβάζειν ἀρχὴν, μετὰ δὲ καὶ τῆς αὐτοῦ διασκέψεως κοινῇ γνώμῃ διευθύνειν τὰ τοῦ κοινοῦ, αὐτοκράτορα στρατηγὸν τῆς Ἀσίας τοῦτον ἀνακηρύξαντες τόν τε σύλλογον διαλύουσι, καὶ, τῶν βα‐ | |
σιλείων ἀπάραντες, ἐφ’ ἑστίας ἀπῄεσαν ἕκαστοι. | 34 | |
35(t1) | ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ | |
t2 | ΙΣΤΟΡΙΑΣ Γ. | |
1 | αʹ. Ἤδη δὲ τοῦ ἦρος μεσοῦντος, καὶ τοῦ φωσφόρου πρὸς τὸν ἀρκτικὸν πόλον ἠρέμα ὑπανακάμπτοντος, καὶ περὶ τὸν ταῦρον τὴν διφρείαν ἐλαύνοντος, τοῦ Βυζαντίου ἀπάρας ὁ Νικηφόρος ἐπὶ τὴν καταντιπέραν τῆς Ἀσίας χώραν καταίρει· καὶ πρὸς τὴν | |
5 | Καππαδοκῶν ἀφικόμενος (Τρωγλοδῦται τὸ ἔθνος τὸ πρόσθεν κατ‐ ωνομάζετο, τῷ ἐν τρώγλαις καὶ χηραμοῖς καὶ λαβυρίνθοις, ὡσα‐ | |
νεὶ φωλεοῖς καὶ ὑπιωγαῖς, ὑποδύεσθαι), καὶ τὴν σκηνὴν ἐκεῖσε | 35 | |
36 | πηξάμενος, πανταχόσε διαγράμματα ἔστελλε, τὸν στρατὸν παν‐ συδὶ ὡς αὑτὸν συνεγείρων καὶ ἐκκαλούμενος. ἐν ᾧ δὲ συνήρχετο τὰ στρατεύματα, τοὺς ἀμφ’ ἑαυτὸν ἐξήσκει τὰ πολέμια, καὶ τὸν θυμὸν ἔθηγε, καὶ ἐπεῤῥώννυε ταῖς καθ’ ἡμέραν μελέταις, | |
5 | καὶ τὴν ἐνόπλιον ἐξεπαίδευε περιδίνησιν, θαμὰ ταῖς σάλπιγξιν ἐγκελευόμενος ἐπηχεῖν, καὶ τὰ τύμπανα παταγεῖν, καὶ ἀλαλάζειν τὰ κύμβαλα, ἐφ’ ἵππων τε ὑπεράλλεσθαι, καὶ τόξοις βάλλειν κατὰ σκοπὸν, καὶ ἀκοντίζειν εὐστοχώτατα· καὶ οὐδὲν ὅ,τι πα‐ ρεῖτο τούτῳ τῶν πρὸς τὸ πολεμεῖν ἐξευρημένων. ἐν ᾧ δὲ ὁ στρα‐ | |
10 | τηγὸς ἐξεπαίδευε τὸν στρατὸν, καὶ τὴν ἄφιξιν τῆς λοιπῆς στρα‐ τιᾶς ἐξεδέχετο (δεδογμένον γὰρ ἦν αὐτῷ, κατὰ τοῦ Χαμβδᾶν καὶ τῶν Ταρσέων ἐκστρατεύειν ὡς μάλιστα), ὁ παρακοιμώμενος Ἰω‐ σὴφ, τὸ τοῦ Νικηφόρου μεμεριμνημένον καὶ λελογισμένον ἐννοῶν, καὶ προσέτι τὸ ἀνδρικὸν αὐτοῦ καὶ γενναῖον παράστημα, ὑπειδό‐ | |
15 | μενός τε, μή πως τῆς στρατιᾶς συναλισθείσης περὶ αὐτὸν νεώτε‐ ρόν τι σκαιωρήσοιτο, ἐπάλλετό τε τὴν καρδίαν καὶ τῆς ἀβουλίας αὑτὸν κατεμέμφετο, ὅπως ζωγρίαν κατέχων ὡς ἐν δικτύῳ αἱμά‐ των ἄνδρα οὐ κατειργάσατο, ἀλλ’ ἔλαθε τοσαύτῃ πανοπλίᾳ τοῦ‐ τον ὀχυρωσάμενος. συννοίας οὖν ὑπόπλεως γεγονὼς, ἠρεμεῖν οὐκ | |
20 | ἠνείχετο, ἀλλ’ ἀβίωτον τὸν βίον ἐτίθετο. ἀνασκοποῦντι δὲ τού‐ τῳ καὶ πολλοὺς διελίττοντι λογισμοὺς, τίνα τὸν τρόπον τῆς το‐ σαύτης δυναστείας μετακινήσῃ τὸν στρατηγὸν, μία τις ἐσῄει μη‐ χανὴ, δι’ ἧς ᾤετο τὴν ἐκείνου ἀρχὴν, ὡσεί τινα πέλεκυν τῷ αὐ‐ | |
χένι προσεπικειμένην, ἀποσκευάσασθαι | 36 | |
37 | βʹ. Τὸν Μαριανὸν οὖν εἰσκαλέσας, ἄνδρα μὲν τῷ τῶν πα‐ τρικίων τετιμημένον ἀξιώματι καὶ τῶν Ἰταλικῶν στρατευμάτων ἤδη κατάρξαντα, εὐρίπιστον δὲ τὴν ἄλλως καὶ θερμουργὸν, ἐξεῖ‐ πε τὸ ἀπόῤῥητον, ἐν παραβύστῳ που κοινολογησάμενος, καὶ, „εἴ | |
5 | μοι,“ φησὶ, „πεισθεὶς τὴν τῆς ἀνατολῆς ἀναδέξῃ ἀρχὴν, αὐτο‐ κράτορά σε θᾶττον ἀποφανῶ, καὶ ἐπὶ τῶν βασιλικῶν θρόνων ἐπαναβιβάσω.“ „εὐφήμει,“ ἔφη πρὸς τὸν λόγον ὁ Μαριανός· „πί‐ θηκον διερεθίζων καὶ προτρεπόμενος καθωπλισμένῳ γίγαντι δια‐ μάχεσθαι, ὃν οὐ μόνον τὰ πρόσοικα φῦλα πέφρικε τῶν ἐθνῶν, | |
10 | ἀλλὰ καὶ ὅσα ἀνίσχων τε καὶ δυόμενος ὁ ἥλιος ἐφορᾷ. ἀλλ’ εἰ δοκεῖ συνεισενεγκεῖν τινα γνώμην ἀμηχανοῦντι καὶ σκυθρωπάζον‐ τι, αὐτίκα ἐρῶ. τὸν Ἰωάννην, ὃν κικλήσκουσι Τζιμισκῆν, οἶ‐ σθα τὸν ἄνδρα φιλότιμόν τε ὄντα καὶ λίαν φιλόνικον, καὶ ἀγα‐ θὸν τὰ πολέμια· ὃν δεύτερον μετά γε τὸν στρατηγὸν ἡ στρατιω‐ | |
15 | τικὴ φάλαγξ τίθεται καὶ τιμᾷ. τὴν τῶν στρατευμάτων οὖν, εἰ δοκεῖ, τούτῳ ἐπίστρεψον ἀντίληψιν· καὶ, οἶμαι, παραβολώ‐ τατος ὢν ὁ ἀνὴρ καὶ τολμητίας ἐπιεικῶς, ὑποστήσεται τὸ ἐγχεί‐ ρημα· καὶ ᾗ ἂν ἡγοῖτο, ἕψεται ἡ πληθὺς, καὶ τὸ δοκοῦν σοι περαιωθήσεται. ἄλλως δὲ μὴ οἴου σὺ κατασείειν πύρ‐ | |
20 | γον ἀτίνακτόν τε καὶ ἀδιάσειστον.“ ταύτην δεξάμενος ὁ Ἰωσὴφ τὴν εἰσήγησιν, τοὺς ἐξ αἵματος Νικηφόρῳ προσήκοντας, καὶ τοὺς ἄλλους ἀνημμένους αὐτῷ τῶν ἀξιωμάτων τε παγανοῖ, καὶ εἰς ὑπερορίαν ἐκπέμπει· γραμματεῖον δὲ σφραγῖσιν ἐνσημηνάμε‐ | |
νος τῷ προῤῥηθέντι Ἰωάννῃ στέλλει ἐν τοῖς πατρικίοις τελοῦντι | 37 | |
38 | καὶ στρατηγοῦντι τῶν ἀνατολικῶν, ἀνδρὶ ῥωμαλέῳ καὶ νεανικῷ, καὶ τὴν ὁρμὴν δυσάντητον κεκτημένῳ καὶ δυσεκβίαστον. ἡ δὲ τοῦ γραμματείου ὑφήγησις ταυτὶ διηγόρευε· „τὸ δύσνουν καὶ κακόηθες τοῦ Φωκᾶ ὑπειδόμενος, καὶ τὴν κακοῦργον σκέψιν, ἣν ἐκεῖνος τρέ‐ | |
5 | φει καθ’ ἑαυτὸν, ἐκκόψαι βουλόμενος, ἔγνων ἀνακαλύψαι τὸ ἀπόῤ‐ ῥητον τῇ περιφανείᾳ σου, εἴ πως τὴν ἐκείνου δυσκάθεκτον ὁρμὴν, σοῦ συνεργοῦντος, ἀναχαιτίσωμεν. βούλεται γὰρ ὅσον οὔπω τυ‐ ραννήσειν, καὶ τὴν τῆς βασιλείας ἀρχὴν σφετερίσασθαι. ἀλλ’ αὐτὸς τὴν ἔκσπονδον ἐκείνου ἐκκόπτων ὁρμὴν, τὴν τῶν στρατευμάτων | |
10 | πρόνοιαν ἐξαυτῆς ἐκείνου μὲν ἀφαιροῦμαι, τῇ δὲ σῇ ἀνατίθημι ἐνδοξότητι. μετὰ μικρὸν δὲ σὲ καὶ εἰς αὐτὴν ἀναβιβάσω τὴν τῆς βασιλείας περιωπήν. σὺ δὲ τὸν ὑπέρμαχον καὶ ἀλαζόνα Φω‐ κᾶν δεσμώτην ἀποφηνάμενος θᾶττον παράπεμψον ὡς ἡμᾶς.“ γʹ. Τὸ τοιοῦτον οὖν γραμματεῖον ὁ Ἰωάννης ἀπειληφώς, | |
15 | ἀνειλήσας τε καὶ τὴν ἐν αὐτῷ πραγματείαν ἀναλεξάμενος (τὴν τῆς ἀνατολῆς δὲ αὐτῷ δυναστείαν, καὶ αὖθις τὴν τῶν ὅλων ἀρχὴν καὶ διακατοχὴν τούτων, ὥς μοι ἤδη εἴρηται, κατεπηγγέλλετο ἡ γραφὴ, εἴ γε τῆς στρατιᾶς μετακινήσοι τὸν Νικηφόρον καὶ τοῦ πλήθους ἀποσκευάσοιτο), τῶν τόπων ἀπάρας ἐν οἷς ἀνεστρέφετο, | |
20 | ἠπείγετο πρὸς τὸν στρατηγόν. προελθὼν δὲ παρὰ τὴν σκηνὴν τὴν στρατήγιον, καὶ αὐτῷ παρακαθισάμενος (ἀνεψιὸς γὰρ πρὸς μητρὸς ὁ Ἰωάννης τῷ Νικηφόρῳ ἐχρημάτιζε), „σὺ μὲν,“ ἔφη, „ὦ γενναῖε, | |
βαθὺν ὕπνον καθεύδεις, καὶ ὑπὲρ τὸν Ἐνδυμίωνα, ὥς φασιν· | 38 | |
39 | ὁ δὲ τῆς βασιλικῆς κατάρχων αὐλῆς, ὁ χρηστὸς Ἰωσὴφ, τὸν σὸν μανιώδει καὶ μιαιφόνῳ ῥοπῇ κατεργάζεται θάνατον, καὶ, ὅσον τὸ ἐπ’ ἐκείνῳ, ὁ τῶν Ῥωμαίων ἀκαταγώνιστος ἐξείργασται στρα‐ τηγὸς, καὶ τὸ τούτου αἷμα ἐκκέχυται· καὶ ταῦτα παρ’ ἀνδρα‐ | |
5 | ρίου (ὦ πόνοι, καὶ μάχαι, καὶ ἀρετή) ἀμφιβόλου τε καὶ ἀνάν‐ δρου, καὶ γυναίου τεχνητοῦ, καὶ πλείω τῶν ἐν τῇ γυναικωνίτιδι δρωμένων εἰδότος μηδέν. ἀλλὰ διανάστα, ὦ ’τὰν, εἰ δοκεῖ· καὶ γενοίμεθα τῶν ἡμῶν λογισμῶν, ὅπως μὴ ὡς ἀνδράποδα πα‐ ραπολώμεθα, γενναῖον δέ τι καὶ ἀνδρικὸν ἐργασοίμεθα, ὡς ἂν | |
10 | γνῷ καὶ Ἰωσὴφ, καὶ εἴ τις ἄλλος εἴη τὰ ἐκείνου πρεσβεύων, μὴ πρὸς ἁπαλὰ καὶ σκιατραφῆ διαμιλλώμενοι γυναικάρια, πρὸς ἄν‐ δρας δὲ ἀκαταγώνιστον κεκτημένους ἰσχὺν, καὶ οὓς ἡ βάρβαρος φρίττει καὶ τέθηπε.“ ταῦτα εἰπὼν, καὶ τῶν κόλπων τὸ γραμμα‐ τεῖον ἐξενεγκὼν, τῷ στρατηγῷ ἐνεχείρισεν. ὁ δὲ τοῦτο μετελ‐ | |
15 | θὼν καὶ τὰ ἐν αὐτῷ θυμοφθόρα καὶ θυμαλγῆ ἐπιγνοὺς, μι‐ κρὸν ἐπισχὼν καὶ λειποθυμήσας (ἔτυχε γὰρ ἠρέμα νοσηλευό‐ μενος τὸ σωμάτιον), εἶτ’ αὖθις ἀνενεγκὼν καὶ, „λέγε,“ φη‐ σὶν, „ἀνδρειότατε, τί δεῖ περὶ τούτου σκοπεῖν;“ ὁ δὲ, „καὶ αὖθις,“ ἔφη, „σκοπεῖν λέγεις, πράττειν ὅ,τι καὶ δεῖ; οὐκ | |
20 | ἐκνήψεις ὀψὲ γοῦν, ὦ ἀγαθὲ, οὐδὲ τὸν τοσοῦτον κάρον ἀπο‐ τινάξῃ τῶν ὀφθαλμῶν, ἀλλ’ ἐν ἀφύκτῳ κινδύνῳ περιληφθέντας ἡμᾶς ὅ,τι καὶ δεῖ δρᾷν ἐρωτᾷς; περὶ τῶν ὅλων διακινδυνεύειν | |
φημὶ, τοσαύτην μὲν πανοπλίαν ἐπαγομένους, τοσαύτην δὲ στρα‐ | 39 | |
40 | τιὰν, ψυχῆς τε ἀνδρείᾳ σπαργῶσαν καὶ σώματος ῥώμῃ φλε‐ γμαίνουσαν. ἄτοπον γὰρ ἐμοὶ καὶ οὐ φορητὸν καταφαίνεται, ὑπὸ τομίου οἰκτροῦ ἐκ τῆς Παφλαγονικῆς ἐρημίας τῇ πολιτείᾳ παρεισφθαρέντος, τοὺς τῶν Ῥωμαίων ἄγεσθαι στρατηγοὺς, καὶ | |
5 | τῇδε κἀκεῖσε παρέλκεσθαι τῆς ῥινὸς, ὡς ἀνδράποδα. ἀλλ’ ἕπου τὴν ταχίστην, εἴ γε μὴ βούλῃ ζωγρίας ληφθεὶς τὰ πήματα δεινὰ πείσεσθαι.“ δʹ. Τοιαύτην ἀνειπόντος τοῦ Ἰωάννου παραίνεσιν, διανέστη τε πρὸς ἀλκὴν ὁ Νικηφόρος, καὶ τὰ ὅπλα καθυποδὺς τὴν ἐπὶ | |
10 | Καισαρείας ἅμα τῷ Ἰωάννῃ ἠπείγετο πανστρατί· καὶ τηνικαῦτα πηξάμενος χάρακα τὴν στρατιὰν ὑπεδέχετο. ἐπεὶ δὲ ἐντὸς ὀλίγων ἡμερῶν ἅπαν τὸ τῆς Ἀσίας πρὸς αὐτὸν συνήθροιστο στράτευμα, ἡμέρας ἤδη διαφαυούσης, καὶ τῶν ἡλιακῶν ἀκτίνων ὑφαπλου‐ μένων τῇ γῇ (Ἰούλιος εἶχεν ἀρχὴν), οἱ τὰς τοῦ στρατοῦ παρειλη‐ | |
15 | φότες ἡγεμονίας ἅμα τῷ στρατηγῷ Ἰωάννῃ τὰ ξίφη γυμνώσαντες καὶ τὴν στρατήγιον σκηνὴν κυκλωσάμενοι (προστεταγμένον δὲ τοῦτο πρὸς τοῦ Ἰωάννου τοῖς στρατηγοῖς καὶ λοχαγοῖς ἦν, ὅς γε δεινὸν ἐποιεῖτο, εἰ ἄνδρας αἱμάτων ἀγεννὴς ἐκτομίας μετὰ νηπίων τιθηνουμένων καθυποτάσσοι, ᾗ ἂν αὐτῷ δεδογμένον | |
20 | εἴη), αὐτοκράτορα Ῥωμαίων καὶ κραταιὸν βασιλέα τὸν Νικη‐ φόρον ἐφήμιζον, πολυχρόνιον κράτος αὐτῷ ἐπευχόμενοι. ὁ δὲ τὰ πρῶτα μὲν ἀπείπατο τὴν τοιαύτην ἀρχὴν, τὸ τοῦ ὕψους ἐπίφθο‐ νον εὐλαβούμενος, καὶ τὸν τῆς συνεύνου καὶ τοῦ υἱοῦ Βάρδα προϊσχόμενος θάνατον, ὃς αὑτῷ τῆς ἡλικίας τὸ βιώσιμον ἕλκων, | |
25 | ἄρτι πυραυγεῖ τῷ ἰούλῳ περιαστράπτων τὴν γένυν, κατὰ παι‐ | 40 |
41 | διὰν οὐ πρὸ πολλῶν τῶν χρόνων πρὸς αὐτανεψιοῦ αὐτοῦ (Πλεύσης τὸ μειράκιον ὠνομάζετο) κοντῷ τὴν βλεφαρίδα τιτρώσκεται· ὁ δὲ Πλεύσης, δείσας ἐπὶ τῷ τραύματι, τὸν κοντὸν διαφίησι τῆς χειρός· τοῦ δὲ σαυρωτῆρος τῷ οὔδει ἐνερεισθέντος σφοδρὰν γε‐ | |
5 | νέσθαι συμβέβηκε τὴν ἀντέρεισιν, ὡς τὴν αἰχμὴν τὸ κρανίον ἀν‐ τιτορήσασαν διαμπερὲς διελθεῖν, καὶ αὐθωρὸν ἄναυδον τὸν Βάρ‐ δαν τοῦ ἵππου καταπεσεῖν. τοιαύτην ὁ Νικηφόρος προτεινόμενος πρόφασιν παρῃτεῖτο τὴν ἀρχὴν, καὶ Ἰωάννῃ τῷ Τζιμισκῇ παρε‐ χώρει τῆς τοιαύτης ἐπιβῆναι τιμῆς, καὶ τῶν σκήπτρων ἀνθέξε‐ | |
10 | σθαι. οὐκ ἠνείχετο δὲ τῶν τοιούτων λόγων οὔτε τις τῶν τοῦ στρα‐ τοῦ, οὔτε μὴν αὐτὸς ὁ Ἰωάννης· ἀλλ’ ὁμοθυμαδὸν αὐτὸν ἐπευ‐ φήμουν, σεβάσμιόν τε καὶ βασιλέα Ῥωμαίων προσαγορεύοντες. ὁ δὲ καταδέχεται τὴν ἀρχὴν, καὶ τὸ ἐρυθρὸν πέδιλον, ὃ τῆς βασι‐ λείας παράσημον μέγιστον πέφυκεν, ὑποδύεται, μικρὰ φροντίσας | |
15 | τῶν φρικωδεστάτων ὅρκων, οὓς πρός τε τὸν πατριάρχην Πολύευ‐ κτον κατέθετο καὶ τὴν σύγκλητον. τὸ γὰρ ἀστάθμητον τῆς τύχης καὶ ἄδηλον, καὶ τὸ τοῦ Ἰωσὴφ δυσμενές τε καὶ ἄσπονδον ὑπολο‐ γιζόμενος, ἠπείγετο προτερήσειν τὴν τοῦ ἀνδρὸς κακοήθειαν, ἐν τῷ τὰ κατ’ αὐτὸν εὖ θέσθαι, καὶ ὡς οἷόν τε ἀσφαλίσασθαι. τῷ τοι | |
20 | καὶ δεύτερα τὰ φθάσαντα τῆς ἑαυτοῦ σωτηρίας ἡγούμενος, παρὰ φαῦλον τὴν ὁρκωμοσίαν ἐτίθετο. τοῦτον δὴ τὸν τρόπον τῆς βα‐ σιλείας ἀρχὴν ὁ Νικηφόρος ἀναδεξάμενος, τῆς σκηνῆς προῆλθεν, ἀκινάκην διεζωσμένος καὶ δόρατι σκηριπτόμενος· ἐξ ἀπόπτου τε | |
καί τινος περιωπῆς κατὰ τὸ ὕπαιθρον στὰς, ἔλεξε τοιάδε· | 41 | |
42 | εʹ. „Ὅτι μὲν οὐκ ἐφέσει τυραννίδος, ὦ συστρατιῶται, τόδε τὸ σχῆμα τῆς βασιλείας ἀνείληφα, κατανάγκῃ δὲ ὑμῶν τοῦ στρα‐ τοῦ βιασθεὶς, μαρτυρεῖτέ μοι καὶ αὐτοὶ, οἵ γε καὶ ἀποτροπια‐ ζόμενόν τε τὴν τοσαύτην φροντίδα καὶ πρόνοιαν τοῦ παντὸς, καὶ | |
5 | ἄκοντα κατηναγκάσατε δέξασθαι. ὅτι δὲ εὐνοίᾳ μᾶλλον ὑμῶν τε καὶ ἀσφαλείᾳ ἑαυτοῦ πρὸς τὸν τοσοῦτον ἀγῶνα ἐπέδωκα ἐμαυτὸν, εἰδέναι βούλομαι πάντας ὑμᾶς. μαρτύρομαι δὲ τὴν τὸ πᾶν διευ‐ θύνουσαν πρόνοιαν, ὡς πρόθυμός εἰμι, καὶ αὐτὴν τὴν ψυχὴν θεῖναι ὑπὲρ ὑμῶν, καὶ οὐκ ἄν μέ τι τῶν ἀηδῶν τοῦ τοιούτου | |
10 | ἀπαγάγοι σκοποῦ. ἐπεὶ οὖν οὐκ ἠνέγκατε τὴν τομίου ἔκσπονδον ἀπόνοιαν καὶ τὴν λυσσώδη καὶ ὀργῶσαν ἐκείνου αὐθάδειαν εἰς ἔργον χωρῆσαι, ἀλλ’ ὡσανεί τινα βαρυκάρδιον ἐπιστάτην ἀποσει‐ σάμενοι, ἐμὲ βασιλεύειν ὑμῶν ᾑρετίσασθε, ἐπὶ τῶν πραγμάτων δείξω σαφῶς, ὅτι τε ᾔδειν ἄρχεσθαι, καὶ νῦν ἄρχειν ἀνεπισφα‐ | |
15 | λῶς σὺν θεῷ ἐξεπίσταμαι. εὔνοιαν οὖν ἔχων ὥς τις φιλόπαις πατὴρ, συμβουλεύω πᾶσιν ὑμῖν ὡς υἱοῖς φιλοπάτορσι, μὴ πρὸς ῥᾳστώνην καὶ τρυφὴν ἀπιδεῖν, ἀλλ’ ἐγρηγορέναι καὶ νήφειν, καὶ τὰ συμπίπτοντα εὐπρεπισμένως προσδέχεσθαι. τεκμαίρομαι γὰρ, μὴ ἀναιμωτὶ διακριθῆναι τὰ πράγματα. καὶ γὰρ, ὅσον εἰς ἀνέ‐ | |
20 | φικτον ὕψος τῆς βασιλείας τὸ κράτος ἀνέστηκε, τοσοῦτον καὶ ὁ φθόνος καὶ ὁ πόλεμος περὶ αὐτὴν αὔξεται διαμιλλώμενα. οὐ πρὸς Κρῆτας οὖν ὑμῖν ἡ πάλη, οὐδὲ πρὸς Σκύθας καὶ Ἄραβας, οὓς | |
τῇ σφῶν ἀρετῇ διεχειρισάμεθα, ἀλλὰ πρὸς τὴν τῶν Ῥωμαίων | 42 | |
43 | πολιτείαν, καθ’ ἣν ἄκρατα πανταχόθεν εἰσρεῖ, καὶ ἣν οὐκ ἔνι αὐτοβοεὶ ὥς τι τῶν φρουρίων ἑλεῖν· θαλάσσῃ τε περιῤῥεόμενον καὶ εὐερκῆ οὖσαν, καὶ πυργώμασιν ἐρυμνοῖς περικλειομένην ἑκα‐ σταχοῦ, καὶ ἡβῶντι λαῷ περιπλήθουσαν, καὶ χρυσῷ καὶ πλούτῳ | |
5 | καὶ ἀναθήμασι πολλῷ τῆς οἰκουμένης διαφέρουσαν. δεῖ οὖν τὸ γενναῖον ἀνειληφότας παράστημα, ᾧ κεχρημένοι παρὰ τὰς μάχας τὸ ἀντίξουν ἅπαν κατηγωνίζεσθε, καὶ ὑπὲρ τὸ ἐνὸν ἄρτι μᾶλλον κατὰ τῶν ἀντιπάλων χωρεῖν. πέπεισμαι γὰρ ἕξειν ἐπὶ τουτονὶ τὸν ἀγῶνα συνεργὸν καὶ τὸν κρείττονα. τὰς γὰρ σπονδὰς καὶ τοὺς | |
10 | ὅρκους οὐχ ἡμεῖς, τὸ τοῦ Ἰωσὴφ δὲ διέφθειρε δυσμενὲς, ὃς τοὺς ἐμοὺς ἀγχιστεῖς ἐπὶ προφάσει μηδεμιᾷ ὑπερορίᾳ παρέπεμψεν, ἐμοὶ δὲ τούτων εἰδηκότι μηδὲν, ὠμῶς καὶ ἀφιλανθρώπως θάνατον ἐσκαιώρησε. τὰς δὲ ξυμβάσεις οὐχ οἱ πρώτως ἐπὶ τὰ ὅπλα χω‐ ροῦντες διαλύειν ᾠείθασιν, ἀλλ’ οἱ ἐν σπονδαῖς τοῖς ὁμοφύλοις | |
15 | ἐπιβουλεύοντες. δόξαν τε τὴν ἐμὴν ἀναλογιζόμενοι, ὑφ’ ἧς στρα‐ τηγούμενοι ὑπὲρ ἀριθμὸν κατωρθώσατε τρόπαια, καὶ τὴν σύν‐ τροφον ὑμῶν εἴπερ ἄλλοτέ ποτε παραθήξαντες ἀρετὴν, ἕπεσθε ἀνεπιστρόφως, ᾗ ἂν ἡ πρόνοια ἡγῆται, καὶ αὐτὸς ὁρμῶ.“ ϛʹ. Ταῦτα εἰς ἐπήκοον τῆς στρατιᾶς ὁ Νικηφόρος διεξελ‐ | |
20 | θὼν πάντων ἐπέῤῥωσε τὰ φρονήματα, καὶ προθυμίαν ἀδιήγητον | |
ἐνεστάλαξε ταῖς ψυχαῖς, ὡς οἴεσθαι μήτινα πολέμου ῥοπὴν ἐξ | 43 | |
44 | ἀντιστάσεως ἀνθαμιλληθῆναι τῷ τοιούτῳ κινήματι. δαιμονίως γὰρ αὐτὸν ἔστεργε τὰ στρατεύματα, καὶ πᾶς τις αὐτοῦ τοῖς αὐ‐ χήμασιν ἐσεμνύνετο. καὶ γὰρ ἐν πολέμοις ἀναστραφεὶς ἐκ νεό‐ τητος, καὶ φοβερὸς ἀναδειχθεὶς ἐν τοῖς κατὰ τάξιν καὶ μάχας ἀν‐ | |
5 | δραγαθήμασιν, οὐ μόνον τὴν ἀλκὴν ἄμαχος ἐτέλει καὶ περιδέ‐ ξιος, ἀλλὰ καὶ τὴν φρένα κατηρτυμένος καὶ τὴν παντοδαπὴν ἀρετὴν ἀπαράμιλλος. εὐθὺς οὖν εἰς τὴν τῶν Καισαρέων ἐκκλη‐ σίαν νέων, ἐκεῖθεν ἐπὶ τὴν σκηνὴν ἐπανέστρεφε, καὶ τὸν Ἰωάν‐ νην τῷ τοῦ Μαγίστρου τιμήσας ἀξιώματι, Δομέστικον τῆς Ἀνα‐ | |
10 | τολῆς ἀνηγόρευσεν, ἐντάλματά τε καὶ διατάγματα πανταχοῦ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἐξέπεμπε, καὶ στρατηγοὺς προχειρισάμε‐ νος ἐπὶ τὸν Εὔξεινον, καὶ τὰ παράκτια πάντα, καὶ Ἄβυδον ἔστελλεν, ἀπτέρῳ τάχει ἀπιέναι τούτοις ἐγκελευσάμενος· τοῦτο τάχα, ὡς ἔοικε, προμηθούμενος, πρὸ τοῦ διαπτῆναι τὴν φήμην | |
15 | τῆς ἀναῤῥήσεως, τῆς ὑγρᾶς τοὺς πορθμοὺς καὶ τοὺς πόρους προ‐ κατασχεῖν. οὕτω γὰρ ᾤετο κατὰ νοῦν αὑτῷ χωρήσειν τὰ πρά‐ γματα, καὶ μὴ ἐπινεμεσήσειν τὴν τύχην αὑτῷ, ἐπιμειδιᾶσαι δὲ μᾶλλον ἱλαρόν τι καὶ ἥμερον, εἴ γε προτερήσοι τὴν τῶν ἐπικαι‐ ροτάτων χωρίων κατάληψιν. ταῦτα ὁ Νικηφόρος διαπραξάμενος, | |
20 | καὶ εἰς ἀῤῥαγῆ συνασπισμὸν καταπυκνώσας τὰς φάλαγγας, καὶ ὁπλισμοῖς αὐτὰς εὐερκέσιν ἀσφαλισάμενος, τῆς Καισαρείας ἀπά‐ ρας ἐπὶ τὴν βασιλεύουσαν ἴετο· ἐπιστολήν τε χαράξας καὶ Φιλο‐ | |
θέῳ τῷ Εὐχαΐτων ἐπισκόπῳ ἐγχειρίσας, πρός τε τῶν ἐκκλησια‐ | 44 | |
45 | στικῶν ἐπειλημμένον οἰάκων Πολύευκτον ἔστειλε, καὶ Ἰωσὴφ τὸν τῶν τυραννείων κατάρχοντα, καὶ τὴν σύγκλητον. ὡς ἐν κεφαλαίῳ δὲ ταυτί πως διαπήγγελλεν ἡ γραφή· δέξασθαί τε αὐτὸν αὐτοκρά‐ τορα, περιφρουρήσοντα καὶ εἰς αὔξησιν ἡλικίας σωμασκήσοντα | |
5 | τοὺς τοῦ ἄνακτος Ῥωμανοῦ παῖδας· καὶ προσέτι τὰ μέγιστα τὴν πολιτείαν ὀνήσοντα, καὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς τὴν ἐπικράτειαν αὐ‐ ξήσοντα τοῖς κατὰ πολέμους ἀνδραγαθήμασιν. εἰ δὲ μὴ τοῦτο βουληθεῖεν, αὐτοῖς μεταμελήσειν τῆς ἀβελτερίας μετέπειτα, ὁπη‐ νίκα σιδήρῳ καὶ σφαγαῖς τὰ πράγματα διακρίνοιντο· καὶ καιρὸς | |
10 | οὐ μέτεστι δικαιολογίας τοῖς αἱρετισαμένοις τῶν βελτιόνων τὰ χείριστα. ζʹ. Ταύτην ὡσεί τινα ῥῆσιν ἀπὸ Σκυθῶν ὁ Ἰωσὴφ δεξάμενος τὴν γραφὴν, καὶ, ὥσπερ ὕσπληγί τινι ἢ μύωπι τὴν καρδίαν βλη‐ θεὶς, τὸν μὲν ἐπίσκοπον πεδήτην ἀπέφηνεν, εἱρκτῇ παραπέμ‐ | |
15 | ψας· τὸν Μαριανὸν δὲ, καὶ τὸν Πασχάλιον, καὶ τοὺς Τορνι‐ κίους, ἐν Πατρικίοις τελοῦντας καὶ θερμουργοὺς πεφηνότας ἑται‐ ρισάμενος, καὶ Μακεδονικὴν αὐτοῖς ἐγχειρίσας φάλαγγα, ἀντεί‐ χετο κραταιῶς, ἀποτειχίζων τῷ Νικηφόρῳ τὴν εἰς τὸ Βυζάντιον πάροδον. ἐν τούτοις οὖν τῶν πραγμάτων ᾐωρημένων, Λέων ὁ | |
20 | τοῦ Νικηφόρου σύναιμος, οὗ καὶ πρώην ὁ λόγος κατὰ παραδρο‐ μὴν τὰ περὶ τὰς μάχας ἐπεξηγήσατο τρόπαια, εὐκαιρίας δραξά‐ μενος (ἔτυχε γὰρ ἐπιχωριάζων τῷ Βυζαντίῳ) τῶν τινος βαναύσων ὑποδὺς ἀμπεχόνην καὶ διὰ τῶν ὑπονόμων τοῦ τείχους ὑπολι‐ | |
σθήσας, ἀκατίῳ προσεπιβὰς, ἐπὶ τὸν Νικηφόρον ἀπέπλευσεν, | 45 | |
46 | αὐτοῦ που περὶ τὰ ἐν τοῖς Ἡρίοις ἀνάκτορα εἰσελάσαντα, καὶ τὸν στρατὸν διατάττοντα. τότε καὶ Βάρδας, ὁ τούτων γενέτης, ἐν τοῖς μαγίστροις τελῶν καὶ εἰς γῆρας βαθύτατον ἐληλακὼς, τὸν ἐκ τοῦ Ἰωσὴφ κίνδυνον ὑπειδόμενος, δέει περιληφθεὶς ἱκέτης ἱε‐ | |
5 | ροῦ τοῦ μεγάλου καθίστατο· ἀνὴρ ἐξ αὐτῆς ἥβης ἐν πολέμοις καὶ μάχαις ἀναστραφεὶς, κἀν τῷ τοῦ Δομεστίκου τῶν σχολῶν ἐπὶ συχνὸν χρόνον ἐνδιαπρέψας ἀξιώματι. ὁ δὲ Μαριανὸς καὶ ὁ Πασχάλιος τὴν τῶν Μακεδόνων σπείραν κατὰ τὰς ἀγυιὰς περι‐ φέροντες, ἐμβρενθυόμενοί τε κενῷ κόμπῳ καὶ ἐξυπτιάζοντες, | |
10 | νεώτερα ῥᾳδιουργεῖν οὐκ ἐνέλιπον· ὡς ἐκμανέντα τὸν δῆμον πρὸς ἀλκὴν ἀπιδεῖν, καὶ αὐτοῖς ἀντικαταστῆναι συστάδην εἰς μάχην, καὶ εἰς φυγὴν ὕπαιθρον κατακλεῖσαι, ὡσεί τινα μειράκια ἁβρο‐ δίαιτα καὶ μάχης ἀπείρατα. τηνικαῦτα λέγεται καὶ γύναιον σκεῦος κεραμοῦν χοὸς ἀνάπλεον, τῶν πρὸς κηπείαν ἐπιτηδείων, ταῖς | |
15 | χερσὶ τοῦ τέγους ἀράμενον ἀκοντίσαι κατὰ τοῦ Μαριανοῦ, καὶ τοῦτον κατὰ τοῦ κροτάφου βαλεῖν· οὕτω δὲ καιρίαν γενέσθαι τὴν βολὴν, ὡς καταγνύναι τε τὸ κρανίον καὶ προσαραχθῆναι αὐτῷ τὸν ἐγκέφαλον, καὶ δευτεραῖον τὸν βίον ἀπολιπεῖν. ἐκ τούτου παῤῥησίαν ὁ Βασίλειος εἰληφώς, ὃς ἐκτομίας μὲν ἦν καὶ τῷ τοῦ | |
20 | παρακοιμωμένου καὶ αὐτὸς ἐπὶ τῶν τοῦ αὐτοκράτορος Κωνσταν‐ τίνου καιρῶν ἐνδιέπρεψεν ἀξιώματι, νόθος υἱὸς ἐκ Σκυθίδος τῷ παλαιοτάτῳ αὐτοκράτορι Ῥωμανῷ γεννηθεὶς, δραστήριος δὲ, καὶ | |
τὸ παριστάμενον αὑτῷ εἰς ἔργον ἐξενεγκεῖν προμηθέστατος, ἅτε | 46 | |
47 | τὸ γένος ἔχων ἐπίμικτον· τότε δὲ διάφορός τε, καὶ ἄλλως δύσνους τῷ Ἰωσὴφ διακείμενος, τοὺς οἰκογενεῖς θώραξι καὶ μίτραις, κράνε‐ σί τε καὶ πέλταις, ὑσσοῖς τε καὶ ξίφεσι καθοπλίσας, ὑπὲρ τοὺς τρισχιλίους χρηματίζοντας, τῇ οἰκίᾳ τοῦ Ἰωσὴφ καὶ τῶν αὐτῷ συν‐ | |
5 | εργούντων ἅμα τῷ δήμῳ ἐπιτίθεται. καὶ εἰς διαρπαγὴν καὶ προ‐ νομὴν καὶ ἐρείπωσιν ταύτας περιστήσας ἐπὶ τὰ νεώρια ὥρμησεν, ἐκεῖθέν τε τὰς πυρφόρους τριήρεις, συνευδοκοῦντος τοῦ δήμου καὶ τῆς συγκλήτου, πρὸς τὸν Νικηφόρον ὁρμίσασθαι παρεσκεύασεν. ὧν ἐπιβὰς ἐξαυτῆς ὁ Νικηφόρος τῇ τῶν Ἀβραμιτῶν, ἣν καὶ Ἀχει‐ | |
10 | ροποίητον ὀνομάζουσι, προσέσχε μονῇ· ἐκεῖθεν τε τοὺς παραλη‐ ψομένους ἑστίαν ἐξέπεμψε τὴν βασίλειον. οὓς ὁ Ἰωσὴφ προσιόν‐ τας ἰδὼν, ὀῤῥωδήσας τε καὶ δέει ἀσχέτῳ ληφθεὶς (ἤδη γὰρ οἱ περὶ αὐτὸν φρουροὶ τῷ Νικηφόρῳ προσέθεντο), καταλιπὼν τὰ βασίλεια δρομαίως εἰς τὸ ἱερὸν ἀφίκετο. ἦν οὖν ὁρᾷν τὸν πρὸ μι‐ | |
15 | κροῦ σοβαρὸν καὶ τὰς ὀφρῦς ᾐρκότα ὑπὲρ τὸ μέτωπον, ἱκέτην ἐλει‐ νὸν καὶ αὐτὰς κατεπτηχότα τὰς ἀκοὰς, καὶ δεικνύοντα ἐν αὑ‐ τῷ, μηδὲν τῶν ἀνθρωπίνων τελεῖν πάγιον ἢ ἀκίνητον, παλίντρο‐ πα δέ τινα καὶ ὠκύμορα, καὶ δίκην κύβων τῇδε κἀκεῖσε μεταῤῥι‐ πτούμενα καὶ μεταπεττευόμενα. ἡ γοῦν τούτου πρὸς τὸ ἱερὸν | |
20 | προσφυγὴ τῷ τοῦ Νικηφόρου γενέτῃ Βάρδᾳ γέγονεν ἐκεῖθεν ἀπαλ‐ λαγὴ καὶ ἀνάσωσις ἐπὶ τὸν υἱόν. ηʹ. Ὁ δὲ Νικηφόρος, ἐπεὶ κατὰ τὸ δοκοῦν ἑαυτῷ τέλος ἐχώ‐ ρει τὰ πράγματα, τὸ ἰδιωτικὸν περιελὼν καὶ ἀποσφενδονήσας | |
χιτώνιον, τὴν αὐτοκρατορικὴν καὶ βασίλειον ἐφεστρίδα ἐμπορπη‐ | 47 | |
48 | σάμενος, εἰς τὸ βασιλικώτερον ἑαυτὸν μετεσκεύασεν· ἵππου τε ἀγερώχου τῶν λευκῶν ἐπιβὰς, φαλάροις κεκοσμημένου βασιλικοῖς καὶ τάπησιν ἁλουργοῖς, διὰ τῆς χρυσῆς πύλης εἰσήλαυνεν, ὑπὸ παντὸς τοῦ δήμου καὶ τῶν ἐν τέλει κροτούμενός τε καὶ γεραιρόμε‐ | |
5 | νος. ἑκκαιδεκάτην ὁ Αὔγουστος ἤλαυνε μὴν, ἐπὶ τῆς ἕκτης ἰνδί‐ κτου, ἐν τῷ ͵ϛυοʹ ἔτει, ὅτε ταῦτα ἐπράττετο. ἄρτι δὲ, ἐπεὶ πρὸς τὸν τοῦ θείου περίπυστον σηκὸν εἰσεφοίτησε, καὶ ὑπὸ τοῦ τῶν ἱερέων πληρώματος ἀξιοχρέους τιμὰς ὑπεδέξατο, πρὸς τοῦ τὴν πατριαρ‐ χίαν ἰθύνοντος Πολυεύκτου τῷ βασιλικῷ διαδήματι στέφεται, ἓν | |
10 | καὶ πεντηκοστὸν ἔτος τῆς ἡλικίας ἐλαύνων. τὴν δὲ ἰδέαν τοιόσδε τις ἦν· ὄψις αὐτῷ πρὸς τὸ μέλαν πλέον ἢ τὸ λευκὸν ἀποκλίνουσα, κόμη δὲ βαθεῖα καὶ κυανῆ· ὀφθαλμοὶ μέλανες, ἐπὶ συννοίας πε‐ φροντικότες, δασείαις ταῖς ὀφρύσιν ὑποκαθήμενοι· ῥὶς μέσως ἔχουσα λεπτότητος καὶ παχύτητος, ἠρέμα συμπεραινομένη γρυ‐ | |
15 | πότητι· ὑπήνη σύμμετρος, ἀραιὰν παρὰ τὰς γνάθους προβαλ‐ λομένη τὴν πολιάν· ἀγκυλεὸς τὴν ἡλικίαν καὶ στιβαρὸς, εὐρύτα‐ τος τὸ στέρνον καὶ ὤμους ὡς μάλιστα, τὴν μέντοι ἀνδρείαν καὶ ῥώμην κατὰ τὸν θρυλλούμενον Ἡρακλῆν· φρονήσει δὲ καὶ σωφρο‐ σύνῃ καὶ τῷ τὸ δέον ἀνεπισφαλῶς ἐπιφράσασθαι, πάντων κατευ‐ | |
20 | μεγέθει τῶν κατ’ ἐκείνου τὴν γενεὰν γεγενημένων ἀνδρῶν. ται‐ νιωθεὶς οὖν τῷ βασιλείῳ στέφει ἐπὶ τὴν βασίλειον αὐλὴν ἄνεισι, παρὰ τοῦ πλήθους καὶ τῶν ἐν τέλει δορυφορούμενος, καὶ δὴ πα‐ ρελθὼν ἐπὶ θρόνον ἐκάθισε τὸν βασιλικόν. ἦν οὖν ὁρᾷν τὴν τύχην | |
ἐνωραϊζομένην καὶ ἐπιγαννυμένην τοῖς τελουμένοις, καὶ πάντα ἑαυ‐ | 48 | |
49 | τῆς τιθεῖσαν τὰ ἀνθρώπινα πράγματα, καὶ μηδὲν τῶν φθαρτῶν μηδενὸς καθίστασθαι ἴδιον. ὁ δὲ, ἐπεὶ τῆς βασιλείας ἐπέβη, καὶ τῶν οἰάκων ἀσφαλῶς τε καὶ ἀδεῶς ταύτης ἀντείχετο, Βάρδαν μὲν, τὸν ἑαυτοῦ πατέρα, εἰς τὴν τοῦ Καίσαρος τιμὴν προεβίβασε· τὸν | |
5 | δὲ συναράμενον αὑτῷ Ἰωάννην κατὰ τὴν τοῦ κινήματος ἀρχὴν, ᾧ Τζιμισκῆς τὸ ἐπίκλην, Δομέστικον Ἀνατολῆς καὶ Μάγιστρον ἀνα‐ δέδειχε. Λέοντα δὲ, τὸν ἴδιον σύναιμον, Κουροπαλάτην καὶ Μά‐ γιστρον προβάλλεται· τὸν δέ γε Βασίλειον, τὸν τὸν Ἰωσὴφ, ᾗπέρ μοι ἐῤῥήθη, καταστασιάσαντα, εἰς τὸ τοῦ προέδρου κλέος | |
10 | ἀνεβιβάσατο. θʹ. Αὐτὸς δὲ τὴν συνήθη προσεποιεῖτο ἀπαρεγχείρητον σω‐ φροσύνην διατηρεῖν, γυναικός τε συζυγίας ἐκκλίνων καὶ κρεωφα‐ γίαν ἀποδιοπομπούμενος. ἀλλ’ οἱ τὸν μονήρη βίον μετιόντες καὶ αὐτοῦ τὸν τρόπον δῆθεν ῥυθμίζοντες (ἐτίμα γὰρ διαφερόντως | |
15 | τοὺς μοναστὰς), οὐκ εἴων τὸν ἄνδρα ἐμμένειν οἷς ἔκρινε, προὐ‐ τρέποντο δὲ καὶ συζυγίαν ἀσπάσασθαι καὶ κρεωφαγίαν μὴ ὥς τι ἀπαίσιον ἀποφυγεῖν. Ἐδεδίεισαν γὰρ, μὴ τρυφαῖς καὶ κώμοις ἐπικλινὴς, ὡς εἰκὸς, γεγονὼς εἰς ἀλλοκότους ὑπολισθήσειεν ἡδονὰς, ἃς εἴωθεν αὐτοσχεδιάζειν τὸ αὐτοδέσποτον καὶ αὐτόνομον, ἐπει‐ | |
20 | λημμένον δυνάμεως. ταῖς τῶν μοναστῶν οὖν καταπειθὴς γεγονὼς εἰσηγήσεσι, τὸν ἡλικιώτην μὲν καὶ συνειθισμένον βίον ἀπώσατο· τὴν δὲ τοῦ Ῥωμανοῦ ὁμευνέτιν, ἀριπρεπῆ ταῖς ὥραις καὶ αὐτό‐ χρημα τυγχάνουσαν Λάκαιναν, πρὸς γάμον ἠγάγετο, καὶ πρὸς | |
τὸ τῆς κρεωδαισίας ἀπὸ τῆς κεκολασμένης διαίτης μετεσκεύαστο | 49 | |
50 | τρυφηλότερον. ὑπεψιθυρίζετο δὲ, μὴ ἔννομον συνδραμεῖν, πα‐ ράλογον δέ πως τὸ συνοικέσιον, ὡς ἀνάδοχον ἐκ τοῦ θείου λου‐ τροῦ γεγονότα τὸν Νικηφόρον τῶν τοῦ αὐτοκράτορος Ῥωμανοῦ καὶ τῆς Θεοφανοῦς παίδων. τῆς οὖν φήμης ἀπτέρῳ τάχει εἰς τὰς | |
5 | ἀκοὰς τοῦ ἱεραρχοῦντος Πολυεύκτου ἐνηχηθείσης, ἀπείργειν παντὶ σθένει τῶν ἱερῶν περιβόλων ἐπειρᾶτο τὸν ἄνακτα· ζήλου γὰρ θείου περίπλεως ὢν ὁ ἀνήρ, καὶ τὴν παντοδαπὴν γνῶσιν καὶ ἀρετὴν ἀπρόσιτος, διελέγχειν καὶ βασιλεῖς οὐκ ᾐσχύνετο. ὁ δὲ βα‐ σιλεὺς, τὰ μὲν τὸν ἀρχιερέα παραιτούμενος, τὰ δὲ καὶ ἀπολογού‐ | |
10 | μενος, μὴ ἀνάδοχον αὐτὸν ἐκ τοῦ βαπτίσματος τῶν παίδων εἶναι τῆς Αὐγούστης Θεοφανοῦς, ἀλλὰ Βάρδαν, τὸν αὑτοῦ γενέτην, οὕ‐ τω κατεδυσώπησε τὸν ἀρχιερέα καὶ δεινῶς κατεκήλησεν, ὡς καθι‐ λαρευσάμενος οἰκονομῆσαι τὴν τῆς Αὐγούστης Θεοφανοῦς μετὰ τούτου συνοίκησιν. ἐπεὶ δὲ κατὰ ῥοῦν ἐχώρησε τούτῳ τὰ πράγμα‐ | |
15 | τα, κόσμον βασιλικὸν συμφορήσας ἀμύθητον, τεμένη τε γῆς εὐ‐ δαίμονος πολύπλεθρα, χυμῶν ἰδέαις καὶ καρπῶν πλήθει παντοδα‐ πῶν περιβρίθοντα ἀφορίσας, Θεοφανοῖ τῇ ὁμευνέτιδι καὶ βασιλί‐ δι χαρίζεται. αὐτὸς δὲ παρὰ τὴν Κωνσταντινούπολιν διαχειμά‐ ζων, ἀγῶσιν ἱππικοῖς καὶ παντοδαποῖς θεωρίοις, φιλοτησίαις τε | |
20 | τοῖς αὐτοκράτορσιν εἰθισμέναις, τοὺς ἐν τέλει φιλοφρονούμενος οὐκ ἀνίη· ὅσον τε θεραπευτικὸν καὶ οἰκίδιον τούτῳ παρείπετο, ἐξή‐ σκει τὰ πολεμικὰ ταῖς καθ’ ἡμέραν μελέταις ὡς μάλιστα, τόξον τε | |
ἀνεπισφαλῶς ἐκτείνειν, καὶ τὸν ὀϊστὸν τῷ μαζῷ ἐρύειν, εὐστόχως | 50 | |
51 | τε βάλλειν κατὰ σκοπὸν, καὶ δόρατα κραδαίνειν καὶ περιελίσσειν εὐπετῶς τῇδε κἀκεῖσε, ξίφη τε εὐθυβόλως κατὰ τὸν ἀέρα περιστρέ‐ φειν, καὶ ἵππων κούφως ὑπεράλλεσθαι· ὡς ἐν καιρῷ τῶν ἀγώνων μὴ φαίνοιτο τῶν ἐναντίων μειονεκτοῦν· καὶ μάλιστα προκινδυνεύειν | |
5 | ὀφεῖλον καὶ παρατάττεσθαι κατὰ φάλαγγα. ιʹ. Ἐπεὶ δὲ τὴν τοῦ χειμῶνος κατήφειαν ἐαριναὶ τροπαὶ πρὸς γαληνιῶσαν μετεσκεύαζον ἱλαρότητα, ἐκστρατείαν κατὰ τῶν Ἀγα‐ ρηνῶν παραγγείλας, τοῦ Βυζαντίου ἀπαίρει· καὶ τῇ Καππαδο‐ κῶν ἐναυλιζόμενος χώρᾳ καὶ στρατιὰν συνειλοχὼς ἀξιόμαχον, ἐπὶ | |
10 | τὴν τῶν Ταρσέων ἤλαυνεν, ἀνδρῶν ἀρετῇ καὶ πλήθει καὶ μελέτῃ τῶν τακτικῶν τραχηλιῶσαν τότε καὶ νεανιευομένην ὑπέραυχα, καὶ πλείστας ἀναφανδὸν ἐκδρομὰς ἀνελπίστους εἰσπράττουσαν. ἐπεὶ δὲ ταύτῃ προσέσχε, καρτερὸν πηξάμενος χάρακα καὶ κυκλόθεν διειληφώς, ἐφρούρει παρακαθήμενος. οἱ δὲ ἔνδον Ἀγαρηνοὶ, δα‐ | |
15 | ψιλείᾳ τέως τῶν ἀναγκαίων ὄντες ὑπερκορεῖς, καὶ τῇ τοῦ πολί‐ σματος τεθαῤῥηκότες ἐρυμνότητι (ἐς ὕψος γὰρ ἀμήχανον ᾐωρεῖτο τῶν περιβόλων τὸ δόμημα, διπλῇ περιελισσόντων αὐτό· καὶ τα‐ φρείᾳ κυκλόθεν διείληπτο, ἐς βάθος ὅτι πλεῖστον καθικνουμένῃ, λίθων λευκῶν κατεσκευασμένῃ ξεστῶν, καὶ ἐς προμαχεῶνας συμ‐ | |
20 | περαινομένῃ. εἶχε μὲν καὶ τὸν Κύδνον τὸ ἔρυμα, κατὰ μέσον αὐ‐ τὸ διατέμνοντα, ὃς ἐξ αὐτῶν τῶν πηγῶν πολυχεύμων τις, ψυ‐ χρός τε καὶ διειδὴς περινάων πρόεισιν, ἀσφάλειαν οὐ μικρὰν τῇ | |
Ταρσῷ παρεχόμενος, καὶ γεφύραις τρισὶν ἔνδον τοῦ ἄστεος δια‐ | 51 | |
52 | ζωννύμενος· ὅτε δὲ πόλεμος αὐτοῖς ἐπιβρίθει, κατὰ τῆς τάφρου αὐτὸν ἀφιᾶσι καὶ ἐν ὥρᾳ μιᾷ πλημμυροῦσαν ταύτην ἐργάζεται)· τούτοις τεθαῤῥηκότες οἱ βάρβαροι ἐτώθαζόν τε τὸν βασιλέα καὶ ὕβρεσιν αὐτὸν ἀδεῶς ἔβαλλον, ἐκδρομάς τε καὶ ἐπεξελάσεις ποιού‐ | |
5 | μενοι πλείστους τῶν Ῥωμαίων ἀπεκτίννυον. ὁ δὲ αὐτοκράτωρ Νικηφόρος ἐφ’ ἱκανὸν ταύτῃ χρόνον προσδιατρίψας, ἐπείπερ ἀνη‐ νύτοις ἐπιχειρῶν ᾔσθετο, ἐκεῖθεν μεταναστάς τε καὶ παρεγκλί‐ νας, τοῖς ἔγγιον αὐτῇ κατῳκισμένοις προσβάλλει φρουρίοις, καὶ Ἄδαναν μὲν καὶ τὴν Ἀνάβαρζαν, καὶ ἄλλα ὑπὲρ τὰ εἴκοσι φρού‐ | |
10 | ρια αἱρεῖ αὐτοβοεί. κἄπειτα Μοψουεστίᾳ προσβαλών τε καὶ κυ‐ κλωσάμενος, ἐκθύμως ἐπολιόρκει, ταῖς ἀφετηρίοις μηχαναῖς ἑκα‐ σταχοῦ ἀκροβολιζόμενος. οἱ δὲ ἔνδον καὶ αὐτοὶ γενναίως ἀντι‐ καθίσταντο, πυρφόρα τε βέλη καὶ βάρη λίθων κατὰ τῶν Ῥωμαίων βάλλοντες, καὶ παντὶ σθένει ἐκ τῶν πύργων αὐτοὺς ἀμυνόμενοι. | |
15 | ιαʹ. Ὁ δὲ βασιλεὺς, δραστήριός τε ὢν καὶ δεινὸς ἐν ἀμηχά‐ νοις πορίσασθαι μηχανὴν, περιελθὼν καὶ καταστοχασάμενος τὸν χῶρον, ᾗπερ ἦν εὐεπιχείρητον, τῶν πύργων παραγαγὼν ἄνδρας ἀωρὶ τῶν νυκτῶν ἀνορύττειν ἠρέμα ἐνεκελεύσατο, ἀπὸ τῶν ὄ‐ χθων ἐναρξαμένους τοῦ ἐκεῖσε παραῤῥέοντος Πυράμου τοῦ ποτα‐ | |
20 | μοῦ, ὡς μὴ αἴσθοιντο οἱ βάρβαροι, καὶ εἰς κενὸν ἀποβῇ τὸ τοι‐ οῦτον ἐπιχείρημα. οἱ δὲ ἀνώρυττόν τε καὶ τὸν χοῦν τῷ τοῦ πο‐ ταμοῦ ἐκφοροῦντες παρέπεμπον ῥεύματι. Ἐπεὶ δὲ τὸ ἔργον ἐξή‐ | |
νυστο, καὶ δύο τῶν πύργων μεταξὺ τοῦ συνδεδομένου τούτοις | 52 | |
53 | τειχίσματος εἰς τὸ ἀκριβὲς διάκενοι γεγόνασι, καὶ ἐκκρεμεῖς ὄν‐ τες ξύλοις ᾐώρηντο, τῷ μὴ τὴν σφῶν διαλυθῆναι οἰκοδομήν· ἄρτι τῆς ἡλιακῆς ἀκτῖνος τὴν περίγειον ὑπαυγαζούσης, κατὰ τὸ εἰθισμένον οἱ Ἀγαρηνοὶ λευχείμονες τῶν πύργων προκύψαντες, | |
5 | καὶ τὰ τόξα ἐντεινάμενοι, καὶ τὰς λοιπὰς παρασκευάσαντες μη‐ χανὰς, ὕβρεσιν ἐδυσφήμουν τὸν ἄνακτα. ὁ δὲ τοῖς ὑπογείοις ἐρείσμασι τῶν πύργων ἐνιέναι πῦρ διακελευσάμενος, αὐτὸς ἐς τὸ ἀκριβὲς καθωπλισμένος, ἐπῄει διατάττων τὰς φάλαγγας. ῥᾳ‐ δίως δὲ τῶν στηριγμάτων κατακαέντων, ὅσον ἐκκρεμὲς ἦν τοῦ | |
10 | τείχους καὶ ὑπόκενον, κατασεισθὲν εἰς γῆν κατεφέρετο, συγκα‐ τασπᾶσαν καὶ τοὺς ἐπιβεβηκότας αὐτῷ τῶν Ἀγαρηνῶν, ὧν οἱ πλείους συντριβέντες αὐθωρὸν διαπεφωνήκασιν· οἱ δὲ, ζωγρίαι πρὸς τῶν Ῥωμαίων ληφθέντες, τὴν κατασχοῦσαν σφᾶς ἀπωδύ‐ ροντο τύχην. ὁ δὲ αὐτοκράτωρ, ἐπεὶ τὸ τεῖχος ἐριπωθὲν πάρ‐ | |
15 | οδον τοῖς βουλομένοις παρείχετο, πανσυδὶ τῇ Μοψουεστίᾳ προσ‐ επιβὰς ταύτην ἠνδραποδίσατο, καὶ τοὺς παραλειφθέντας βαρ‐ βάρους δουλείᾳ παρέπεμψεν. αὐτὸς δὲ τὰ κάλλιστα τῆς λείας ὑπεξελὼν, καὶ τῷ βασιλικῷ ταμείῳ προσαναθεὶς, τὸν στρατὸν ἐκ τῆς ἁρπαγῆς τοῦ ἄστεος ἀνακαλεσάμενος, ἐπεὶ ὁ ἥλιος τὸν το‐ | |
20 | ξότην παρελαύνων μετέβαινε πρὸς τὸν αἰγοκέρωτα, καὶ τὸ τοῦ χειμῶνος δεινὸν ἐπετείνετο, ἐκεῖθεν διαναστὰς ἐπὶ τὴν Ῥωμαϊκὴν ἐπικράτειαν ἀνήλαυνε. καὶ τῆς Καππαδοκῶν ἐπιβὰς τὴν πληθὺν, ὡς εἰκὸς, φιλοφρονησάμενος ἐκέλευσεν ἐπὶ τὰ οἴκοι παλινδρομεῖν, | |
μεμνῆσθαί τε αὖθις τῆς πρὸς αὑτὸν ἐπανόδου τοῦ ἦρος προκύ‐ | 53 | |
54 | πτοντος, τὰς πανοπλίας ἐπισκευασαμένους, παραθηξαμένους τε τὰ ξίφη, καὶ τῶν ἵππων ἐπιμελησαμένους ὡς μάλιστα. οὕτως μὲν ἡ πληθὺς πρὸς οἶκον ἐχώρει. αὐτὸς δὲ ἅμα τοῖς ὑπολει‐ | |
φθεῖσιν αὐτοῦ τε διεχείμαζε, καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. | 54 | |
55(t1) | ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ | |
t2 | ΙΣΤΟΡΙΑΣ Δ. | |
1 | αʹ. Τὸν μὲν δὴ τρόπον, ὃν εἴρηταί μοι, πρὸς τοῦ αὐτοκράτορος Νικηφόρου ἥ τε Μόψου ἥλω ἑστία, καὶ τὰ πρόσοικα φρούρια ἐξ ἐφόδου ἠνδραποδίσθη. αὐτὸς δὲ κατὰ τὴν Καππαδοκῶν δια‐ χειμάζων, ἤσχαλλέ τε καὶ ἤλυεν ἀνιώμενος, τῷ μὴ καὶ τὴν Ταρ‐ | |
5 | σὸν αἱρήσειν αὐτοβοεὶ, ἀλλὰ ταύτης ἀποκρουσθῆναι ὡσπερεὶ βέ‐ λος κωφὸν ἰσχυροτέρῳ προσπεσὸν, μηδέν τι γενναῖον ἢ νεανικὸν ἐργασάμενος. καὶ τὸ πρᾶγμα προπηλακισμὸν καὶ ὕβριν ἄντικρυς | |
ἐλογίζετο, καὶ ὄνειδον ἀνεξάλειπτον, εἰ Νικηφόρος ὢν ὁ Φωκᾶς, | 55 | |
56 | καὶ πρώην ἐν στρατηγοῖς τελῶν, καὶ αὖθις ἀναῤῥηθεὶς Δομέστι‐ κος τῶν σχολῶν, τοτὲ μὲν μυριάδας πόλεις κατέσκαψε καὶ δῃώ‐ σας ᾐθάλωσε, τοτὲ δὲ εὐδαίμονας χώρας ἠνδραποδίσατο, καὶ μά‐ χιμα ἔθνη τρεψάμενος ἐκ παρατάξεως ὑπήγετο, μηδὲ ἀντοφθαλ‐ | |
5 | μεῖν ἐξισχύσαντα πρὸς τὴν τούτου ἀλκὴν καὶ τὴν ἀκαταγώνιστον ἐν τοῖς ὅπλοις ὁρμήν· τὰ νῦν δὲ, τὴν τῶν Ῥωμαίων ἡγεμονίαν ἀνδρείᾳ ἀγχινοίᾳ παρειληφώς, καὶ στρατὸν εἰς τετταράκοντα μυ‐ ριάδας ἀριθμούμενον ἐπαγόμενος, ἀπεκρούσθη τὴν ἄλλως σκια‐ μαχήσας. ἀπεκρούσθη δὲ οὐχὶ Βαβυλῶνος, ἣν ἡ Σεμίραμις ἑπτὰ | |
10 | περιβόλοις ὠχύρωσεν· ἢ τῆς πρεσβυτέρας Ῥώμης, τὸ τῶν Ῥω‐ μαίων σθένος ἥνπερ ἐπολίσατο· ἢ τῶν τῆς Ἰουδαίας τειχῶν, ὧν τὸ ναστὸν ὕψος, ὠσὶν ἀκουόμενον, μῦθος τάχα, τῆς ἀληθείας γεγυμνωμένος, τοῖς οὐχ ἑωρακόσι δοκεῖ· ἀλλὰ Ταρσοῦ, εὐπε‐ ριγράπτου πόλεως, ἐφ’ ἱππηλάτου πεδίου συνῳκισμένης, τῶν | |
15 | ἐπηλύδων τε καὶ ἰθαγενῶν. ταῦτα δὴ ἀνελίττων καὶ γνωματεύων δυσφορῶν διετέλει, καὶ ἀπαρηγόρητα δυσθυμῶν, εἰ Ταρσεῖς, τῶν προσοίκων αὐτοῖς ἔργον πολέμου γεγενημένων, καὶ δουλείαν ἐλευθερίας ἀλλαξαμένων, ὁπόσοι τὸ τῆς μαχαίρας στόμα διέδρα‐ σαν, αὐτοὶ μόνοι τῶν ἄλλων ἀπέλθοιεν, πλατύ που τῆς ἐκείνου | |
20 | ἀνδρείας ἐπικαγχάζοντες, καὶ τῆς πολεμικῆς ἐμπειρίας καταμω‐ μώμενοι. τῷ τοι καὶ τὰ ἐς τὰς μάχας τοὺς περὶ αὑτὸν διεγύμνα‐ ζεν ἀκριβῶς, καὶ τὴν τοῦ ἔτους ὥραν ἧστο προσεκδεχόμενος. ἦρος δὲ εὐθὺς διαλάμποντος, καὶ τῆς χειμερινῆς δριμύτητος εἰς | |
θερινὴν θάλψιν μετακιρναμένης ἐπιεικῶς, κατὰ τὸ προστεταγμέ‐ | 56 | |
57 | νον αἱ δυνάμεις ἐπὶ τὸν αὐτοκράτορα συνηγείροντο. ὁ δὲ ἀραρό‐ τως καθοπλίσας τὴν στρατιὰν, συναγομένην ὑπὲρ μυριάδας τὰς τετταράκοντα, τὸ σημεῖον διάρας ἐπῄει τὴν ἐπὶ τῆς Ταρσοῦ. βʹ. Ἐν ᾧ δὲ τὴν πορείαν διήνυε, τῶν ψιλῶν τις στρατιω‐ | |
5 | τῶν, πρὸς τὴν δυσχωρίαν ὀκλάσας (ἔτυχε γὰρ δι’ αὐλῶνος τὴν στρατιὰν βαθυτάτου, εἰς ἀποῤῥῶγας καὶ σήραγγας κατακλειομέ‐ νου, διαπορεύεσθαι), τὸν ὃν ἐπὶ τῶν ὤμων ἔφερε θυρεὸν, κατὰ τὴν ὁδὸν ἀπέῤῥιψεν ἀποφορτισάμενος. ἐπεὶ δὲ παροδεύων ὁ βα‐ σιλεὺς τοῦτον τοῖς ὀφθαλμοῖς καθεώρακε, τῶν ἑπομένων τινὶ | |
10 | διᾶραι τὸν θυρεὸν ἐγκελεύεται· ἄρτι δὲ φθάσας πρὸς τὴν κατα‐ γωγὴν, ὑπὸ τίνα τῶν λοχαγῶν διηρευνᾶτο ταττόμενος ἂν εἴη ὁ διαμάχης καὶ κινδύνων χωρὶς ἀποφανθεὶς ῥίψασπις καὶ τὸ ἴδιον ὅπλον ἀποβαλών. ἐπεὶ δὲ οὐ διέλαθεν ὁ τοῦτο δεδρακὼς, ἀλλὰ τὴν ταχίστην συνελαμβάνετο, βλοσυρόν τι τούτῳ καὶ λοξὸν ἀντ‐ | |
15 | ωπήσας ὁ βασιλεὺς καὶ, „λέγε μοι,“ ἔφη, „ἀγεννέστατε σὺ, εἴ γε τις ἐπῆλθεν ἐξ ἀπόπτου πολέμου καταδρομὴ, τίνι ἂν ἕρκει πρὸς ἀποτροπὴν ἐχρήσω τῶν δυσμενῶν, τὸν θυρεὸν ἀποβαλὼν παρὰ τὴν ἀταρπιτόν;“ ὁ δὲ, πεπηγὼς ὑπὸ τοῦ δέους, διέμενεν ἀχανής. ὁ δὲ αὐτοκράτωρ αἰκίαις καταξᾶναι τὸν αὐτοφονευτὴν | |
20 | ἑαυτοῦ τῷ λοχαγῷ ἐγκελεύεται, ἐκτεμόντι τε καὶ τὴν ῥῖνα θεα‐ τρίσαι κατὰ τὸ στρατόπεδον. Ἐκεῖνος δὲ, εἴτε οἴκτῳ ληφθεὶς πρὸς τὸν ἄνθρωπον, εἴτε καὶ δώρων ἐπιβολῇ χαυνωθεὶς, ἀσινῆ διαφῆκε τὸν ἄνδρα. τῇ δὲ ὑστεραίᾳ διϊόντα τοῦτον ὁ βασιλεὺς | |
ἑωρακὼς, τὸν λοχαγὸν εἰσκαλεῖ καὶ, „ὦ,“ φησὶν, „ἀτέραμνε καὶ | 57 | |
58 | θρασυκάρδιε σὺ, πῶς ἔτλης μὴ παραγαγεῖν εἰς ἔργον τὸ κελευ‐ σθέν; ἦ δοκεῖς πλεῖον ἐμοῦ τουτουῒ κήδεσθαί σοι τοῦ στρατοῦ; εἰς παιδείαν ἐγὼ τῶν λοιπῶν τὴν τοιαύτην διωρισάμην ἐκτῖσαι ποινὴν τὸν τὸ ἑαυτοῦ ὅπλον ἀποῤῥιψάμενον· ὡς μήτινες τὸ τού‐ | |
5 | του ἀμελὲς καὶ νωθρὸν μιμησάμενοι ταὐτὸ τοῦτο διαπράξοιντο, κἀν τῷ καιρῷ τῶν ἀγώνων γεγυμνωμένοι τῶν ὅπλων καταλαμ‐ βάνοιντο, καὶ οὐκ ἂν φθάνοιεν πρὸς τῶν ἐναντίων ἀναιρούμε‐ νοι.“ σφοδρῶς οὖν αἰκίσας τὸν λοχαγὸν καὶ τῆς ῥινὸς ἀφελόμε‐ νος, δέος ἐνῆκε παντὶ τῷ στρατῷ, μηκέτι ἀμελῶς διακεῖσθαι | |
10 | περὶ τὸν οἰκεῖον ὁπλισμόν. γʹ. Ἄρτι δὲ κατὰ τὴν περίχωρον γενόμενος τῆς Ταρσοῦ, ἐν‐ ταῦθα στρατοπεδεύεται καὶ χάρακα κυκλόθεν πηξάμενος, καρ‐ τερῶς τά τε λήϊα καὶ τοὺς λειμῶνας, τοῖς ἄνθεσι καὶ παντοίων δένδρων ἰδέαις κομῶντας, δῃοῦν καὶ ἀποκείρειν προσέταττεν, | |
15 | ὡς ἐξ ἀπόπτου ἡ διαμάχη τούτῳ εἴη, καὶ μή τινα τοῖς βαρβάροις ἐξῇ ἐν τοῖς ἀμφιλαφέσι χωρίοις λόχον ἐγκαθιστάνειν, καὶ τῇ Ῥωμαϊκῇ στρατιᾷ ἐκ τοῦ ἀφανοῦς ἐπιτίθεσθαι. ἦν οὖν τὴν χώραν ἰδεῖν τὸν οἰκεῖον ὡραϊσμὸν ἀποβάλλουσαν· εὐδαίμων γὰρ ἅπασα καὶ εὔβοτος καὶ φυτῶν ἰδέαις κατάκομος, ὅσα οἶδε φέρειν ὀπώρας | |
20 | παντοίας χυμούς. Ταρσεῖς δὲ ταῖς κατὰ Ῥωμαίων ἤδη προβάσαις νίκαις ἐπαιρόμενοι, θρασεῖς τέως καὶ ἀγέρωχοί τινες ἐξητάζοντο, οὐκ ἠνείχοντό τε κατέχειν ἐν ἑαυτοῖς τὸν θυμὸν, ἀλλ’ ὑπεξιόντες | |
τοῦ ἄστεος ἐς καρτερὸν ἐξ ἀντιπάλου παρεκροτοῦντο συνασπι‐ | 58 | |
59 | σμὸν, τολμητίαι τινὲς καὶ θαῤῥαλεώτεροι τοῦ μετρίου πρὸ τῆς τοῦ πολέμου πείρας ἀναδεικνύμενοι. ὁ δὲ βασιλεὺς καὶ αὐτὸς τὸν ἄλκιμον καὶ ῥωμαλέον τῆς στρατιᾶς ὑπεξῆγε τοῦ χάρακος, ἐν με‐ ταιχμίῳ τε καθίστη τὰς φάλαγγας, κατὰ μέτωπον μὲν τοὺς παν‐ | |
5 | σιδήρους ἱππότας ἱστῶν, ἐξόπισθεν δὲ τοξότας καὶ σφενδονήτας βάλλειν τοὺς ἐναντίους προστεταχώς. εἰς τὸ δεξιὸν δὲ κέρας αὐ‐ τὸς εἱστήκει, μυρίανδρον ἱππέων ἴλην ἐπιφερόμενος κατὰ δὲ τὸ εὐώνυμον Ἰωάννης, ᾧ τὸ ἐπώνυμα Τζιμισκῆς, τῇ τοῦ Δουκὸς τιμῇ σεμνυνόμενος, διηγωνίζετο, ἀνὴρ σφαδάζων τε τῷ θυμῷ, | |
10 | καὶ τολμητίας ἐκτόπως καὶ θερμουργὸς εἰ καί τις ἄλλος ἀποδει‐ κνύμενος, εἰ καὶ τὸ σῶμα βραχύς τις ὑπὲρ τὸ μέτριον ἦν, κατὰ τὸν μυθολογούμενον Τυδέα τὸν μαχητήν· ἀλλά τις ἡρωϊκὴ ἐνῆν ἀλκὴ καὶ ὁρμὴ ἐν τῷ μικροπρεπεῖ ἐκείνου σώματι. τοῦ δὲ αὐτο‐ κράτορος ἐγκελευσαμένου τὸ ἐνυάλιον ἐπαυλεῖν, ἦν ἰδεῖν ἀμη‐ | |
15 | χάνῳ κόσμῳ τὰς Ῥωμαϊκὰς κινουμένας φάλαγγας, καὶ τὸ πεδίον ἅπαν τῇ αὐγῇ τῶν ὅπλων καταστραπτόμενον. οὐκ ἤνεγκαν τὴν τοσαύτην ῥοπὴν οἱ Ταρσεῖς· τοῖς δὲ ὠθισμοῖς τῶν ἀκόντων καὶ τοῖς ἀκροβολισμοῖς τῶν βαλλόντων ἐξόπισθεν βιαζόμενοι, ἐξαυ‐ τῆς ἔκλιναν εἰς φυγὴν, καὶ πρὸς τὸ ἄστυ συνεκλείοντο ἀκλεῶς, | |
20 | πλείστους τῶν οἰκείων παρὰ ταύτην ἀποβάλλοντες τὴν προσβολήν. δεινὴ δέ τις ὑπεισῄει τούτοις δειλία, τηλικαύτην μετ’ ἐμπειρίας ἀθρήσασι χωροῦσαν πληθύν. τὸν περίβολον οὖν διειληφότες τοῦ ἄστεος καὶ τοῦτον ταῖς ἀφετηρίοις κατοχυρωσάμενοι μηχαναῖς, | |
διεκαρτέρουν ἀπρόϊτοι, τὴν ἐπήλυσιν τῶν ἐναντίων ὑποδεχόμενοι. | 59 | |
60 | δʹ. Νικηφόρος δὲ ὁ αὐτοκράτωρ, ἐπεὶ δυσπρόσοδον ἀτε‐ χνῶς ᾔδει καὶ δυσέμβολον οὖσαν τὴν πόλιν, καὶ μὴ ἐξ ἐφόδου ἁλώσιμον, ἔγνω μὴ διακινδυνεύειν πολεμησείων ἀβούλευτα, ἀλλὰ τῷ λιμῷ παραδώσειν, ὅς γε τῇ χαλεπῇ κατανάγκῃ καὶ ἄκουσαν | |
5 | παραστήσεται. τοῦτο δὴ βουλευσάμενος ἀκριβέσι φρουραῖς τὸ ἄστυ διέζωσε. Ταρσεῖς δὲ, ἕως μὲν οὔπω μὴ ἐμβαθύνας ὁ λιμὸς ὁλοτελῶς αὐτοὺς ἐξεπίεζεν, ἀπὸ τῶν πύργων ἀκοντίζοντες ἐς τοὺς Ῥωμαίους ἔβαλλον. ἐπεὶ δὲ τούτους οἰκτρῶς ἐπεβόσκετο, καὶ ἀπορία τῶν ἀναγκαίων τὰ σώματα ἐλυμαίνετο, ἦν ἰδεῖν ἀμηχα‐ | |
10 | νίαν δεινὴν, καὶ χαλεπὴν σκυθρωπότητα, ἥτις κατεῖχε τὴν πό‐ λιν, ἐνερόχρωτάς τε τοὺς ἄνδρας, καὶ σκιᾶς εἰδώλων οὐδὲν διαφέροντας. τὸ γὰρ τοῦ λιμοῦ πάθος οἴκτιστον καὶ λίαν ὀλέ‐ θριον· ἐκτῆκον γὰρ τὸν ὄγκον τοῦ σώματος καὶ τὸ θερμὸν ἀπο‐ σβεννύον ψυχρότητι, ὡσανεὶ ὂν ἀράχνιον τοῖς ὀστέοις τὸ ἔλυ‐ | |
15 | τρον περιτείνεσθαι διατίθησι, κατὰ μικρὸν ἐπιέναι τὸν θάνατον ἐκκαλούμενον. ἐπεὶ οὖν οὐχ οἷοί τε ἦσαν πρός τε τὸ ἄμαχον τοῦ λιμοῦ πάθος καὶ πρὸς τοσαύτην στρατιὰν διαμάχεσθαι, σπέν‐ δονταί τε τῷ βασιλεῖ καὶ ὑπείκουσιν, ἐφ’ ᾧ τὸν βουλόμενον ἐπὶ τὰ ἐνδοτέρω Συρίας ἀκωλύτως χωρεῖν. ὁ δὲ, εἴξας καὶ τού‐ | |
20 | τοις σπεισάμενος, θᾶττον ἐξιέναι τῆς πόλεως ἐκελεύσατο, τὰ | |
σφῶν σώματα καὶ τῶν ἀναγκαίων μόνον περιφέροντες ἱματισμόν. | 60 | |
61 | οὕτω δὴ τὴν πόλιν αἱρεῖ, καὶ τῆς λείας τὸ μὲν τῇ στρατιᾷ δια‐ νείμας εἰς ἀναρίθμητον πλοῦτον συναγόμενον, καὶ τοὺς σταυ‐ ρικοὺς τύπους ἀνειληφώς, οὓς ἐκ χρυσοῦ καὶ λίθων ἐξειργασμέ‐ νους κατὰ διαφόρους μάχας, τὴν Ῥωμαϊκὴν δύναμιν τρέποντες, | |
5 | οἱ Ταρσεῖς ᾐχμαλώτισαν, καὶ τὴν πόλιν ἀποχρώσῃ στρατιᾷ κα‐ τασφαλισάμενος, πρὸς τὴν βασιλεύουσαν ἴετο. παραλαβὼν δὲ ταύτην, καὶ παρὰ τοῦ δήμου δεχθεὶς μεγαλοπρεπῶς, ἐν τῷ πε‐ ριπύστῳ τε καὶ θείῳ σηκῷ τοὺς αἰχμαλωτισθέντας σταυροὺς ἀναθεὶς, ταῖς τῶν ἵππων ἁμίλλαις καὶ τοῖς λοιποῖς θεωρίοις ἧστο | |
10 | τὸν δῆμον εὐφραίνων. φιλοθεάμονες γὰρ τῶν ἄλλων ἀνθρώπων Βυζάντιοι. εʹ. Ἄρτι δὲ περὶ ταῦτα σχολάζοντι ἄγγελοι τῶν Μυσῶν, πρὸς αὐτὸν ἀφιγμένοι, τοὺς εἰθισμένους ἀπαιτεῖν ἔλεγον φόρους τὸν ἀρχηγὸν ἑαυτῶν, ἐφ’ ᾧ καὶ αὑτοὺς πρὸς τὸν αὐτοκράτορα | |
15 | στεῖλαι τὰ νῦν. ὁ δὲ θυμῶν παρὰ τὸ εἰωθὸς πληρωθεὶς (ἰσχυ‐ ρογνώμων γάρ τις ἦν, καὶ μὴ εὐείκτως ὀργῇ ἁλισκόμενος), καὶ ἀνοιδήσας ὑπὲρ τὸ μέτριον, γεγωνοτέρᾳ τε χρησάμενος, ἤπερ εἴθιστο, τῇ φωνῆ, „δεινὰ Ῥωμαίοις,“ ἔφη, „περιέστηκε νῦν, εἰ τοῖς ὅπλοις τὸ ἀντίξουν ἅπαν καταστρεφόμενοι, ἔθνει Σκυ‐ | |
20 | θικῷ, πενιχρῷ τε τὴν ἄλλως καὶ μιαρῷ, δίκην ἀνδραπόδων φό‐ ρους ἐκτίσουσι.“ Βάρδαν δὲ τὸν αὑτοῦ γενέτην ἐπιστραφεὶς (ἔτυχε γὰρ συνεδριάζων αὐτῷ, Καῖσαρ ἀναδειχθεὶς), ἤρετο διαπορού‐ | |
μενος, „ὅ,τι βούλοιτο τοῖς Μυσοῖς ἡ τῶν φόρων, ἣν τῶν Ῥω‐ | 61 | |
62 | μαίων αἰτοῦσιν, εἴσπραξις; οἰκέτην ἆρά με γεγεννηκὼς λέληθας; καὶ ὁ τῶν Ῥωμαίων σεβάσμιος βασιλεὺς ἔθνει πενεστάτῳ καὶ μια‐ ρῷ φόρους τελῶν ὑποκείσομαι;“ ῥαπίζειν οὖν κατὰ κόῤῥης θᾶτ‐ τον τοὺς ἀγγέλους προσέταττε, καὶ, „ἄπιτε,“ ἔφη, „καὶ τῷ | |
5 | σκυτοτρώκτῃ καὶ διφθερίᾳ ὑμῶν ἄρχοντι ἀπαγγείλατε, ὡς ὁ τῶν Ῥωμαίων κράτιστος καὶ μέγιστος βασιλεὺς ἐξαυτῆς τὴν σὴν μετ‐ ελεύσεται χώραν, ἐντελεῖς σοι τοὺς φόρους ἀποδιδούς· ὡς μά‐ θῃς, τρίδουλος ὢν ἐκ προγόνων, δεσπότας τοὺς Ῥωμαίων ἡγε‐ μόνας ἀνακηρύττειν, οὐχ ὡς ἀνδράποδα τούτους φόρους αἰτεῖν.“ | |
10 | ταῦτα εἰπὼν τοὺς μὲν εἰς τὴν ἑαυτῶν χώραν ἀνατρέχειν ἐξέ‐ πεμπεν· αὐτὸς δὲ στρατιὰν ἀξιόμαχον συναγηοχὼς, ἐχώρει κατὰ Μυσῶν· καὶ φρούρια μὲν, ὅσα Ῥωμαίοις ὅμορα ἦν, εἷλεν ἐξ ἐπιδρομῆς. τὴν δὲ χώραν περισκεψάμενος, καὶ ταύτης τὸ ἀμ‐ φιλαφὲς καὶ κρημνῶδες ἰδὼν (ποιητικῶς γὰρ εἰπεῖν, τῇ τῶν Μυ‐ | |
15 | σῶν χώρᾳ πάντη κακὸν κακῷ ἐστήρικται, καὶ τὴν ἀμφιλαφῆ καὶ λοχμώδη χώραν σηραγγώδης καὶ κρημνώδης ἐκδέχεται, εἶτ’ αὖ‐ θις ἐκείνην τελματώδης τε καὶ σομφώδης· ὑδρηλὴ γὰρ ἐκτόπως ἡ χώρα, καὶ λίαν ἀλσώδης, καὶ ὄρεσι δυσβάτοις ἑκασταχοῦ περι‐ κλείεται, παρὰ τὸν Αἶμον καὶ τὴν Ῥοδόπην κατῳκισμένη καὶ | |
20 | ποταμῶν τοῖς μεγίστοις περιῤῥεομένη)· ταύτην Νικηφόρος ὁ | |
βασιλεὺς θεασάμενος, οὐκ ᾤετο δεῖν δύναμιν τὴν Ῥωμαϊκὴν ἀσύν‐ | 62 | |
63 | τακτον δι’ ἐπισφαλῶν χωρίων ἐξάγοντα, ὡσανεὶ βοσκήματα παρα‐ σκευάσαι κατακοπῆναι πρὸς τῶν Μυσῶν. λέγεται γὰρ, πολλάκις πταῖσαι Ῥωμαίους ταῖς δυσχωρίαις Μυσίας, πανολεθρίᾳ περι‐ πεσεῖν. | |
5 | ϛʹ. Ἔγνω οὖν, μὴ διὰ δυσεμβόλων καὶ περισφαλῶν χωρίων διακινδυνεύειν. ὅθεν ἀναλαβὼν τὴν στρατιὰν πρὸς τὸ Βυζάντιον ἤλαυνε, καὶ Καλοκύρην ἐκεῖνον τῷ τῶν πατρικίων τιμήσας ἀξιώ‐ ματι, ἄνδρα ὁρμητίαν τὴν ἄλλως καὶ θερμουργὸν, ἐς τοὺς Ταυροσκύθας ἐξέπεμψεν, οὓς ἡ κοινὴ διάλεκτος Ῥῶς εἴωθεν | |
10 | ὀνομάζειν, ἐφ’ ᾧ διανείμαντα τούτοις χρυσὸν, ὃν αὐτῷ ἐνεχεί‐ ρισεν, εἰς κεντηνάρια πεντεκαίδεκα συγκεφαλαιούμενον, ἐς τὴν χώραν καταγαγεῖν τῶν Μυσῶν, ταύτην αἱρήσοντας. ἀλλ’ ὁ μὲν Καλοκύρης ἐς τοὺς Ταυροσκύθας ἠπείγετο· αὐτὸς δὲ παρὰ τὸ θέατρον ἀναβὰς, ἱππικὸν ἀγῶνα καθῆστο τελῶν. καὶ δῆτα τοῖς | |
15 | περὶ αὑτὸν στρατιώταις ἐκέλευε, καταβάντας ἐπὶ τὸ στάδιον καὶ εἰς ἀντιπάλους ἀποκριθέντας φάλαγγας σπασαμένους τὰ ξίφη, κατὰ παιδιὰν ἐπαλλήλοις χωρεῖν, καὶ ταύτῃ γυμνάσασθαι πρὸς τὸν πόλεμον. Βυζάντιοι δὲ, πολεμικῶν ἔργων ἀγνῶτες τυγχά‐ νοντες, τὴν τῶν ξιφῶν καταπλαγέντες αὐγὴν, καὶ τὴν ὁμόσε τῶν | |
20 | στρατιωτῶν ὁρμὴν καὶ τὸν πάταγον ὑποδείσαντες, ἐκδειματω‐ θέντες δὲ τῷ καινῷ τοῦ θεάματος, εἰς φυγὴν ἐτράποντο καὶ πρὸς τὰς σφῶν οἰκίας ἀπέτρεχον. ἐκ δὲ τοῦ ὠθισμοῦ καὶ τῆς ἀτάκτου φορᾶς οὐκ ὀλίγος φόνος συμβέβηκε, πλείστων συμπατηθέντων | |
καὶ ἀποπνιγέντων οἰκτρῶς. τοῦτο τὸ δρᾶμα μίσους ἀφορμή τις | 63 | |
64 | γέγονε Βυζαντίου πρὸς τὸν αὐτοκράτορα. ταύτῃ παρείπετο καὶ τὸ τοῦ συναίμου αὐτοῦ Λέοντος καὶ Κουροπαλάτου πλημμελές· ὅστις τὸν ἀνδρώδη καὶ στρατιωτικὸν αὐτοῦ βίον παρωσάμενος πρὸς τὸν ἀστικὸν καὶ φιλοκερδῆ μετετάξατο, ἥττων τε χρημάτων | |
5 | καὶ λημμάτων γενόμενος, σιτοδείαν εἰργάσατο καὶ σπάνιν τῶν ἀ‐ ναγκαίων ἀφιλάνθρωπον. ὀλίγου γὰρ τὸν σῖτον ὠνούμενος ἀπεδί‐ δου πολλοῦ. καὶ ψιθυρισμὸς ἀνὰ τὸ ἄστυ ἐχώρει, καταβοώντων τῶν ἀστικῶν, εἰ τὰς τοῦ κοινοῦ συμφορὰς ἴδια κέρδη ποιήσειεν τῶν αὐταδέλφων ἡ ξυνωρὶς, ἐς τὴν κερδαίνουσαν συνωθοῦσα πήραν | |
10 | τὰ τῶν πολλῶν. καὶ γὰρ δὴ καὶ ὁ βασιλεὺς φόρους τοὺς μήπω ἐπινοηθέντας ἀπαραιτήτως ἐκαινοτόμει, ἐς τὸ στρατιωτικὸν λέγων χρημάτων ὅτι δεῖσθαι συχνῶν, καὶ τούτοις κατέτρυχε τὸ ὑπήκοον. λέγεται δὲ, εἴτε πρὸς τῶν τὰ μετέωρα περισκοπούντων τινὸς, εἴτε καὶ τῶν μονάδα βίον ἐπανῃρημένων καὶ ἄζυγα, διενωτισθῆναι τὸν | |
15 | αὐτοκράτορα, ὡς παρὰ τὴν βασίλειον ἑστίαν ἐκπλήσει τὸν βίον, ἀναιρεθεὶς παρὰ τῶν ὁμοεθνῶν. περιδεὴς οὖν τῷ χρησμῷ γεγο‐ νὼς, περίβολον ἐκ τοῦ θατέρου μέρους τοῦ πρὸς θάλατταν ἐπι‐ κλινοῦς τῶν ἀνακτόρων τειχίζειν ἀρξάμενος, κατὰ θάτερον πρὸς θάλατταν συνεπέρανε, καὶ τεῖχος τὸ νῦν ὁρώμενον ὑψηλόν τε | |
20 | καὶ ὀχυρὸν ἐδομήσατο, καὶ τὴν βασίλειον ἑστίαν, ὡς ὑπετόπα‐ ζεν, ἠσφαλίσατο. ζʹ. Πρόκενσον δὲ κατὰ τὴν τοῦ Σωτῆρος ἀνάληψιν κατὰ τὸ εἰθισμένον ἔξω τειχῶν ἐπὶ τὴν καλουμένην Πηγὴν ποιησαμένου τοῦ βασιλέως (νεὼς δὲ ταύτῃ περικαλλὴς τῇ Θεοτόκῳ δεδόμηται), | |
25 | διαμάχη τις μεταξὺ Βυζαντίων καὶ Ἀρμενίων συνέβαινεν, ὡς | 64 |
65 | πολλοὺς πρὸς τῶν Ἀρμενίων τρωθῆναι τῶν ἀστικῶν. ἄρτι δὲ πρὸς ἑσπέραν ἐπὶ τὰ ἀνάκτορα τοῦ βασιλέως ἐλαύνοντος, ὕβρεσι κἀκ τοῦ ἀναφανδὸν ἐχρῶντο Βυζάντιοι. καί τι γύναιον σὺν τῷ θυγατρίῳ εἰς τοσαύτην ἀπόνοιαν ἤλασεν, ὡς τοῦ στέγους προ‐ | |
5 | κύψαι καὶ λίθους βαλεῖν κατὰ τοῦ ἄνακτος. ὃ καὶ τῇ ὑστεραίᾳ πρὸς τοῦ Πραίτωρος ληφθὲν δίκας μετὰ τοῦ θυγατρίου ἀπέτισεν, ἐπί τι προάστειον πυρὸς γεγονὸς ἀνάλωμα, Ἀναράτας καλούμε‐ νον. τότε δὴ καὶ αὐτὸς ἐπεχωρίαζον ὁ ταῦτα γράφοντι Βυζάν‐ τιος, ἐπὶ λόγων συλλογήν τε καὶ παίδευσιν, μειράκιον ὤν. ἔφιπ‐ | |
10 | πόν τε τὸν αὐτοκράτορα Νικηφόρον βάδην ἰόντα βλέπων διὰ τοῦ ἄστεος, καὶ ἀπερικτύπητον ταῖς τοσαύταις ὕβρεσι πέλοντα, καὶ τὸ φρόνημα σταθηρὸν διασώζοντα, καὶ ὡς μή τινος ἐπισυμβάν‐ τος καινοῦ διακείμενον, ἐτεθήπειν τὸ ἀκατάπληκτον τοῦ ἀνδρὸς, ὅπως ἄτρεστον παρὰ τὰ δεινὰ τὴν ψυχὴν συνετήρει εὐγένειαν. | |
15 | ἀλλὰ τὴν μὲν στάσιν ἡ νὺξ ἐπελθοῦσα διέλυσεν· ὁ δὲ βασιλεὺς καὶ ἄλλως μεγαλόφρων τε ὢν, καὶ μὴ εὔκολος εἴκειν ὀργῇ, τὰ τῇ προτεραίᾳ εἰς αὐτὸν πεπαρῳνημένα παρὰ τῶν ἀστικῶν ἔργον μᾶλλον μέθης ἢ φορᾶς ἀτάκτου λαοῦ λογισάμενος, τῇ λήθῃ πα‐ ρέπεμψεν. αὖθις δὲ πυρφόρους τριήρεις ἀσφαλῶς ἑρματίσας, καὶ | |
20 | μυριοφόρους ὁλκάδας στρατιωτῶν καὶ ὅπλων γεμίσας, ἐς Σικε‐ | |
λίαν ἔστελλε, τοῦ μὲν ναυτικοῦ Νικήταν ἐν Πατρικίοις τελοῦντα, | 65 | |
66 | θεοφιλῆ καὶ σεβάσμιον ἄνθρωπον, εἰ καὶ τομίας ἐτύγχανε, προ‐ χειρισάμενος στρατηγόν· τῆς δὲ ἱππικῆς παρατάξεως Μανουὴλ, αὐτανέψιον αὐτοῦ, τῷ τῶν Πατρικίων καὶ αὐτὸν ἀξιώματι δια‐ πρέποντα, ἄνδρα θερμουργὸν καὶ αὐθέκαστον, καὶ ἀπερισκέπτῳ | |
5 | φορᾷ εἴκοντα. ἐπεὶ δὲ περαιωσάμενοι τὸν Ἀδρίαν τῆς Σικελίας προσέσχον, τῶν πορθμείων ἀποβάντες εἰς φάλαγγα παρετάτ‐ τοντο, καὶ τοσαύτης εὐετηρίας ἀπέλαυσαν παρὰ τὴν ἀρχὴν, ὡς αὐτοβοεὶ τὰς κλεινὰς καὶ περιπύστους Συρακούσας ἑλεῖν καὶ Ἱμέ‐ ραν, καὶ προσέτι Ταυρομένειον καὶ Λεοντίνους ἀναιμωτὶ παρα‐ | |
10 | στήσασθαι. Ἀλλὰ γὰρ οὐκ ἔμελλεν ἡ βάσκανος τύχη διὰ τέλους πλησίστιος αὐτοῖς ἐπιπνεῖν, σφοδρὸν δὲ καὶ ἄγριον ἀντιπνεύσασα, ὑποβρύχια τὰ πράγματα τέθεικε. δηλώσει δὲ ταῦτα ὁ λόγος ἤδη σαφῶς. ηʹ. Σικελιῶται πρὸς τοσαύτην ῥοπὴν καὶ ἀνανταγώνιστα τῶν | |
15 | Ῥωμαίων φρονήματα οὐχ οἷοί τε ὄντες ἀντικαθίστασθαι, τὰς πό‐ λεις ἀπολιπόντες τὰς δυσχωρίας ὑπῄεσαν, καὶ ἐπὶ τόπων ἐπικαί‐ ρων ἠθροίζοντο. κρημνώδης γὰρ ὡς τὰ πολλὰ καὶ δενδρώδης ἡ νῆσος, ἱκανή τε τῷ βουλομένῳ φρουρὰν αὐτοσχέδιον ἐπιχορηγεῖν. ὁ τοίνυν Μανουὴλ, δέον αὐτῷ τὰς πόλεις παρειληφότα φρουρεῖν | |
20 | καὶ χώραν, ὅση εὔβοτος ἦν καὶ ἱππήλατος, ἀπείργειν τε τὰς φυγάδας χιλῶν καὶ τῶν ἄλλων βρωτῶν· οὕτω γὰρ τῷ λιμώττειν τρυχόμενοι δυεῖν θάτερον ἔπαθον ἂν, ἢ Ῥωμαίοις ἑαυτοὺς ἐνε‐ χείρισαν, ἢ σπάνει τῶν ἀναγκαίων διαπεφωνήκεισαν· ὁ δὲ, ὁρμη‐ τίας τε ὢν, καὶ σφαδάζων θυμῷ καὶ νεότητι, τὸ δραστήριον δὲ | |
25 | καὶ ἐπήβολον οὐ πάνυ δεόντως προσκεκτημένος, ταῖς προ‐ | 66 |
67 | βάσαις ἤδη νίκαις ὑπὲρ τὸ εἰκὸς ἐπαρθεὶς, διὰ τῶν ἐπισφαλῶν ἐκείνων χώρων ἐπῄει, τοὺς φυγάδας ἀνερευνώμενος. ἄρτι δὲ κα‐ τὰ τὴν δυσχωρίαν διαλυθείσης τῆς φάλαγγος, καὶ διὰ σκοπέλων καὶ χηραμῶν ἀσυντάκτως χωρούσης, προλοχίσαντες τοὺς ἄνδρας | |
5 | οἱ βάρβαροι, πατάγῳ καὶ ἀσήμοις φωναῖς τῶν λόχων διανίσταντο, καὶ αὐτοῖς αἰφνίδιον ἐπετίθεντο. οἱ δὲ τῷ ἀπροσδοκήτῳ κατα‐ πλαγέντες, καὶ μηδὲ τὸ ἡλιακὸν φῶς τῷ συνηρεφεῖ τῆς λόχμης ἐώμενοι καθορᾷν, εἰς φυγὴν ἀπέκλιναν· οἱ δὲ βάρβαροι ἐπιτε‐ θέντες ἀνῄρουν τούτους ἀνηλεῶς, ὥς τινα θύματα· τηνικαῦτα | |
10 | δὲ κτείνειν τοὺς ἄνδρας ἀπείχοντο, ὅτε τούτοις ἥ τε δύναμις καὶ ὁ θυμὸς ἀπηγόρευσεν. ἀνῃρέθη δὲ καὶ αὐτὸς ὁ Μανουήλ· ὅσοι δὲ τῶν Ῥωμαίων τὰ ξίφη διέφυγον, ζωγρίαι πρὸς τῶν Ἀγαρη‐ νῶν ἡλίσκοντο. οἱ δὲ, ἐπεὶ τὸν πεζὸν στρατὸν παρεστήσαντο, ἐπὶ τὴν ἠϊόνα ταχυδρομήσαντες, ἵνα αἱ Ῥωμαϊκαὶ τριήρεις ὑφώρ‐ | |
15 | μουν, ἐγκρατεῖς ἐξ ἐφόδου τῶν πλείστων ἐγένοντο· ἥλω δὲ καὶ ὁ Πατρίκιος Νικήτας, καὶ δορυάλωτος τῷ τῶν Ἄφρων κατάρχοντι παρεπέμπετο. ἐκ γοῦν τοσούτου τοῦ στρατοῦ ὀλίγοι τινὲς δια‐ δράντες καὶ εὐαρίθμητοι, ὡς τὸν αὐτοκράτορα Νικηφόρον ἀφί‐ κοντο· ὁ δὲ τὴν ἀπώλειαν διενωτισθεὶς τῆς τοιαύτης στρατιᾶς, | |
20 | ἠνιάθη μὲν καὶ τὴν ψυχὴν ἤλγησε τῷ τοσούτῳ πταίσματι καὶ ἀλλοκότῳ συμβάματι. ὑπολογιζόμενος δὲ τῶν ἀνθρωπίνων πρα‐ γμάτων τὸ ἄστατον, γενναίως ἔφερε τὸ συμβὰν, ἰσχυρογνώμων | |
τις ὢν, καὶ ἐν δυσκολίᾳ πραγμάτων διασώζειν εἰδὼς τὴν ψυχὴν | 67 | |
68 | ἀταπείνωτον. Αὖθις δὲ κατὰ τῶν τὴν Συρίαν οἰκούντων Ἀγα‐ ρηνῶν ἐξήρτυε τὸν στρατόν. θʹ. Κατὰ δὲ τὸν αὐτὸν χρόνον, ἄρτι τῆς θερινῆς τροπῆς μεταβαλλούσης ἐπὶ τὸ μετόπωρον, ἔσεισεν ὁ Θεὸς μέγα, ὡς καὶ | |
5 | οἰκίας καὶ ἄστη ἀνατραπῆναι. Κλαυδιούπολίν τε, τὸ εὐδαι‐ μονέστατον χωρίον τῶν Γαλατῶν, τότε συνέβη, κατεριπωθεῖ‐ σαν ἐκ τῆς ἀνυποστάτου κινήσεως καὶ ἐνόσεως, αἰφνίδιον τῶν οἰκητόρων τάφον γενέσθαι, καὶ πολλοὺς τῶν ἐπηλύδων παρατυ‐ χόντας ἐν ἀκαρεῖ διαφθαρῆναι. αἴτιον δὲ τῆς τοσαύτης ἐνόσεως | |
10 | καὶ κινήσεως ἀτμοὺς μὲν οἱ μαθηματικοὶ καὶ ἀναθυμιάσεις μυ‐ θολογοῦσί τινας, ἐναποκλειομένας τοῖς κόλποις τῆς γῆς, αὖθίς τε εἰς πνεῦμα καταιγίδος συνισταμένας, ἐπεὶ μὴ ἀθρόον συμβαί‐ νει τὴν διαπνοὴν τούτων ἐκτρέχειν, διὰ τὴν τῶν πόρων στενό‐ τητα, συνειλεῖσθαί τε καὶ περιδινεῖσθαι, καὶ τὰ κοῖλα περιδο‐ | |
15 | νεῖν μετὰ σφοδρᾶς τῆς κινήσεως, καὶ τὸ ἐπιπροσθοῦν καὶ περιέ‐ χον ἅπαν σαλεύειν, ἕως ἂν ἐκ τοῦ τέως εἵργοντος διεκπνεύσωσι, καὶ πρὸς τὰ ἔξωθεν ἐξατμισθέντα εἰς τὸν ὁμογενῆ διασκεδασθεῖεν ἀέρα. ἀλλὰ ταῦτα μὲν ἡ τῶν Ἑλλήνων εἰκαιομυθία πρὸς τὸ ταύτῃ δοκοῦν ἐξηγήσατο. ἐγὼ δὲ τῷ θείῳ Δαβὶδ συνεπόμενος, | |
20 | ἐπισκοπῇ φαίην τοῦ Θεοῦ πρὸς ἡμᾶς τὸν τοσοῦτον κλόνον ἐγγί‐ νεσθαι, ὅταν ἐπὶ τοῖς ἡμῶν ἐπαγρυπνήσῃ ἐπιτηδεύμασι, παρὰ τὸν θεῖον δρωμένοις θεσμὸν, εἴ πως ἀλλὰ ταύτῃ δείσαντες ἄν‐ | |
θρωποι τῶν μὲν φαύλων ἔργων ἀφέξοιντο, ἀνθέξοιντο δὲ τῶν | 68 | |
69 | ἐπαινετῶν. ἀλλ’ οὕτω μὲν ἡ Κλαυδιούπολις τῇ τοῦ σεισμοῦ βίᾳ ἐκ βάθρων ἀνετράπη τότε πᾶσα, καὶ συνεχύθη, τῆς ὀργῆς τοῦ Θεοῦ ἐκπιοῦσα τὸ ποτήριον ἄκρατον. παρὰ τοῦτον δὲ τὸν ἐνιαυ‐ τὸν, θερείας ὥρας κατὰ τὸ μεσαίτατον, ἄρτι τοῦ ἡλίου τῷ καρ‐ | |
5 | κίνῳ προσεπιβαίνοντος, ὄμβρος ἐν Βυζαντίῳ κατεῤῥάγη καὶ τοῖς προσομοροῦσιν αὐτῷ, οἷον οὐ συνέβη κατενεχθῆναι τὸ πρότε‐ ρον. κλινούσης γὰρ τῆς ἡμέρας (παρασκευὴ δὲ ἦν) ἀρξάμενον τὸ δεινὸν εἰς ἐννάτην ὥραν κατέληγεν· οὕτω δὲ ῥαγδαία τις ἡ ὑέτισις κατεφέρετο, ὡς μὴ σταγόνας ὁρᾷν ὀμβριζομένας κατὰ τὸ | |
10 | σύνηθες, ἀλλά τινας ἐπικλύζοντας ὕδασιν ὀχετούς. οὐχ ὑπελεί‐ φθη γοῦν τῶν σηκῶν ἢ τῶν περιπύστων οἴκων, ὅστις ἄνωθεν ἐκ τῆς ὀροφῆς οὐκ ἐπληροῦτο τοῦ ὕδατος, καίτοι τῶν κατοίκων μό‐ χθῳ ἀπαντλούντων αὐτὸ πρὸς τὰ ἄμφοδα· τὸ μὲν ἀπέῤῥεε, τὸ δ’ ἐπέῤῥεε, καὶ ἀκαταγώνιστον ἦν τὸ δεινόν. ἐπὶ τριῶν οὖν ὡρῶν | |
15 | διαστήματι κατέσχεν ὁ ὑετὸς, καὶ ἦν ὁρᾷν ποταμοὺς πελαγίζον‐ τας διὰ τῶν τῆς πόλεως στενωπῶν, καὶ τὸ παρασυρόμενον τῶν ἐμψύχων διαφθείροντας. οἱ δὲ ἄνθρωποι ἐλεεινῶς ἀπεθρήνουν οἰμώζοντες, κατακλυσμὸν αὖθις ἐπισκῆψαι κατ’ ἐκεῖνον τὸν τε‐ θρυλλημένον ὑποτοπάζοντες· ἀλλ’ ἡ συμπαθὴς καὶ φιλάνθρω‐ | |
20 | πος πρόνοια ἶριν διὰ τῆς νεφέλης ἐρείσασα, τῇ ταύτης ἀναλάμ‐ ψει τὴν τοῦ ὑετοῦ κατήφειαν διεσκέδασε, καὶ αὖθις τὸ τῆς φύ‐ σεως σύγκριμα ἐπὶ τὴν προτέραν κατάστασιν ἐπανήγετο. συνέβη | |
δὲ καὶ αὖθις ὄμβρον καταῤῥαγῆναι τεθολωμένον καὶ σύμμικτον | 69 | |
70 | τέφρᾳ, ὡς ἐπὶ καμινιαίας αἰθάλης, καὶ χλιαρὰν δὲ παρεῖχε τοῖς ἐπαφωμένοις αὐτοῦ τὴν ποιότητα. ιʹ. Ὁ δὲ βασιλεὺς Νικηφόρος (αὖθις γὰρ ὁ λόγος ἐπάνεισιν, ἔνθεν τὸ ἴχνος ἀπέκλινε), τὴν Ῥωμαϊκὴν ἀνειληφὼς δύναμιν, ἐπὶ | |
5 | τὴν ἐπὶ Συρίας Ἀντιόχειαν ἔθει, καὶ χάρακα ταύτῃ πηξάμενος, ἐπείπερ ἀποχρώντως ἔχουσα τῶν ἀναγκαίων ἐτραχηλία, καὶ γαυ‐ ρουμένη ἐκ τοῦ εὐθέος σπείσασθαι οὐκ ἠνείχετο, μὴ βουλόμενος αὐτὴν ἑλεπόλεσι κατεριπῶσαι· ᾔδει γὰρ κατὰ μικρὸν τροπαίοις καὶ μηχαναῖς ταύτην παραστησόμενος, ὀλίγον αὐτῇ καιρὸν πα‐ | |
10 | ρακαθισάμενος, καὶ ταῖς φάλαγξι καὶ τῷ κόσμῳ τῶν ὅπλων τοὺς ἔνδον καταπλήξας οὐχ ἥκιστα· ἐκεῖθεν ἀπάρας τὴν μεσογαίαν διῄει, ἣν καὶ Παλαιστίνην καλοῦσιν, εὐδαίμονα πᾶσαν καὶ ῥέου‐ σαν μέλι καὶ γάλα, κατὰ τὴν θείαν γραφήν· ἐν δεξιᾷ δὲ τὴν Κιλικίαν εἶχε καὶ τὰ παράκτια. τὴν Ἔδεσσαν οὖν κατειληφώς, κἀν | |
15 | τῷ σηκῷ τῶν θείων Ὁμολογητῶν εἰσεληλυθὼς καὶ τὸ θεῖον ἐξευ‐ μενισάμενος, τὴν στρατιὰν διανέπαυεν. ἠκηκόει γὰρ, τὴν ἐν κερά‐ μῳ τοῦ Σωτῆρος καὶ Θεοῦ ἐκτυπωθεῖσαν μορφὴν ἐν τῷδε τῷ φρουρίῳ παρακατέχεσθαι. ἐκτυπωθῆναι δέ φασι τοῦτον τὸν τρό‐ πον. Θαδδαίου τοῦ ἀποστόλου Ἀβγάρῳ πρὸς τοῦ Σωτῆρος τῷ | |
20 | τῆς Ἐδέσσης ἀποσταλέντος τοπάρχῃ, ὡς αὐτὸν τῆς συνεχούσης παρέσεως διὰ τοῦ θεανδρικοῦ ἀπαλλάξειεν ἐκτυπώματος, ἐνταυ‐ | |
θοῖ παροδεύοντος τὸν πέπλον, ᾧ τῆς αὐτοῦ μορφῆς τὸ εἶδος | 70 | |
71 | ἀῤῥήτως ὁ Χριστὸς ἀνετύπωσε, κεράμοις ἐν ἀποκειμένοις πρὸ τοῦ ἄστεος κατακρύψαι, ὡς ἐς τὴν ὑστεραίαν ἐναποληψομένους τοῦτον ἐκεῖθεν. συνέβαινε δὲ κατὰ πᾶσαν τὴν νύκτα φωτὶ τοὺς κεράμους ἀμηχάνῳ καταλάμπεσθαι. πρωῒ δὲ τὸν μὲν Θαδδαῖον | |
5 | ἀνειληφότα τὸν πέπλον ὁδοῦ τῆς προκειμένης ἔχεσθαι· τὸν δὲ κέ‐ ραμον, οὗπερ ἔτυχε προσψαύσας ὁ πέπλος, τὸν θεανδρικὸν τοῦ Σωτῆρος τύπον ἀκραιφνῶς ἐναπομάξασθαι. τοῦτον ἀνειληφότες οἱ βάρβαροι ἐν θαύματι καὶ σεβάσματι παρὰ τὸ φρούριον διεφύ‐ λαττον. τότε δὲ Νικηφόρος ὁ βασιλεὺς, ἐξελὼν τὸ ἄστυ, τὸν | |
10 | τοιοῦτον σεπτὸν κέραμον ἐκεῖθεν ἀνείληφε, καὶ χρυσῷ καὶ λίθοις θήκην διασκευάσας μετέπειτα, καὶ ταύτῃ περιστείλας τοῦτον σε‐ πτῶς, ἐν τῷ τῆς Θεομήτορος ναῷ, τῷ κατὰ τὴν βασίλειον ὄντι ἑστίαν, ἀνέθηκεν. ἐπεὶ δὲ τὸ Μέμπετζε παρείληφε φρούριον, τὸν Λίβανον τὸ ὄρος ἐγκαρσίως ὑπερβὰς, τῇ Τριπόλει προσέσχεν, | |
15 | ἣν ἐχυρὰν καὶ δυσάλωτον τῶν ἄλλων πόλεων διαφερόντως ἰδὼν, ἐπεὶ καὶ αἱ νῆες αὐτῷ ἀντιπνοίαις ἀνέμων ἐκκρουόμεναι καθυστέ‐ ρησαν, ταύτην παραδραμὼν τὸ Ἄρκα φρούριον ἔγνω πολιορκεῖν, χρῆμα πλούτου κατέχον ἔνδον ἀμύθητον. ἐντεῦθεν τρισὶ χάραξι περιζώσας αὐτὸ, ἐπολιόρκει ἐῤῥωμενέστατα, καὶ ταῖς ἑλεπόλεσι | |
20 | τὰ τούτου πυργώματα καθελὼν, ἐφ’ ὅλοις ἡλίοις ἐννέα ἐπόρθησέ τε, καὶ ἀμύθητον ἐκεῖθεν πλοῦτον συνεξεφόρησε· καὶ ἄλλα δὲ | |
φρούρια πλεῖστα εἷλεν αὐτοβοεί. | 71 | |
72 | ιαʹ. Ἐν ᾧ δὲ ταῦτα τῷ βασιλεῖ κατὰ τὴν Συρίαν ἐπράττετο, ἔκλειψιν συνέβη περὶ χειμερινὰς τροπὰς τοῦ ἡλίου γενέσθαι, οἵαν μηδέπω συνέβη γενέσθαι τὸ πρότερον, πλὴν ἐκείνην τὴν ἐπὶ τοῦ δεσποτικοῦ πάθους προβᾶσαν διὰ τὴν τῶν Ἰουδαίων ἀπόνοιαν, | |
5 | ἣν ἐπλημμέλησαν, σταυρῷ τὸν τῶν ὅλων δημιουργὸν προσηλώ‐ σαντες. τὸ δὲ τῆς ἐκλείψεως εἶδος τοιοῦτον συνέβαινεν. εἰκάδα δευτέραν ἤλαυνεν ὁ Δεκέμβριος, τετάρτῃ δὲ τῆς ἡμέρας ὥρᾳ, σταθηρᾶς αἰθρίας οὔσης, σκότος ἐπέσχε τὴν γῆν, καὶ οἱ διαφα‐ νεῖς τῶν ἀστέρων ἅπαντες κατεφαίνοντο. ἦν δὲ ὁρᾷν τὸν τοῦ | |
10 | ἡλίου δίσκον ἀλαμπῆ καὶ ἀφώτιστον, αἴγλην δέ τινα ἀμυδρὰν καὶ ἰσχνὴν, ταινίας δίκην λεπτῆς, κατὰ τὸ ἄκρον κυκλόθεν τὸν δίσκον περιαυγάζουσαν. κατὰ μικρὸν δὲ τὴν σελήνην παραμείβων ὁ ἥλιος (ὡρᾶτο γὰρ αὕτη κατὰ κάθετον αὐτὸν ἀντιφράττουσα) τὰς ἰδίας ἀκτῖνας ἐξέπεμπε, καὶ φωτὸς αὖθις ἐπλήρου τὴν γῆν. | |
15 | τῷ καινῷ οὖν καὶ ἀσυνήθει τοῦ ὁράματος ἐκδειματωθέντες οἱ ἄνθρωποι, τὸ θεῖον ἱκετηρίαις, ὡς τὸ εἰκὸς, ἐξιλάσκοντο. τότε καὶ αὐτὸς ἐγὼ τῷ Βυζαντίῳ ἐπεχωρίαζον, μετιὼν τὴν ἐγκύκλιον παίδευσιν. ὁ δὲ βασιλεὺς (δεῖ γὰρ τὸν λόγον τοῦ εἱρμοῦ ἐκτρα‐ πέντα ἐπ’ αὐτὸν τοῦτον αὖθις ἐπαναγαγεῖν), ἐπεὶ τὰ τῶν ἐναν‐ | |
20 | τίων φρούρια εἷλεν ἀκονιτὶ, ἐπὶ τὴν Ἀντιόχου ἐπορεύετο παμ‐ πληθεὶ, καὶ πρὸ τῶν τειχῶν αὐτῆς πηξάμενος χάρακα, τοὺς στρατηγοὺς καὶ λοχαγοὺς συναγηοχὼς, ἐν περιωπῇ τε κατὰ τὸ | |
ὕπαιθρον στὰς, ἔλεξε ταῦτα· „τὰ μὲν ἐπέκεινα ταύτης ἀνῳκι‐ | 72 | |
73 | σμένα τῆς πόλεως φρούρια τῇ τῆς προνοίας ῥοπῇ καὶ τῇ σφῶν ἐμ‐ πειρίᾳ μετὰ τῆς προσούσης ἀνδρείας εἵλομεν, ὡς ἴστε, συστρα‐ τιῶται, παρὰ πᾶσαν ὑπόνοιαν. καὶ χάριν ὁμολογῶ πλείστην ὑμῖν, ὅτι πρὸς ἐμὲ τὸν ὑμῶν ἀφορῶντες ἡγεμόνα, οὐκ ὠκλάσατε | |
5 | περί τε τῶν ἀηδῶν, ἃ πλεῖστα καὶ ἀπηχῆ ἐπιφέρειν οἶδεν ὁ πόλε‐ μος, ἀλλ’ οὕτω μετὰ προθυμίας καὶ λελογισμένης ῥώμης διηγω‐ νίσασθε, ὥστε μηδὲν, οἷς προβάλομεν τῶν φρουρίων, ὑπέρτε‐ ρον γενέσθαι τῆς ὑμῶν ἀρετῆς, καὶ καταλειφθῆναι ἀνάλωτον. οἶδα δὲ καὶ τὸ πρὸς τὴν κατασκαφὴν ταυτησὶ τῆς πόλεως πρόθυ‐ | |
10 | μον ὑμῶν, ὅπως ὀργᾶτε καὶ σφαδάζετε ἡ στρατιὰ, ταύτην κατε‐ ριπώσειν καὶ δῃώσειν πυρί. ἀλλ’ οἶκτός μέ τις ὑπεισέρχεται ταύ‐ της, εἰ τρίτη τῶν περὶ τὴν οἰκουμένην τελοῦσα πόλεων, τῷ τε κάλλει καὶ τῷ μεγέθει τῶν περιβόλων (ὁρᾶτε γὰρ εἰς ὅσον ὕψος ἐπανατείνονται οὗτοι), ἔτι δὲ πλήθει τοῦ δήμου καὶ τῶν οἰκιῶν | |
15 | ἀμηχάνοις κατασκευαῖς, ἐρείπιον κείσεται, καθά τι φρούριον πε‐ νιχρόν. τὸ δὲ τὴν Ῥωμαϊκὴν στρατιὰν κατὰ τὴν ταύτης κατατρί‐ βειν ἐκπόρθησιν, καὶ τὰ ὑμῖν ὑποποιηθέντα τῷ πολεμεῖν αὖθις διαφθείρειν τε καὶ λεηλατεῖν, οὔ μοι νοῦν ἔχειν δοκεῖ. ἐγὼ γὰρ ἐκεῖνον μάλιστα φαίην κηδεμονικὸν στρατηγὸν, τὸν ταῖς ἐπεξελά‐ | |
20 | σεσι καὶ διαμελλήσεσι τὴν τῶν ἐναντίων κακοῦντα χώραν καὶ δια‐ φθείροντα· τὸν δέ γε τὴν οἰκείαν ταῖς τῆς στρατιᾶς ἐκδρομαῖς | |
καὶ αὖθις κατὰ χώραν ἀναστροφαῖς παραπολλύοντα καὶ ἐκτρίβον‐ | 73 | |
74 | τα, τοῦτον ἀνόητον, μᾶλλον δὲ κακονούστατον ὀνομάζειν οὐκ ἂν ἀποκνήσαιμι· παρόμοιόν τι διεργαζόμενον τῶν τῇ παροιμίᾳ κω‐ μῳδουμένων κυνῶν, οἳ τοὺς λύκους τῶν προβάτων ἀποσοβεῖν ἐπο‐ φείλοντες, καὶ τὰ βοσκήματα φυλάττειν ἀνεπιβούλευτον, οἱ δὲ, | |
5 | πρὸς τῷ μὴ ἀποσοβεῖν, μᾶλλον τῶν θηρίων αὐτοὶ διακόπτουσι καὶ διασπαράττουσιν. εἰ οὖν δοκεῖ καὶ πείθεσθέ μοι, ἐπείπερ ὁ λόφος ὀχυρώτατος οὑτοσὶ καταφαίνεται, καὶ κατάῤῥυτός ἐστιν ὕδασιν, ὡς ὁρᾶτε, τοῦτον δὴ τειχιστέον ἐξαυτῆς, καὶ ἴλην ἱππέων καὶ σπεῖραν πεζῶν ἐν αὐτῷ ἐατέον· ὥστε καθ’ ἑκάστην ἐπεξελά‐ | |
10 | σεσι καὶ καταδρομαῖς, καὶ τῶν ἐπιτηδείων διαρπαγαῖς τὴν Ἀντιό‐ χου ταπεινώσωσι, καὶ εἰς ἀμηχανίαν δεινὴν κατακλείσαντες καὶ ἄκουσαν ἀναγκάσωσι, Ῥωμαίοις γενέσθαι ὑπόσπονδον.“ εἶπεν ὁ βασιλεὺς, καὶ λίθον ἐπωμισάμενος (ἦν γὰρ περὶ τὰ τοιαῦτα με‐ τριοπαθής τε καὶ ταπεινὸς), ἄνεισι ἐπὶ τὸν λόφον, πάσῃ τῇ στρα‐ | |
15 | τιᾷ οὕτω ποιεῖν διακελευσάμενος. ἦν οὖν ἰδεῖν ἐν τρισὶν ἡμέραις ἄστυ ἀνῳκισμένον ἐπὶ τὸν λόφον, εὐερκές τε καὶ ὀχυρώτατον. φάλαγγα τοιγαροῦν πεντακοσίων ἱππέων, καὶ σπεῖραν χιλίων πε‐ ζῶν ἐν τῷ φρουρίῳ καταλιπὼν, καὶ ἀποχρῶσαν χιλὸν αὐτοῖς ἀπο‐ σιτισάμενος, ἐντειλάμενός τε ὁσημέραι ἐκδρομὰς κατὰ τῆς Ἀν‐ | |
20 | τιοχείας ποιεῖν, καὶ τὸ παρατυχὸν μαχαίρας ἔργον καὶ προνομῆς ἀπεργάζεσθαι, αὐτὸς ἐκεῖθεν ἀπάρας πρὸς τὴν βασιλεύουσαν ἐπανέζευξε, καὶ μεγαλοπρεπῶς πρὸς τῶν ἀστικῶν ὑποδεχθεὶς | |
ἐκεῖσε διέτριβεν. | 74 | |
75(t1) | ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ | |
t2 | ΙΣΤΟΡΙΑΣ Ε. | |
1 | αʹ. Ἀλλ’ οὕτω μὲν, ᾗπέρ μοι ἤδη ἐῤῥήθη, ὁ αὐτοκράτωρ Νι‐ κηφόρος Συρίαν καὶ τὰ παράκτια ταύτης καταδραμὼν, καὶ τὸ ἀντίξουν ἅπαν ἐκποδὼν ποιησάμενος, καὶ λείαν Μυσῶν θέμενος, καὶ πλεῖστα πτολίσματα καθελὼν, κἀν τοῖς ἐπικαιροτάτοις τῆς | |
5 | μεγάλης Ἀντιοχείας φρούριον ἐρυμνὸν δομησάμενος ἐν τρισὶν ἡμέ‐ ραις καὶ πολίσας, ἐς τὸ Βυζάντιον ἐπανέζευξεν. Ἐντεῦθεν παρὰ | |
τὸν τῶν Καρχηδονίων ἀγὸν διεκηρυκεύετο, καὶ τὸ τοῦ ἐναγεστά‐ | 75 | |
76 | του καὶ ἀσεβεστάτου Μωάμεδ ξίφος δῶρον ἐξέπεμπεν, ὅπερ λά‐ φυρον ἔκ τινος τῶν κατὰ Παλαιστίνην ἁλόντων φρουρίων ἀνεί‐ ληφε, καὶ τὸν Πατρίκιον ἐξῄτει Νικήταν, ὃν συνέβη τὸ πρότε‐ ρον ἐν τῷ περὶ Σικελίαν τῶν Ῥωμαίων πταίσματι δορυάλωτον | |
5 | ληφθέντα, τῷ τοιούτῳ τῶν Ἄφρων παραπεμφθῆναι κατάρχοντι, ὡς ὁ λόγος ἐδήλωσε. διὰ γραμμάτων οὖν ἐπέσκηπτεν, ὡς, εἰ ἐνδοιάσῃ πρὸς τὴν τοῦ Πατρικίου ἀπόδοσιν, καὶ οὐκ ἐξαυτῆς τοῦτον ἀνήσοι τε τῶν δεσμῶν, καὶ ὡς αὐτὸν παραπέμψῃ, πό‐ λεμον ἀκήρυκτον ἤτω προσδοκῶν, καὶ πᾶσαν τὴν αὐτοῦ ἐπικρά‐ | |
10 | τειαν ἀνεκτριβῆναι, τοῖς Ῥωμαϊκοῖς δηϊουμένην στρατεύμασι. ταῖς τοιαύταις οὖν ὁ Καρχηδόνιος ἐκδειματωθεὶς ἀγγελίαις, ὡς ἄλλαις τισὶ, κατὰ τὴν παροιμίαν, ἀπὸ Σκυθῶν ῥήσεσι, τόν τε Πατρίκιον Νικήταν καὶ τοὺς σὺν αὐτῷ ληφθέντας δορυαλώτους, καὶ ὅσους Ῥωμαίων ἐκ διαφόρων χώρων ἐν εἱρκταῖς πεδήτας πα‐ | |
15 | ρακατεῖχε, δῶρον τῷ βασιλεῖ Νικηφόρῳ ἐξέπεμπε· δέος γὰρ αὐτὸν ὑπεισῄει, ἐκστρατείαν καὶ ἔκπλουν τούτου ἐνωτισάμενον. τὸ γὰρ ἀκαταγώνιστον τοῦ ἀνδρὸς, κἀν ταῖς μάχαις ἀνυπόστατον καὶ ἀπρόσιτον, καὶ ὅπως εὐπετῶς τὸ ἀντίπαλον ἅπαν ὡς ἔκ τι‐ νος θείας ῥοπῆς εὐείκτως κατεστρέφετο, ἔφριττόν τε πάντα ἔθνη | |
20 | καὶ ἐτεθήπεσαν, καὶ οὐ πολέμιον ἔχειν, ἀλλὰ φίλον καὶ δεσπό‐ την ἠπείγοντο. οὕτω μὲν δὴ ὁ Πατρίκιος Νικήτας καὶ οἱ λοιποὶ τῶν Ῥωμαίων αἰχμάλωτοι τῶν δεσμῶν ῥυσθέντες καὶ τῆς εἱρκτῆς, | |
πρὸς τὸ Βυζάντιον ἐπανῄεσαν. ὁ δὲ βασιλεὺς Νικηφόρος ἥσθη | 76 | |
77 | τε, ὡς τὸ εἰκὸς, καὶ ἡμέραν ἦγεν ἑόρτιον, καὶ τὰς εὐχαριστη‐ ρίους τῷ Θεῷ ἐπὶ τῇ τῶν ὁμοφύλων ἀπολυτρώσει ἀπεδίδου εὐχάς. ἐν ᾧ δὲ ταῦτα κατά τε τὴν Συρίαν καὶ τὸ Βυζάντιον τῷ βασιλεῖ διεπράττετο, ὁ πρὸς τοὺς Ταυροσκύθας σταλεὶς βασιλικῷ νεύ‐ | |
5 | ματι Καλοκύρης ὁ Πατρίκιος, κατὰ τὴν Σκυθίαν γενόμενος, καὶ τῷ τῶν Ταύρων κατάρχοντι φιλιωθεὶς, δώροις τε τοῦτον δια‐ φθείρας καὶ λόγοις καταγοητεύσας ἐπαγωγοῖς (φιλοκερδὲς δὲ ἅπαν ἐκτόπως τὸ Σκυθικὸν, καὶ λίχνον ὅτι μάλιστα, καὶ ἐπιῤῥεπὲς πρὸς λημμάτων ὑπόσχεσιν καὶ ἀνάληψιν) ἐνέπεισε στρατιὰν συν‐ | |
10 | αγηοχότα βαρεῖαν, ἐλαύνειν κατὰ Μυσῶν· τούτους δὲ καταγω‐ νισάμενον ὑποποιήσασθαι μὲν τὴν χώραν καὶ ταύτην παρακατέ‐ χειν εἰς ἴδιον ἐνδιαίτημα· αὑτῷ δὲ κατὰ Ῥωμαίων συνάρασθαι, ὅπως κατάσχοι τὴν βασιλείαν, καὶ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἐπι‐ τεύξοιτο. μεγάλας δὲ καὶ ἀνεκδιηγήτους τὰς ὠφελείας αὐτῷ πρά‐ | |
15 | ξειν καθυπισχνεῖτο, ἐκ τῶν βασιλικῶν ταμείων συνεκφορήσαντα. βʹ. Τούτων τῶν λόγων ὁ Σφενδοσλάβος ἀκουτισθεὶς (τοῦτο γὰρ πρὸς τῶν Ταύρων κατωνομάζετο) οὐχ οἷός τε ἦν ἐπισχεῖν τὴν ὁρμήν· ἀλλὰ, μετέωρος ταῖς ἐλπίσι τοῦ πλούτου γενόμενος, ὀνει‐ ροπολῶν τε τὴν τῆς χώρας κατάσχεσιν τῶν Μυσῶν, καὶ ἄλλως | |
20 | δὲ θερμουργός τε ὢν καὶ θρασὺς, ἄλκιμός τε καὶ ῥέκτης ἀνὴρ, πᾶσαν ἡβηδὸν ἡλικίαν τῶν Ταύρων πρὸς τὴν ἐκστρατείαν κα‐ τήπειγεν. ἑξήκοντα τοιγαροῦν χιλιαδῶν ἀκμαίων ἀνδρῶν στρα‐ | |
τιὰν συναγείρας, ἐκτὸς τοῦ θητικοῦ, ἅμα τῷ Πατρικίῳ Καλο‐ | 77 | |
78 | κύρῃ, ὃν καὶ ὁμαίμονα προσήκατο φιλίας θεσμοῖς, ἐχώρει κατὰ Μυσῶν. ἄρτι δὲ παραπλέοντος τὸν Ἴστρον, καὶ πρὸς τὴν ἐπὶ τῆς ἠπείρου ἀπόβασιν ἐπειγομένου, αἰσθόμενοι τὸ δρώμενον οἱ Μυσοὶ, εἰς τρισμυρίων ἀνδρῶν συναγομένην φάλαγγα συνασπί‐ | |
5 | σαντες ὑπηντίαζον. ἀλλ’ ἐῤῥωμενέστατα τῶν πορθμείων ἀπο‐ βάντες οἱ Ταῦροι, τά τε σάκη προβαλόντες, καὶ τὰ ξίφη σπα‐ σάμενοι, ἐπιστροφάδην ἔπληττον τοὺς Μυσούς. οἱ δὲ, μηδὲ τὴν πρώτην ῥοπὴν ἐνεγκόντες, εἰς φυγαδείαν ἐτράποντο καὶ πρὸς τὸ Δορύστολον (ἐχυρὸν δὲ φρούριον τοῦτο Μυσῶν) ἀγεννῶς συν‐ | |
10 | εκλείοντο. τηνικαῦτα δὴ λέγεται καὶ Πέτρον, τὸν ἡγήτορα τῶν Μυσῶν, ἄνδρα θεοφιλῆ καὶ σεβάσμιον, τῷ ἀπροσδοκήτῳ τῆς τροπῆς περιαλγήσαντα, ἐπιληψίας πάθος περιπεσεῖν, καὶ ὀλίγον ἐπιβιώσαντα, τῶν τῇδε ὑπαπελθεῖν. ἀλλὰ ταῦτα μὲν κατὰ τὴν Μυσίαν ἐπράττετο ὕστερον· ὁ δὲ τῶν Ῥωμαίων αὐτοκράτωρ Νι‐ | |
15 | κηφόρος, τὰ περὶ τῶν Ταύρων διαγνοὺς, καὶ ἄλλως δὲ παρὰ πᾶσαν αὑτοῦ τὴν βιοτὴν μεμεριμνημένος τις ὢν, καὶ ἐγρηγορὼς, καὶ μὴ νευστάζων, μηδέ τισιν ἡδοναῖς ὅλως δουλούμενος (οὐδὲ γὰρ ἔχοι τις λέγειν, ὡς ἴδοι τοῦτον κωμάσαντα κἂν ἐν νεότητι), τότε παντοδαπός τις ἦν, καὶ τὴν πεζικὴν στρατιὰν ἐξήρτυε, καὶ | |
20 | τοὺς λόχους καθώπλιζε, καὶ τὴν ἱππικὴν φάλαγγα ἐς βάθος διέ‐ ταττε, καὶ πανσιδήρους ἱππότας ἀπέφαινε. τάς τε μηχανὰς τὰς ἐφετηρίους τεκταινόμενος ἐπὶ τῶν τῆς πόλεως πυργωμάτων κα‐ | |
θίδρυε, καὶ σειρὰν βαρυτάλαντον ἐκ σιδήρου πεποιημένην ἐπὶ | 78 | |
79 | τὸν πύργον ἐνδησάμενος, ὃν Κεντηνάριον κικλήσκειν εἰώθασιν, ἐπὶ φιτρῶν τε μεγίστων ἐφαρμοσάμενος, κατὰ τὸν Βόσπορον ἔτεινε, καὶ πρὸς τὸ τοῦ καταντιπέρας Καστελλίου πύργωμα ἀνῆψε. δραστήριος δὲ ὢν, καὶ βαθυγνώμων, εἰ καί τις ἄλλος, ὧν ἴσμεν, | |
5 | ἀνὴρ, ἀξύμφορον εἶναί οἱ διελογίζετο, εἰ πρὸς ἀμφότερα τὰ ἔθνη τὴν διαμάχην ἄροιτο. ξυνοῖσον οὖν ἐδόκει εἶναι αὐτῷ, εἰ τὸ ἓν ὑποποιήσῃ τῶν ἐθνῶν. οὕτω γὰρ ἐδόκει ῥᾷστα περιέσε‐ σθαι τοῦ ἑνὸς, καὶ αὐτὸ θᾶττον καταγωνίσασθαι. γʹ. Ἐντεῦθεν, ἐπεὶ τὸ παρὰ τῶν Ταύρων ἀπεγνώκει δια‐ | |
10 | κηρυκεύεσθαι (ᾔδει γὰρ τὸν Πατρίκιον Καλοκύρην ἅπαξ τῆς εὐ‐ θείας ἐκκλίναντα καὶ τῆς τούτου κυρίας ἀφηνιάσαντα, καὶ μέγα παρὰ τῷ Σφενδοσλάβῳ δυνηθέντα, μὴ εὐείκτως τῷ τούτου θε‐ λήματι σπείσασθαι), πρὸς τοὺς ὁμοθρήσκους Μυσοὺς ἐβουλεύσα‐ το μᾶλλον πρεσβείαν στείλασθαι. καὶ δῆτα πρέσβεις ὡς αὐτοὺς | |
15 | ἔστελλε, τόν τε Πατρίκιον Νικηφόρον, ᾧ τὸ ἐπώνυμον Ἐρωτι‐ κὸς, καὶ Φιλόθεον, τὸν τῶν Εὐχαΐτων πρόεδρον, καὶ τῆς τε θρησκείας αὐτοὺς ὑπεμίμνησκε (τὰ Χριστιανῶν γὰρ ἀναντιῤῥή‐ τως πρεσβεύουσιν οἱ Μυσοὶ), καὶ παρθένους τοῦ βασιλικοῦ γέ‐ νους ἐξῄτει, ὡς συνάψῃ ταύτας τοῖς τοῦ αὐτοκράτορος Ῥωμανοῦ | |
20 | παισὶ, καὶ ἀδιάῤῥηκτος ἐκ τοῦ κήδους ἥ τε πρὸς Ῥωμαίους καὶ τοὺς Μυσοὺς καταλλαγὴ καὶ φιλία ἐμπεδωθῇ. οἱ δὲ Μυσοὶ | |
ἄσμενοι τὴν πρεσβείαν ἐδέχοντο, καὶ κόρας ἐξ αἵματος τοῦ βασι‐ | 79 | |
80 | λικοῦ ἐπὶ ἁμαξῶν ἀναβιβάσαντες (εἰθισμένον δὲ γυναιξὶ Μυσῶν, ἐφ’ ἁμαξῶν ὀχεῖσθαι), τῷ αὐτοκράτορι Νικηφόρῳ ἐξέπεμπον, ἀπαμῦναι σφίσιν ὅτι τάχιστα ποτνιώμενοι, καὶ τὸν τοῖς αὐχέσιν αὐτῶν ἐπικείμενον πέλεκυν τῶν Ταύρων ἀποτρέψαι καὶ κενὸν | |
5 | ἀπεργάσασθαι. καὶ κἂν ἐπήμυνε τούτοις, καὶ τρόπαια κατὰ τῶν Ταύρων ἐστήσατο, ἐπεὶ καὶ κατὰ πάντων, πρὸς οὓς ἂν τὴν Ῥω‐ μαϊκὴν ἀντεπήνεγκε δύναμιν. ἀλλ’ ἀπὸ μικρᾶς ῥοπῆς αἰωρούμε‐ να τὰ ἀνθρώπινα, καὶ ὡς ἔκ τινος εἰπεῖν λεπτῆς κρόκης ἐκκρε‐ μαννύμενα, καὶ εἰς τὸ ἐναντίον εἴωθε περιχωρεῖν. ἀνεπισφαλῶς | |
10 | γάρ τινες οἴονται νέμεσίν τινα θείαν καὶ φθόνον ἀνθρώπινον τοῖς ἐπισήμοις καὶ ἀλκιμωτάτοις ἀνδράσι προσίστασθαι, σφάλλοντα τούτους, καὶ περιτρέποντα, καὶ εἰς τὸ μηδὲν συνελαύνοντα. οἷα δὴ καὶ τότε τῷ αὐτοκράτορι Νικηφόρῳ, κατὰ ῥοῦν αὐτῷ φερομένων τῶν πραγμάτων, καὶ ὡς οὐκ ἄλλῳ τῶν πρὸ αὐτοῦ | |
15 | ἡγεμονευσάντων, συμβέβηκεν. ἐγὼ δὲ τοῦτό φημι, ὅτι ἀμη‐ χάνῳ τοῦ κρείττονος προμηθείᾳ ἤδη τοῖς ἀνθρώποις εὐροοῦντα τὰ πράγματα εἰς τοὐναντίον ἀντιπεριΐσταται, ὡς ταύτῃ παιδευθεῖεν θνητοὶ ὄντες καὶ πρόσκαιροι, καὶ μὴ περαιτέρω φυσῷεν τοῦ προσήκοντος. ἤδη γάρ τινες εὐπραγίαις ἐπιβάντες καὶ κατὰ τὰς | |
20 | μάχας εὐδοκιμήσαντες, θεοὺς ἀνειπεῖν αὑτοὺς οὐκ ἐνάρκησαν, εἰς αὐτὴν τὴν πρόνοιαν ἐξυβρίσαντες. παράδειγμα τούτων οἱ τοῦ Ἀλωέως παῖδες Ὦτος καὶ Ἐφιάλτης, εἰς οὐρανοὺς κατὰ | |
τὸν μῦθον πειρώμενοι ἀνελθεῖν, καὶ Ναβουχοδονόσορ ὁ Βαβυ‐ | 80 | |
81 | λώνιος, εἰκόνα στησάμενος ἑαυτοῦ, καὶ ὁ Φιλίππου Ἀλέξαν‐ δρος, Ἄμμωνος υἱὸς ἀξιῶν ὀνομάζεσθαι. εἰκότως οὖν τρεπτὰ καὶ παλίντροπα καθέστηκε τοῖς ἀνθρώποις τὰ πράγματα, οἷα δὴ καὶ τότε Ῥωμαίοις συνέβαινεν, ἀποβαλοῦσι μετὰ μικρὸν ἡγε‐ | |
5 | μόνα τὸν ἑαυτῶν, οἷον οὐκ ἔσχεν ἄλλον ἡ Ῥωμαϊκὴ δυναστεία τὸ πρότερον. εἰ γὰρ μὴ τῇ τούτου ἀναιρέσει εἰς τὸ ἔμπαλιν ἡ τύχη τούτοις ἀπέτρεχεν, οὐδὲν ἐνέδει, ἐπιβιοῦντος ἐκείνου, μὴ τὰ ὅρια πήξασθαι τῆς σφῶν ἐπικρατείας πρὸς ἀνίσχοντα ἥλιον κατὰ τὴν Ἰνδικὴν, καὶ αὖθις ἐπὶ δυόμενον πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ | |
10 | τέρματα. ἀλλὰ γὰρ ἐπανακτέον τὸν λόγον, ὅθεν ἀπέκλινε τοῦ εἱρμοῦ. δʹ. Οἱ μὲν δὴ Μυσοὶ χεῖρας ἱκέτιδας ἐφήπλουν, ἐπαμῦναι σφίσι δυσωποῦντες τὸν αὐτοκράτορα. ἐν ᾧ δὲ πρὸς τὴν ἐκστρα‐ τείαν διεσκευάζετο, ἡ τῆς μεγάλης Ἀντιοχείας ἅλωσις ἐπηγγέλ‐ | |
15 | λετο, ἄρτι κατὰ τὰς ἐκείνου ὑποθήκας ἁλοῦσα, ἃς δὴ τοῖς κα‐ ταλειφθεῖσι πρὸς αὐτοῦ εἰς τὸ ταύτην λεηλατεῖν στρατιώταις ἐπέ‐ σκηπτε. λέγεται γὰρ, ὡς, ἐπείπερ ταῖς καθ’ ἡμέραν καταδρο‐ μαῖς εἰς ἀμηχανίαν καὶ σπάνιν τῶν ἀναγκαίων ἐσχάτην συνηλαύ‐ νετο, τὸν Πατρίκιον Πέτρον καὶ στρατοπεδάρχην, τομίαν μὲν | |
20 | ὄντα, ῥέκτην δὲ τὴν ἄλλως καὶ ῥωμαλεώτατον, κατατρέχοντα Συρίαν, ἐκεῖσε μετὰ τῆς δυνάμεως ἀφικέσθαι, καὶ Μιχαὴλ ἐκεῖ‐ νον, ἐν ταξιάρχοις τελοῦντα, ᾧ Βούρτζης ἐπώνυμον, ἐπὶ κατα‐ σκοπὴν ἐκπέμψαι τῆς πόλεως. τὸν δὲ μετὰ καὶ ἄλλων λογάδων | |
ἀγχοῦ ταύτης γενόμενον, τὸν ἐπίβατον τοῦ τείχους περισκοπῆ‐ | 81 | |
82 | σαι, καὶ ὀπισθόρμητον ἀπαλλαγῆναι πρὸς τὸ στρατόπεδον, κλί‐ μακάς τε ἀναλόγους τῷ ὕψει τῶν πύργων τεκτήνασθαι· κἀν τοῖς ἀχθοφόροις ζώοις ταύτας ἐπιφορτίσασθαι, καὶ μετὰ λεγεῶνος γενναιοτάτων στρατιωτῶν ἤδη μέσων νυκτῶν τὸν τῆς Ἀντιο‐ | |
5 | χείας περίβολον αὖθις καταλαβεῖν, ἤρεμά τε ταύτας προσερεῖ‐ σαι τῷ τείχει καὶ ἀνιέναι διὰ τῶν κλιμάκων· τοὺς δὲ φύλα‐ κας τῶν Ἀγαρηνῶν, βαθεῖ τῷ ὕπνῳ καθεύδοντας, τοῖς ξίφε‐ σι διαχρήσασθαι. ἐγκρατεῖς δὲ τῶν τειχῶν τὸν τρόπον τοῦτον Ῥωμαίους γεγενημένους καταβῆναί τε τῶν πύργων, καὶ τετραχῶς | |
10 | τὸ ἄστυ πυρπολεῖν· Ἀντιοχεῖς δὲ, τῷ ἀπροσδοκήτῳ καταπλα‐ γέντας, εἰς οἰμωγὰς καὶ θρήνους τραπῆναι καὶ ἀμηχανίαν δει‐ νὴν, διενθυμουμένους ὅ,τι καὶ δράσαιεν. ἤδη δὲ πρὸς ἀλκὴν ὁρμᾷν διαλογιζομένων, καὶ ῥωμαλέως τοῖς ἐναντίοις συστάδην ἀντικαθίστασθαι, τῆς ἕω τηλαυγῶς ὑπαυγαζούσης, προέφθασε | |
15 | τὴν ἐκείνων ὁρμὴν ὁ στρατοπεδάρχης Πέτρος, μετὰ τῆς δυνά‐ μεως εἰς τὴν πόλιν διὰ τῶν πυλῶν εἰσελάσας, ἃς οἱ προκατα‐ σχόντες τὸ ἄστυ Ῥωμαῖοι αὐτῷ ἀνεπέτασαν. Ἀντιοχεῖς δὲ πρὸς τοσαύτην στρατιὰν μηδὲ ἀντωπεῖν ἐξισχύοντες, τὰ ὅπλα ῥίψαν‐ τες, εἰς ἱκετείαν ἐτράποντο. οὓς ὁ στρατοπεδάρχης ἀνδραποδι‐ | |
20 | σάμενος, καὶ τὴν πυρκαϊὰν ἀποσβέσας, καὶ τῶν σύλων ἐξελὼν τὰ πρωτόλεια, τήν τε πόλιν κατὰ κράτος κατεῖχε, καὶ τῶν τει‐ χῶν τὰ ἐπισφαλῆ ἐκρατύνετο. εʹ. Ἀλλ’ οὕτω μὲν ἡ περιφανὴς καὶ μεγάλη Ἀντιόχεια πρὸς τῶν Ῥωμαίων ἥλω τε καὶ ἐπορθήθη. τὴν γοῦν ταύτης ὁ αὐτο‐ | |
25 | κράτωρ διακούσας κατάσχεσιν, ἐγεγήθει τε, καὶ τῷ κρείττονι | 82 |
83 | εὐχαριστήρια ἔθυσεν. ἔτυχε δὲ τότε τὴν τῶν Ἀσωμάτων ἀπαν‐ τῆσαι σύναξιν, ἐν ᾗ καὶ μοναχόν τινα λέγεται τῶν ἐρημικῶν ἐπι‐ στόλιον ἐπιδόντα τῷ βασιλεῖ, ἐκποδὼν ἐξαυτῆς οἴχεσθαι. τὸν δὲ ἀνελῖξαί τε τοῦτο, καὶ τὸν νοῦν αὐτοῦ ἀναλέξασθαι· εἶναι δὲ | |
5 | τὴν τούτου ἔμφασιν τοιαύτην· „ἐμοὶ τῷ σκώληκι παρὰ τῆς προ‐ νοίας ἀπεκαλύφθη, βασιλεῦ, μεταναστῆναί σε τῶν τῇδε τῷ μετὰ τὸν παρελθόντα Σεπτέμβριον τρίτῳ μηνί.“ πολλὰ τοίνυν ἀναψη‐ λαφήσας ὁ βασιλεὺς, οὐχ εὗρε τὸν μοναχόν. ἐντεῦθεν ἐν κατη‐ φείᾳ διῆγε καὶ σκυθρωπότητι· ἐπὶ κλίνης τε τὸ παράπαν ἔκτοτε | |
10 | οὐκ ἐβουλήθη διαναπαύσασθαι, ἀλλ’ ἐπ’ ἐδάφους ὑποστρων‐ νύων δέρμα παρδάλεως, καὶ κοκκοβαφῆ πῖλον, ἐπὶ τούτων ἐκά‐ θευδε, μανδύῃ τῷ τοῦ μοναχοῦ Μιχαὴλ καὶ θείου αὐτοῦ, ᾧ Μα‐ λεΐνος ἐπώνυμον, ἄνωθεν ἐπικαλύπτων αὑτοῦ τὸ σωμάτιον· ἐν οἷς εἴθιστο καθεύδειν, ὁπηνίκα τῶν δεσποτικῶν ἑορτῶν τις εἰσή‐ | |
15 | λαυνε, καὶ τῶν μυστηρίων Χριστοῦ τῶν ἀχράντων ἠβούλετο μετασχεῖν. κατὰ ταύτας δὲ τὰς ἡμέρας συνέβη καὶ τὸν Καίσαρα Βάρδαν, τὸν τοῦ αὐτοκράτορος Νικηφόρου πατέρα, τοῦ βίου μεταναστῆναι, ὑπὲρ τὰ ἐννενήκοντα ἔτη διαβιώσαντα, κἀν τοῖς στρατιωτικοῖς καταλόγοις ἐξ αὐτῆς ἥβης καταγηράσαντα, καὶ | |
20 | πολλὰ τρόπαια καὶ νίκας ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασιν ἀναδησάμενον. ὃν ἐπένθησεν ὁ βασιλεὺς τεθνηκότα, ὡς τὸ εἰκὸς, ἐκ τῶν ἀνακτόρων τε καὶ μέχρι τῆς ἑστίας αὐτοῦ κατὰ μεσημ‐ | |
βρίαν κειμένης τοῦ ἄστεος, πρὸς τὸ κάταντες τῆς ἐπὶ θάλασσαν | 83 | |
84 | φερούσης ὁδοῦ, ἵνα ὁ τῆς Σοφίας λιμὴν ἥπλωται, τὸν τούτου νε‐ κρὸν προέπεμψε, καὶ τῇ σορῷ περιέστειλε. μετὰ δέ τινας ἡμέρας τοῦ ἐπὶ τῷ πατρὶ πένθους τῷ βασιλεῖ ὑπολωφήσαντος, εὐκαιρίας ἡ Αὐγούστα Θεοφανὼ δραξαμένη, πρόσεισι τούτῳ καταμόνας, | |
5 | πολλὴν συνείρουσα λόγων πειθὼ, Ἰωάννην τε τὸν Μάγιστρον, ᾧ Τζιμισκῆς τὸ ἐπώνυμον, οὐκ ἀνίη ἐξαιτουμένη, προσλιπαροῦσά τε καὶ ποτνιωμένη. καὶ δικαίαν δῆθεν τὴν σκῆψιν προτεινομένη, καὶ, „ἵνα τί πάντα μέτρῳ καὶ σταθμῷ ῥυθμίζων τὰ σὰ, βασι‐ λεῦ, ὡς ἀκριβῆ στάθμην εἶναί σε καὶ κανόνα σωφροσύνης εὐθύ‐ | |
10 | τατον, παρορᾷς ἄνδρα γενναῖον οὕτω καὶ νεανικὸν, ἀριπρεπῆ τε κατὰ τὰς μάχας τυγχάνοντα καὶ ἀκαταγώνιστον, ἐγκυλινδεῖ‐ σθαι τῷ βορβόρῳ τῶν ἡδονῶν, καὶ βίον μεταδιώκειν παρεξηυλη‐ μένον καὶ ἄνετον, σφριγῶντα καὶ αὐτὴν τῆς ἡλικίας ἄγοντα τὴν ἀκμὴν, καὶ ταῦτα αὐτανεψιὸν τοῦ σοῦ πεφηνότα κράτους, λαμ‐ | |
15 | πράν τε τοῦ γένους ἕλκοντα τὴν σειράν; ἀλλ’, εἰ δοκεῖ, κέ‐ λευε τὴν ταχίστην, τῶν χώρων ἵνα διατρίβει ἀπάραντα, ἀφι‐ κέσθαι τε πρὸς ἡμᾶς καὶ συζύγῳ τῶν εὐγενῶν ἁρμοσθῆναι. τὴν γὰρ ἤδη νόμῳ γάμου προσαρμοσθεῖσαν αὐτῷ ὁ πικρὸς, ὡς οἶσθα, καὶ λυσιμελὴς ἐξεθέρισε θάνατος. εἶξον λοιπὸν, βασι‐ | |
20 | λεῦ, καὶ εἰσηγουμένῃ τὰ δέοντα πείσθητι, καὶ μὴ προκείσθω ταῖς ἀκολάστοις γλώσσαις κωμῳδία καὶ σαρκασμὸς ὁ ἐκ τοῦ σοῦ γένους ἀναδραμὼν, κἀν ταῖς τῶν πολέμων ἀνδραγαθίαις παρὰ πάντων μεγαλαυχούμενος.“ | |
ϛʹ. Τούτοις τοῖς λόγοις μετελθοῦσα τὸν αὐτοκράτορα καὶ, | 84 | |
85 | ὡς τὸ εἰκὸς, καταγοητεύσασα (εὔνοιαν γὰρ ὑπὲρ τὸ προσῆκον παρεῖχεν αὐτῇ, ἐκτόπως τῆς ὥρας ταύτης ἡττώμενος), ἀνέπει‐ σεν εἰσκαλέσαι τὸν Ἰωάννην, καὶ θᾶττον ἀπαντῆσαι πρὸς τὸ Βυ‐ ζάντιον. ὁ δὲ πρὸς τὴν βασιλεύουσαν εἰσελάσας καὶ τῷ βασιλεῖ | |
5 | παραστὰς, ἐπείπερ ἐπισκήψεις ἐδέξατο τοῖς βασιλείοις ὁσημέραι φοιτᾷν, τότε μὲν ἐφ’ ἑστίας εὐθὺς ἀπηλλάττετο· μετέπειτα δὲ παρὰ τὴν βασίλειον αὐλὴν οὐ διελίμπανεν ἀνιών. ἅτε δὲ θερ‐ μουργός τις ἀνὴρ πεφυκὼς, καὶ τολμήσας εἰ καί τις ἄλλος, καὶ πράγμασιν ἐπιχειρεῖν ἀλλοκότοις παραβολώτατος, ἐξεῦρε μηχα‐ | |
10 | νὴν, ὥστε διά τινων ἀφανῶν εἰσόδων πρὸς τῆς Αὐγούστης ἑτοι‐ μασθεισῶν ὑποδύεσθαί τε καὶ εἰς λόγους ταύτῃ συνέρχεσθαι, καὶ τὴν τοῦ αὐτοκράτορος Νικηφόρου τῶν ἀνακτόρων μελετῆσαι καθαίρεσιν. ἐντεῦθεν ἄνδρας ῥωμαλέους καὶ νεανικοὺς τὰ πολέ‐ μια ἐκ διαλειμμάτων πρὸς αὐτὸν ἐξέπεμπεν, οὓς ὑποδεχομένη | |
15 | ἐν οἰκίσκῳ σκοταίῳ παρ’ αὐτῇ παρεφύλαττεν. ἐπεὶ δὲ πόνον ἡ τούτων ἐπὶ κακῷ συλλαβοῦσα συμφωνία καὶ δεινὴν ἀδικίαν ὠδί‐ νασα, τὴν πονηρὰν τεκεῖν ἀνομίαν ἠπείγετο, συνελθόντες αὖθις ἀλλήλοις κατὰ τὸ σύνηθες, τὸν αὐτοκράτορα Νικηφόρον τῆς ἀρ‐ χῆς κατασπᾶσαι διέγνωσαν. ἐκεῖθεν ἐφ’ ἑστίας ὁ Ἰωάννης ἀπαλ‐ | |
20 | λαγεὶς, Μιχαήλ τε, τὸν καλούμενον Βούρτζην, καὶ Λέοντα τὸν Πεδιάσιμον εἰσκαλέσας καὶ τὸ δωμάτιον κλείσας, τὴν τοῦ αὐτο‐ κράτορος Νικηφόρου μετ’ αὐτῶν ἐσκαιωρεῖτο ἀναίρεσιν. μὴν | |
ἐφειστήκει τότε Δεκέμβριος, δεκάτην ἐλαύνων ἡμέραν. λέγεται | 85 | |
86 | δὲ κατὰ τὴν ἑσπέραν παρὰ τὸν καιρὸν τῆς ὑμνῳδίας κληρικόν τι‐ να τῆς βασιλείου αὐλῆς λίβελλον ἀναδοῦναι τῷ βασιλεῖ, ἐν ᾧ ταῦτα ἐγέγραπτο· „γνωστὸν ἔστω σοι, βασιλεῦ, ὡς ὄλεθρός σοι ταύτῃ τῇ νυκτὶ ἐπικαττύεται χαλεπός. ὅτι δὲ ἀληθῆ ταῦτα, ἡ | |
5 | γυναικωνῖτις ἐρευνηθήτω, ἐν ᾗ ἄνδρες ἔνοπλοι καταληφθήσον‐ ται, οἱ τὴν σὴν μέλλοντες αὐτουργῆσαι σφαγήν.“ τὸν γοῦν λί‐ βελλον ὁ βασιλεὺς ἀναγνοὺς, Μιχαὴλ τῷ τοῦ κοιτῶνος κατάρ‐ χοντι ἔρευναν ἀκριβῆ τῶν ἀνδρῶν ποιῆσαι παρεκελεύσατο· ὁ δὲ, εἴτε τὴν Αὐγούσταν καταιδεσθεὶς, εἴτε μελλήσει χρησάμενος, ἢ | |
10 | καὶ θεοβλαβείᾳ παρενεχθεὶς, παρῆκε τὸ δωμάτιον, ἐν ᾧ τὸ τῶν φόνων τῶν ἀνδρῶν καθῆστο στίφος, ἀνεξερεύνητον. ἤδη δὲ τῆς νυκτὸς ἐπελθούσης, κατὰ τὸ εἰθισμένον ἡ βασιλὶς πρὸς τὸν αὐ‐ τοκράτορα εἰσφοιτήσασα, λόγους διῄει περὶ τῶν ἐκ Μυσίας νεω‐ στὶ ἀφιγμένων νυμφῶν, ὅτι, „ἄπειμι τὰ πρὸς θεραπείαν αὐτῶν | |
15 | ἐπισκήψασα, ἔπειτα δὲ φοιτήσω πρὸς σέ· ἀλλ’ ἠνεῳγμένος ὁ κοι‐ τωνίσκος ἔστω, καὶ μὴ κλεισθήτω τὰ νῦν· παλινοστήσασα γὰρ ἐγὼ τοῦτον κλείσω λοιπόν.“ ταῦτα προσειποῦσα ἐκεῖθεν ἐξῄει. ὁ δὲ βασιλεὺς δι’ ὅλης μὲν τῆς φυλακῆς τῆς νυκτὸς τὰς συνήθεις εὐχὰς ἀνέπεμπε τῷ Θεῷ, καὶ τῇ μελέτῃ τῶν θείων γραφῶν διε‐ | |
20 | σχόλαζεν. ἐπεὶ δὲ τὸν ὕπνον ἡ φύσις ἀπῄτει, πρὸ τῶν σεπτῶν εἰκόνων τῆς τε θεανδρικῆς τοῦ Χριστοῦ μορφῆς, καὶ τῆς Θεο‐ μήτορος, καὶ τοῦ θείου προδρόμου καὶ κήρυκος, παρὰ τὸ παρ‐ δάλειον δέῤῥος καὶ τὸν κοκκοβαφῆ πῖλον, ἐπ’ ἐδάφους διανε‐ | |
παύετο. | 86 | |
87 | ζʹ. Οἱ δὲ πρὸς τῆς Αὐγούστης ὑποδεχθέντες ὑπηρέται τοῦ Ἰωάννου, τοῦ δωματίου ξιφήρεις ἐκπηδήσαντες, τὴν ἐκείνου ἄφι‐ ξιν προσεδέχοντο, περὶ τὰ ὕπαιθρα τῶν βασιλείων ὑπερῴων κα‐ τασκοπούμενοι. πέμπτην τῆς νυκτὸς ὥραν ὁ γνώμων ἤδη κατε‐ | |
5 | πηγγέλλετο· δριμεῖα δέ τις βορέου αὖρα τὸ τοῦ ἀέρος ἐπεῖχε κα‐ τάστημα, καὶ χιὼν ἐχεῖτο πολλή· καὶ ὁ Ἰωάννης ἀφίκετο μετὰ τῶν συνωμοτῶν, ἐπὶ λέμβου τὸν αἰγιαλὸν παραπλέων, καὶ τῆς ἠπείρου προσεπιβαίνων, ἵνα ὁ λίθινος λέων τὸν ταῦρον ζωγρεῖ (Βουκολέοντα τὸν τόπον κέκληκεν ἡ συνήθεια)· ὃς τοῖς ἄνωθεν | |
10 | ἐπὶ τῶν ὑπαίθρων προκύπτουσιν ὑπηρέταις συρίττων ἐπεγινώσκε‐ το. τοιοῦτον γὰρ τοῖς παλαμναίοις ἐδέδοτο σύνθημα. κόφινον οὖν καλωδίοις ἐξηρτημένον χαλάσαντες ἄνωθεν, καθ’ ἕνα τοὺς συνωμότας πρότερον ἅπαντας ἀνιμήσαντο, ἔπειτα δὲ καὶ τὸν Ἰωάννην αὐτόν. ἀνελθόντες οὖν παρὰ πᾶσαν ἀνθρωπίνην ὑπό‐ | |
15 | νοιαν, καὶ τὰ ξίφη γυμνώσαντες, εἰς τὸν βασιλικὸν εἰσελαύνουσι θάλαμον, καὶ τὴν κλίνην κατειληφότες, καὶ ταύτην εὑρόντες κε‐ νὴν καὶ μήτινα ἐν αὐτῇ διαναπαυόμενον, ἐπεπήγεσαν ἀπὸ τοῦ δέους, καὶ κατακρημνίζειν αὑτοὺς ἐπειρῶντο πρὸς θάλασσαν. ἀλλ’ ἀνδράριόν τι τῶν ἐκ τῆς γυναικωνίτιδος ἰταμῶν, αὐτῶν | |
20 | ἡγησάμενον, ὑποδεικνύει τὸν βασιλέα καθεύδοντα, ὃν κύκλῳ περιστάντες ἔνυττον τοῖς ποσὶν ἐναλλόμενοι. διυπνισθέντα δὲ τοῦτον καὶ τὴν κεφαλὴν ἐπ’ ἀγκῶνος ἐρείσαντα, ξίφει βιαίως | |
παίει Λέων ὁ Βαλάντης ὀνομαζόμενος. ὁ δὲ περιαλγήσας τῷ | 87 | |
88 | τραύματι (μέχρι τῆς ὀφρύος καὶ τῆς βλεφαρίδος τὸ ξίφος καθί‐ κετο, ἀπαράξαν μὲν τὸ ὀστοῦν, μὴ πλῆξαν δὲ τὸν ἐγκέφαλον), „Θεοτόκε, βοήθει,“ ἐκέκραγε γεγωνοτέρᾳ φωνῇ· ἐῤῥεῖτο δὲ παν‐ ταχόθεν τῷ αἵματι καὶ κατεφοινίσσετο. ὁ δὲ Ἰωάννης, ἐπὶ τῆς | |
5 | βασιλικῆς καθίσας στρωμνῆς, ἑλκύειν ὡς αὑτὸν τὸν βασιλέα πα‐ ρεκελεύσατο. ὃν ἑλκυσθέντα, ὀκλάζοντά τε καὶ ἐπὶ τὸ ἔδαφος διαῤῥέοντα (οὐδὲ γὰρ οἷός τε ἦν ἐπὶ γόνυ ἀνίστασθαι, καταβλη‐ θείσης αὐτῷ τῆς γιγαντώδους ἰσχύος τῇ τοῦ ξίφους πληγῇ), ἀνη‐ ρώτα τοῦτον μετὰ ἀπειλῶν, καὶ, „λέγε μοι, ἀγνωμονέστατε σὺ | |
10 | καὶ βάσκανε τύραννε, οὐ δι’ ἐμοῦ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἐπέ‐ βης, καὶ τὴν τοσαύτην δυναστείαν ἀνείληφας; πῶς οὖν, τῆς τοιαύτης ἀλογήσας εὐεργεσίας, καὶ φθόνῳ καὶ μανίᾳ οἰστρηλα‐ τηθεὶς, τῆς τῶν στρατευμάτων καθαιρήσειν ἀρχῆς τὸν σὸν εὐερ‐ γέτην ἐμὲ οὐκ ἐνάρκησας; ἀλλὰ κατ’ ἀγροὺς σχολάζειν διαφῆκας | |
15 | μετὰ τῶν γεωργῶν, ὡσεί τινα ἄτιμον μετανάστην, ἄνδρα γεν‐ ναῖον οὕτω, καὶ νεανικὸν ὑπὲρ σέ· ὃν τὰ τῶν ἐναντίων φρίττει στρατόπεδα, καὶ οὗ τῶν χειρῶν οὐκ ἔστιν ὅστις σε ῥύσεται νῦν. εἰπὲ τοίνυν, εἴ τίς σοι πρὸς ταῦτα δικαιολογίας ἀντιλογία ὑπο‐ λέλειπται.“ | |
20 | ηʹ. Ὁ δὲ βασιλεὺς, λειποθυμῶν ἤδη καὶ μὴ ἔχων τὸν αὑτῷ ἐπαμύνοντα, τὴν Θεοτόκον ἐκάλει ἐπίκουρον. Ἰωάννης δὲ τὸν πώγωνα τούτου δραξάμενος ἀνηλεῶς ἔτιλλε, καὶ οἱ συνωμόται | |
ταῖς λαβαῖς τῶν ξιφῶν τὰς αὐτοῦ σιαγόνας ὠμῶς καὶ ἀφιλαν‐ | 88 | |
89 | θρώπως ἔνυττον, ὡς διασαλεῦσαί τε τοὺς ὀδόντας καὶ παρακι‐ νῆσαι αὐτοὺς τοῦ φατνώματος. ἐπεὶ δὲ προσκορεῖς ἦσαν τοῦτον ποινηλατούμενοι, κατὰ τῶν στέρνων ὁ Ἰωάννης παίει ποδὶ, τό τε ξίφος ἀνατείνας κατὰ μέσον διήλασε τοῦ κρανίου, πλήττειν | |
5 | τὸν ἄνδρα καὶ τοῖς ἄλλοις ἐγκελευσάμενος. οἱ δὲ κατεσπάθιζον τοῦτον ἀνηλεῶς, καί τις ἀκουφίῳ τὸ μετάφρενον αὐτοῦ πλήξας διαμπερὲς ἐπὶ τὰ στέρνα διήλασε. τὸ δὲ τοιοῦτον ὅπλον σιδήρειον ἐπίμηκες πέφυκεν, ἐρωδιοῦ ῥάμφει προσεοικὸς ἀτεχνῶς· παρὰ τοσοῦτον δὲ διαλλάττει τοῦ ῥάμφους κατὰ τὸν σχηματισμὸν, παρ’ | |
10 | ὅσον ἐκεῖνο μὲν ἰθυτενὲς ἡ φύσις ἐκλήρωσε τῷ πτηνῷ, τὸ δὲ εἰς καμπὴν ἠρέμα μετρίαν ἐκτείνεται, ὀξεῖαν ἐπιεικῶς προβαλλόμε‐ νον τὴν ἀκμήν. τοιαύτην μὲν δὴ Νικηφόρος ὁ αὐτοκράτωρ τὴν τοῦ βίου εὗρε καταστροφὴν, πάντα μὲν τὸν τῆς ζωῆς χρόνον πεν‐ τήκοντα καὶ ἑπτὰ ἔτη διαβιοὺς, ἓξ δὲ καὶ μόνους ἐνιαυτοὺς πρὸς | |
15 | μησὶ τέσσαρσι τὴν τῆς βασιλείας ἰθύνας ἀρχήν· ἀνὴρ ἀνδρείᾳ καὶ σώματος ῥώμῃ πᾶσαν ἀδηρίτως ὑπερβαίνων τὴν κατ’ αὐτὸν γε‐ νεὰν, ἐμπειρότατός τε καὶ δραστικώτατος τὰ πολέμια, καὶ πρὸς πᾶσαν ἰδέαν πόνων ἀνένδοτος, καὶ σώματος ἀμείλικτος καὶ ἀκο‐ λάκευτος ἡδοναῖς· μεγαλόφρων τε καὶ μεγαλοφυὴς τὰ πολιτικὰ, | |
20 | ἐννομώτατα δικάζων, καὶ νομοθετῶν ἀσφαλῶς, καὶ μηδενὸς τῶν ἐν τούτοις κατατριβέντων ἡττώμενος· ἐν δὲ ταῖς εὐχαῖς καὶ ταῖς παννύχοις πρὸς Θεὸν στάσεσιν ἄκαμπτός τε καὶ ἀδαμάντινος, ἀμετεώριστον ἐν ταῖς ὑμνῳδίαις τὸν νοῦν συντηρῶν, καὶ πρὸς τὰ μάταια μηδόλως ῥεμβόμενον. ἐλάττωμα δὲ τοῦτο προσῆπτον | |
25 | οἱ πολλοὶ τῷ ἀνδρὶ, ὅτι τε ἀπαρεγχείρητον ἐβούλετο πρὸς ἁπάν‐ | 89 |
90 | των συντηρεῖσθαι τὴν ἀρετὴν, καὶ μὴ παραχαράττεσθαι τὴν τοῦ δικαίου ἀκρίβειαν. διὸ καὶ ἀπαραίτητος ἦν εἰς τὴν τούτων ἐκ‐ δίκησιν, καὶ τοῖς ὀλισθαίνουσιν ἀδυσώπητος καὶ φορτικὸς ἐδό‐ κει, καὶ ἐπαχθὴς τοῖς ἀδιάφορον ἀντλεῖν τὸν βίον ἐθέλουσιν. | |
5 | ἐγὼ δέ φημι, ὡς εἰ μή τις κατὰ ῥοῦν φερομένοις τοῖς πράγμασι βάσκανος νεμεσήσασα τύχη τὸν ἄνδρα τοῦτον ταχὺ τοῦ βίου ἀπή‐ γαγε, μεγίστην ἂν ἡ τῶν Ῥωμαίων ἡγεμονία καὶ οἵαν οὐκ ἄλλοτε εὔκλειαν ἀπηνέγκατο. ἀλλὰ γὰρ ἡ πρόνοια, τὰ σκληρὰ καὶ ὑπέρ‐ αυχα τῶν ἀνθρώπων ἀποστυγοῦσα φρονήματα, κολούει τε καὶ | |
10 | περιστέλλει καὶ εἰς τὸ μηδὲν συνωθεῖ, οἷς οἶδεν ἀνεφίκτοις κρί‐ μασι πρὸς τὸ συμφέρον τὸ τοῦ βίου πορθμεῖον εὐθύνουσα. θʹ. Ὁ δέ γε Ἰωάννης, ἐπεὶ τὸ τοιοῦτον θεοστυγὲς καὶ ἀνό‐ σιον μῦσος εἰργάσατο, ἐπὶ τὸν λαμπρὸν οἶκον τῆς βασιλικῆς ἑστίας παρελθὼν (Χρυσοτρίκλινον τὸν δόμον κατονομάζουσι), | |
15 | τό τε πέδιλον τὸ ἐρυθρὸν τοῖς ποσὶν ἐνηρμόσατο, καὶ παρὰ τὸν θρόνον κεκάθικε τὸν βασιλικὸν, καὶ περὶ τῶν κοινῶν πρα‐ γμάτων ἐφρόντιζεν, ὅπως τούτων ἐγκρατής τε γένοιτο, καὶ μή‐ τις αὑτῷ διαστασιάσοι τῶν ἐξ αἵματος προσηκόντων τῷ αὐτο‐ κράτορι. οἱ δὲ τοῦ Νικηφόρου ὑπασπισταὶ, ὀψέ ποτε τὴν ἀναί‐ | |
20 | ρεσιν τούτου ἐνωτισθέντες, ὥρμησαν ἐπαμῦναι αὐτῷ, ὑποτο‐ πάζοντες, ἐν τοῖς ζῶσιν ἔτι περιεῖναι τὸν ἄνδρα, καὶ τὰς σιδη‐ ρέας πύλας παντὶ σθένει ἀναμοχλεύειν ἐπειρῶντο. ἀλλὰ ὁ Ἰωάν‐ | |
νης τὴν κεφαλὴν ἐνεχθῆναι τοῦ Νικηφόρου ἐνεκελεύσατο, καὶ | 90 | |
91 | ταύτην ὑποδειχθῆναι διὰ τρυμαλιᾶς τοῖς ἐκείνου σωματοφύλαξι. παρελθὼν δέ τις, Ἀτζυποθεόδωρος καλούμενος, ἐξέτεμέ τε τὴν κεφαλὴν, καὶ τοῖς στασιάζουσιν ὑπεδείκνυεν. οἱ δὲ, τὸ ἀλλό‐ κοτον καὶ ἄπιστον ἀθρήσαντες θέαμα, τά τε ξίφη τῶν χειρῶν | |
5 | μεθῆκαν, καὶ παλινῳδίαν ᾖσαν, καὶ τὸν Ἰωάννην αὐτοκράτορα Ῥωμαίων ὁμοφώνως ἐκήρυττον. ὁ δὲ τοῦ Νικηφόρου νεκρὸς κατὰ τὸ ὕπαιθρον ἐπὶ τῆς χιόνος πανημέριος ἔκειτο· ἑνδεκάτη ἦν τοῦ Δεκεμβρίου μηνὸς ἡμέρα, σαββάτῳ· ὃν πρὸς ἑσπέραν βαθεῖαν τῇ ὁσίᾳ παραπεμφθῆναι ὁ Ἰωάννης προσέταξε. θήκῃ οὖν σχε‐ | |
10 | διασθείσῃ ξυλίνῃ ὡς ἔτυχε περιστείλαντες, μέσον τῶν νυκτῶν λαθραίως εἰς τὸν θεῖον τῶν Ἀποστόλων σηκὸν ἐξεκόμισαν, καὶ κατὰ τὸ ἡρῷον, ἔνθα τὸ τοῦ θείου καὶ ἀοιδίμου Κωνσταντίνου σῶμα κατάκειται, ἐν μιᾷ τῶν βασιλικῶν σορῶν ἐκήδευσαν. ἀλλὰ γὰρ οὐκ ἐπενύσταξεν ἡ δίκη τῇ μιαιφονίᾳ τῶν ἀλαστόρων ἐκείνων | |
15 | ἀνδρῶν, μετῆλθε δὲ πάντας ποινηλατοῦσα μετέπειτα, καὶ δη‐ μευθέντες, κατὰ τὰ ἔσχατα πενητεύσαντες, κακοὶ κακῶς τοῦ ζῇν ἀπηλλάγησαν, ὅσοι τῆς ἐκείνου σφαγῆς αὐτόχειρες ἐξεγένοντο. ἀλλ’ ἀποχρώντως γὰρ εἰρῆσθαί μοι δοκεῖ περὶ τῶν πεπραγμένων τῷ αὐτοκράτορι Νικηφόρῳ, καὶ τῆς αὐτοῦ βιοτῆς καὶ καταστρο‐ | |
20 | φῆς. τὸ δὲ πέρα τοῦ μετρίου κατατρίβειν τὸν λόγον καὶ κατα‐ τείνειν ἐκεῖ, πολυπραγμόνων ἡγοῦμαι τὸ πάθος καὶ τῆς γραφῆς ὑπερβαινόντων τὸ πλήσμιον, οἷς μηδὲ τὸ τυχὸν παρεῖται ἀνεξε‐ | |
ρεύνητον. δέον οὖν εἶναί μοι δοκεῖ, ταύτην τὴν περὶ ἐκείνου | 91 | |
92 | καὶ τῶν αὐτῷ πραχθέντων διήγησιν περιστείλαντα, καὶ περὶ τῶν τῷ Ἰωάννῃ πραχθέντων, ὃς κατ’ ἐπίκλησιν Τζιμισκῆς ἐκα‐ λεῖτο (τοῦτο δὲ τὸ τῆς Ἀρμενίων διαλέκτου πρόσρημα ὂν, εἰς τὴν Ἑλλάδα μεθερμηνευόμενον μουζακίτζην δηλοῖ· βραχύτατος | |
5 | γὰρ τὴν ἡλικίαν τελῶν ἐπωνυμίαν ταύτην ἐκτήσατο), κατὰ τὸ ἐνὸν ἐξειπεῖν, ὡς ἂν μὴ λήθης βυθοῖς παραῤῥυῇ ἔργα βιωφελῆ | |
καὶ μνήμης ἐπάξια. | 92 | |
93(t1) | ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ | |
t2 | ΙΣΤΟΡΙΑΣ ϛʹ. | |
1 | αʹ. Τοῦ δὲ αὐτοκράτορος Νικηφόρου τὸν τρόπον, ὃν εἴρηταί μοι, ἀναιρεθέντος, τὰς τῆς βασιλείας ἡνίας Ἰωάννης, ὁ κατ’ ἐπίκλησιν Τζιμισκῆς, ὑποζώννυται. ἤδη δὲ τετάρτης φυλακῆς τῆς νυκτὸς ἀρχομένης, ἑβδόμης ἡμέρας διαφανούσης, ἑνδεκά‐ | |
5 | της τελούσης τοῦ Δεκεμβρίου μηνὸς, κατὰ τὴν τρισκαιδεκάτην ἴνδικτον τοῦ ἑξακισχιλιοστοῦ τετρακοσιοστοῦ ἑβδομηκοστοῦ ὀγδόου | |
ἔτους, λογάδων ἀνδρῶν στίφος, διὰ τῶν ἀγυιῶν τοῦ ἄστεος διερ‐ | 93 | |
94 | χόμενον, αὐτοκράτορα Ῥωμαίων τὸν Ἰωάννην σὺν τοῖς τοῦ ἤδη βασιλεύσαντος Ῥωμανοῦ παισὶν ἀνηγόρευον· οἷς ἐκ διαστήματος ἐφείπετο Βασίλειος ὁ Νόθος, Ῥωμανοῦ τοῦ πάλαι αὐτοκράτορος ἐκ Σκυθίδος υἱὸς, τῷ τοῦ προέδρου ἐκδιαπρέπων ἀξιώματι. Νι‐ | |
5 | κηφόρος δὲ, μόνος τῶν λοιπῶν σεβαστῶν, ἐς γέρας τῷ ἀνδρὶ ταύτην ἐκαινοτόμησε τὴν τιμήν· ὅσπερ, εἰ καὶ ἐκτομίας ἐτύγχα‐ νεν, ἀλλὰ τὴν ἄλλως δραστήριός τε καὶ ἀγχίνους ὑπῆρχεν ἀνὴρ, εὐφυῶς τοῖς πράγμασιν ἐν περιστάσεσιν ἁρμοττόμενος. συνωμό‐ της δὲ ὢν Ἰωάννῃ, καὶ λίαν ἐκτόπως αὐτῷ φιλικῶς διακείμενος, | |
10 | ἐσκήπτετο πρότερον νοσεῖν, κἄπειτα πονήρως εἶχε, καὶ κλινο‐ πετὴς ἦν. νύχιον οὖν τὴν τοῦ Νικηφόρου μεμαθηκὼς ἀναίρεσιν, τῷ προειληφότι στίφει μετὰ σπείρας γενναίων νεανίσκων ἐπισπό‐ μενος, σεβαστὸν βασιλέα Ῥωμαίων τὸν Ἰωάννην ἀνεκήρυττεν· εἰς τὰ βασίλειά τε αὖθις ἀνῄει, καὶ περὶ τῶν κοινῶν Ἰωάννῃ συν‐ | |
15 | έπραττε, τὴν τοῦ παρακοιμωμένου πρὸς ἐκείνου τιμὴν εἰληφώς. περὶ τῶν ξυνοισόντων οὖν αὑτοῖς βουλευσάμενοι, ἐντάλματα καὶ προστάγματα διὰ παντὸς τοῦ ἄστεος αὐθωρὸν ἔστελλον, μὴ ἐξεῖ‐ ναί τινι νεωτεριεῖν, ἢ ἐπὶ διαρπαγὰς ἀποκλίνειν· κίνδυνον γὰρ εἶναι τῷ τοιουτότροπόν τι τολμήσαντι, ἀφαιρεῖσθαι τῆς κεφαλῆς. | |
20 | τοῦτο τὸ παράγγελμα ἐπιεικῶς Βυζαντίους ἐξεδειμάτωσε, καὶ οὐδεὶς ἐτόλμα νεοχμῶσαί τι παρὰ τὸ προσταχθέν. εἰώθεσαν γὰρ ἐν ταῖς τοιαύταις μεταβολαῖς οἱ ἀργοὶ τοῦ δήμου, καὶ ἄποροι, ἐς | |
διαρπαγὰς χρημάτων καὶ κατασκαφὰς οἴκων, ἔσθ’ ὅτε καὶ τῶν | 94 | |
95 | ὁμοφύλων σφαγὰς τρέπεσθαι, καθά που καὶ ἐν τῇ ἀναῤῥήσει τοῦ αὐτοκράτορος Νικηφόρου συμβέβηκεν. ἀλλὰ τὴν τοιαύτην ἀκά‐ θεκτον τοῦ ἀγοραίου ὄχλου φορὰν προφθάσας ἀνέστειλε τὸ τοῦ Ἰωάννου διάγγελμα. | |
5 | βʹ. Ἐν τούτοις τῶν πραγμάτων ᾐωρημένων, Λέων Κουρο‐ παλάτης, ὁ τοῦ Νικηφόρου σύναιμος, ἐφ’ ἑστίας καθεύδων, τὴν τοῦ ἀδελφοῦ σφαγὴν διενηχηθεὶς, δέον αὐτῷ, χρυσοῦ θη‐ σαυροὺς κεκτημένῳ πολυταλάντους, κατὰ ἄμφοδον διασπεί‐ ρειν, καὶ τούτοις τοὺς ἀστικοὺς δεξιούμενον, εἰς ἐκδίκησιν | |
10 | κατὰ τῶν τυράννων παρακαλεῖν (εἰ γὰρ οὕτω διενοήθη, τάχ’ ἂν ἀναιμωτὶ τὸν Ἰωάννην τῶν ἀρχείων κατέσπασεν· ὅτι τε οἱ τὰς τῆς πολιτείας ἐγκεχειρισμένοι ἀρχὰς πρὸς τοῦ Νικηφόρου ταύτας εἰλήφεσαν· καὶ ὅτι στρατιωτικὸν ἀξιόχρεων τῶν ὑπ’ ἐκεί‐ νῳ τεταγμένων τῷ Βυζαντίῳ ἐπεχωρίαζεν· οἳ πάντες αὐτῷ βου‐ | |
15 | ληθέντι, καὶ πρὸς ἀλκὴν καὶ νεωτερισμὸν ὡρμηκότι, συνή‐ ραντο ἄν)· ἀλλὰ γὰρ, τῷ μεγέθει τοῦ πάθους τὰς φρένας ἐκ‐ θροηθεὶς, τοῦτο μὲν οὐδ’ ἐπὶ νοῦν ἔλαβεν, ὡς εἶχε δὲ δρόμων τὸν περίπυστον τῆς τοῦ Θεοῦ Σοφίας καταλαμβάνει σηκὸν, τῇ τύχῃ καὶ τῇ φορᾷ τῶν πραγμάτων ταῦτα καταλιπών. ὁ δέ γε | |
20 | Ἰωάννης, πρὶν τηλαυγῶς τῇ γῇ τὰς ἀκτῖνας προσυφαπλῶσαι τὸν ἥλιον, ταῖς μεγίσταις τῆς πολιτείας ἀρχαῖς οἰκείους ἄνδρας ἀποκαθίστησι, Πραίτωρα, καὶ τοῦ πλωΐμου Δρουγγάριον, τῆς | |
τε βίγλης, καὶ ὃν καλοῦσι νυκτέπαρχον, τοὺς τοῦ Νικηφόρου, | 95 | |
96 | παραιτησάμενος· οὓς ἅμα τοῖς ἐξ αἵματος ἐκείνου ἀνήκουσιν ἐν τοῖς σφετέροις ἀγροῖς διατρίβειν παρέπεμψε. πίστεις τε τῷ τοῦ αὐτοκράτορος Νικηφόρου ὁμαίμονι Λέοντι τῷ Κουροπαλάτῃ, καὶ Νικηφόρῳ Πατρικίῳ, τῷ υἱῷ τοῦ τοιούτου Λέοντος, περὶ | |
5 | τῶν σφῶν σωμάτων ἀπαθείας δοὺς, ἐς Μήθυμναν, τὴν ἐν Λέσβῳ τῇ νήσῳ κατῳκισμένην, περιορίζει· τούς τε τοπάρχας τῶν χώρων ἁπάντων μεθίστησι, καὶ οἰκείους ἀντ’ ἐκείνων ἀπο‐ καθίστησι. τότε δὴ καὶ Βάρδαν, τὸν τοῦ Κουροπαλάτου Λέον‐ τος υἱὸν, ἐν πατρικίοις τελοῦντα, καὶ τὴν τοῦ Δουκὸς ἀξίαν | |
10 | ὑπεζωσμένον, κἀν τοῖς τῆς Χαλδαίας ὁρίοις διατρίβοντα, τῆς ἀρχῆς παγανώσας, εἰς Ἀμάσειαν περιορίζει. ἱκανὴν οὖν ἐντεῦ‐ θεν ἀσφάλειαν ἑαυτῷ τε καὶ τοῖς πράγμασιν ἐπιβραβεύσας, καὶ ἅπαν τὸ ὕποπτον τῆς πολιτείας ἀνακαθάρας, ἐν τοῖς βασιλείοις διέτριβε. πέμπτον καὶ τεσσαρακοστὸν ἔτος ἦν αὐτῷ τῆς ἡλικίας, | |
15 | ὅτε τῆς βασιλείου ἐπέβη ἀρχῆς. γʹ. Τὴν δὲ ἰδέαν τοιόσδε ἦν· λευκὸς μὲν τὴν ὄψιν, καὶ εὔχρους, τὴν κόμην φέρων ξανθὴν καὶ ἀραιὰν ἐπὶ μέτωπον· ὀφθαλμοὶ τούτῳ ἀνδρώδεις καὶ χαρωποί· ῥὶς λεπτή τε καὶ σύμ‐ μετρος· γένυς ἡ ἄνωθεν πυρσὴ, καὶ εἰς πλαίσιον καθειμένη | |
20 | παρὰ τὸ μέτριον, ἡ δὲ κάτωθεν μεμετρημένη ὡς τὸ εἰκὸς, καὶ μήτι ἐνδεῶς ἔχουσα. τὴν δὲ ἡλικίαν βραχύς τις ἦν, εἰ καὶ στέρ‐ νον εὐρὺ καὶ μετάφρενον εἶχε· γιγαντώδης δὲ τούτῳ ἐνῆν ἰσχὺς, καὶ ταῖς χερσὶν εὐαγωγία, καὶ ἀλκή τις ἀνανταγώνιστος· ἡρωϊκὴ | |
γὰρ αὐτῷ ἀνεκέκρατο, ἀδεής τε καὶ ἀκατάπληκτος, ἐν οὕτω | 96 | |
97 | βραχεῖ σώματι ἀποδεδειγμένη τόλμαν ὑπερφυῆ. ἐς ὅλην γὰρ ἀντίπαλον φάλαγγα οὐκ ἀπεδειλία μόνος ὁρμᾷν, πλείστους τε κατακτείνων, ἀπτερώτῳ τάχει πρὸς τὸν οἰκεῖον αὖθις συνασπι‐ σμὸν διανέκαμπτε, κακῶν ἀπαθής· ἐν ἅλματι δὲ, καὶ σφαιρι‐ | |
5 | σμοῖς, καὶ ἀκοντισμοῖς, καὶ τόξων ἐντάσεσι καὶ βολαῖς, πάντων κατηυμεγέθει τῶν κατὰ τὴν αὐτὴν γενεάν. λέγεται, ὡς κέλητας ἵππους τέτταρας στοιχηδὸν ἱστὰς, ἐκ τοῦ θατέρου μέρους κα‐ θαλλόμενος, ἐπὶ τὸν πύματον ὥς τις πτηνὸς ἐφίζανε. βέλος τε ἀφιεὶς οὕτω κατεστοχάζετο τοῦ σκοποῦ, ὡς διὰ δακτυλίου ὀπῆς | |
10 | ἰέναι ἀπευθύνειν αὐτό· τοσοῦτον ὑπερέβαλλε καὶ τὸν παρ’ Ὁμή‐ ρου μεγαλαυχούμενον νησιώτην, τὸν διὰ τῶν πελέκεων τὸν ὀϊστὸν διευθύναντα. σφαῖράν τε ἐκ σκύτους κατειργασμένην ὑελίνου σκύφους ἐν τῷ πυθμένι ἐπιτιθεὶς, μύωπί τε τὸν ἵππον κεντρί‐ ζων καὶ τὸν δρόμον ἐπιταχύνων, ῥάβδῳ παίων τὴν σφαῖραν, | |
15 | αὐτὴν μὲν ἀναθρώσκειν καὶ πέτασθαι κατειργάζετο· τὸ δὲ δὴ σκύφος ἀμετακίνητον καὶ ἄθραυστον κατὰ χώραν μένειν ἐλίμ‐ πανε. μεγαλόδωρός τε καὶ φιλοδωρότατος παρὰ πάντας ἦν· οὐδεὶς γὰρ αὐτὸν αἰτησάμενος τῶν ἐλπίδων κενὸς ἀπηλλάττετο. πᾶσι δὲ φιλαγάθως καὶ ἱλαρῶς ἐφιλανθρωπεύετο, προφητικῶς | |
20 | τὸ ἔλαιον τῆς εὐποιΐας κιχρῶν· καὶ εἰ μὴ Βασίλειος ὁ παρακοι‐ μώμενος αὐτὸν ἐπεῖχε τῆς ἀπλήστου περὶ τὸ εὐεργετεῖν τοὺς ὁμο‐ φύλους ῥοπῆς, κἂν τοὺς βασιλικοὺς θησαυροὺς εἰς τὴν τῶν δεο‐ | |
μένων διανομὴν θᾶττον συνεξεφόρησεν. ἐλάττωμα δὲ Ἰωάννῃ | 97 | |
98 | τοῦτο προσῆν, ὅτι τε περὶ πότους ἔστιν ὅτε παρὰ τὸ προσῆκον ἐκώμαζε, καὶ περὶ τὰς τοῦ σώματος ἡδονὰς διεπτόητο. δʹ. Ἀλλ’ οὕτω μὲν ἐν ἡμέραις ἑπτὰ τὰ τῆς πολιτείας διοι‐ κησάμενος, καὶ τὴν ἀρχὴν ἑαυτῷ κρατυνάμενος, καὶ ὡς οὐκ ἄν | |
5 | τις ᾠήθη ποτὲ (ἐν γὰρ ταῖς μεγίσταις τῶν πραγμάτων μεταβο‐ λαῖς, πολλῆς, ὡς εἰκὸς, στάσεως ἀναῤῥιπιζομένης καὶ ταραχῆς, τότε, οὐκ οἶδ’ ὅπως, παρατυχὸν εὐκοσμία τις καὶ βαθεῖα σιγὴ τὸν δῆμον κατέσχε, τοῦ αὐτοκράτορος Νικηφόρου ἀναιρεθέντος, καί τινος ἑνὸς τῶν ὑπασπιστῶν ἑτέρου μηδενὸς κἂν ἐπὶ κόῤῥης | |
10 | εἰληφότος κόνδυλον), ἐς τὸν θεῖον καὶ μέγαν τῆς τοῦ Θεοῦ Σο‐ φίας σηκὸν εἰσφοιτᾷ, ὡς πρὸς τοῦ πατριάρχου κατὰ τὸ εἰθισμέ‐ νον τῷ βασιλείῳ διαδήματι ταινιωθησόμενος. εἴθισται γὰρ τοὺς νέον τῆς Ῥωμαϊκῆς ἡγεμονίας προσεπιβαίνοντας ἐπί τε τὸν ἄμβω‐ να τοῦ νεὼ ἀνιέναι, καὶ πρὸς τοῦ κατὰ καιροὺς ἱεράρχου εὐλο‐ | |
15 | γεῖσθαί τε, καὶ τῷ βασιλείῳ στέφει ταινιοῦσθαι τὴν κεφαλήν. ὁ δὲ Πολύευκτος τὸν τῆς πατριαρχίας τότε θρόνον κατεῖχε. θεῖός τέ τις ὢν καὶ ζέων τῷ πνεύματι, εἰ καὶ τὴν ἡλικίαν ἔξωρος ἦν, μὴ ἐξεῖναί οἱ ἐδήλου τῷ βασιλεῖ ἐς τὸ ἱερὸν εἰσελαύνειν, πρὶν ἂν τὴν Αὐγοῦσταν τῶν βασιλείων ἐξαγάγῃ, καὶ τὸν ἀναιρέτην τοῦ | |
20 | αὐτοκράτορος Νικηφόρου, ὅσπερ ἂν εἴη, καθυποδείξῃ· καὶ προσ‐ έτι τὸν τόμον τῇ συνόδῳ προσαποτίσῃ, ὃν ὁ Νικηφόρος παρὰ τὸ εἰκὸς ἐνεώχμωσεν. ὁ γὰρ Νικηφόρος, εἴτε τὰ θεῖα πρός τινων τῶν ἱερέων κινούμενα βουλόμενος διορθοῦν, ὡς ᾤετο, εἴτε κατεξ‐ | |
ουσιάζειν καὶ τῶν ἱερῶν, ὅπερ ἔκσπονδον ἦν, τόμον σχεδιάσαι | 98 | |
99 | τοὺς ἱεράρχας κατεβιάσατο, μήτι τῶν ἐκκλησιαστικῶν πραγμά‐ των ἐκτὸς τῆς ἐκείνου ῥοπῆς ἐνεργεῖν. ταῦτα μὲν ὁ Πολύευκτος τῷ βασιλεῖ ποιεῖν εἰσηγεῖτο· ἄλλως γὰρ οὐχ οἷόν τε ἐξεῖναι αὐτῷ ἐς τὰ θεῖα εἰσιτητέον ἀνάκτορα. ὁ δὲ, τὴν τοιαύτην φάσιν δεξά‐ | |
5 | μενος, τήν τε Αὐγοῦσταν τῶν ἀνακτόρων κατήγαγε, καὶ κατὰ τὴν νῆσον τὴν λεγομένην Πρώτην περιώρισε, τόν τε τοῦ Νικη‐ φόρου τόμον τῇ συνόδῳ ἐπέδωκε, καὶ Λέοντα τὸν Βαλάντην καθυπεδείκνυεν, αὐτόχειρα τοῦ Νικηφόρου καὶ αὐθέντην πεφη‐ νέναι τοῦτον, οὐκ ἄλλον, ἰσχυριζόμενος. οὕτως εἰς τὸν θεῖον | |
10 | σηκὸν ὁ Ἰωάννης παραδεχθεὶς, καὶ πρὸς τοῦ Πολυεύκτου στε‐ φθεὶς, ἐς τὴν βασίλειον ἑστίαν παλινοστεῖ, παρὰ παντὸς τοῦ τε στρατιωτικοῦ πλήθους καὶ τοῦ δημοτικοῦ εὐφημούμενος. εʹ. Ἐντεῦθεν ἐκεχειρίας μικρᾶς καὶ ῥᾳστώνης δραξάμενος, τὴν προσοῦσαν αὑτῷ κτῆσιν ἀνέκαθεν δίχα διαιρήσας· πολλὴ δέ | |
15 | τις ἦν ἔκ τε τῶν προγόνων αὐτῷ καταλειφθεῖσα (λαμπροτάτου γὰρ γένους ὁ Ἰωάννης κατήγετο, πρὸς μὲν πατρὸς εὐγενὴς τῶν ἀφ’ ἡλίου ἀνατολῶν, ἐκ δὲ μητρὸς ἀνεψιὸς Νικηφόρου τοῦ αὐτοκράτορος), καὶ ἐκ τῶν βασιλικῶν δωρεῶν, ἣν διὰ τὰ ἐν πολέμοις αὑτοῦ τρόπαια φιλοτίμως ἀπεφέρετο· τὴν μὲν τοῖς ὁμό‐ | |
20 | ροις καὶ ἀγχιτέρμοσι γεωργοῖς ἀφῆκε διανείμασθαι· τὴν δὲ τῷ καταντιπέρας Βυζαντίου τῶν λελωβημένων νοσοκομείῳ ἠφώρισε, προσεπιδομήσας τοῖς παλαιοῖς δόμοις τῶν τῇ ἱερᾷ νόσῳ καμνόν‐ | |
των καὶ ἑτέρας οἰκίας. καὶ τούτων τὸν ἀριθμὸν πολυπλασιάσας, | 99 | |
100 | ἀνιών τε καὶ ὡς αὐτοὺς παραγινόμενος, διένεμέ τε τούτοις χρυ‐ σὸν, καὶ τὰ ἡλκωμένα καὶ τῇ νόσῳ κατειργασμένα τούτων μέλη οὐκ ἀπηξίου θεραπεύειν κατὰ τὸ ἐνὸν, καίτοι ἁβρότατος ὢν καὶ λίαν φιλόκαλος. τοσοῦτον εἶχε τὸ φίλοικτόν τε καὶ συμπαθὲς | |
5 | πρὸς τὸ κάμνον τῆς φύσεως, παρὰ φαῦλον, ὅτε πως τούτοις ἀπήντα, τόν τε τῆς βασιλείας ὄγκον καὶ τὸν ἐκ τῆς ἁλουργίδος ἀποτικτόμενον τῦφον τιθείς. φόρων τε ἀτέλειαν τῷ τῶν Ἀρμε‐ νιακῶν θέματι παρέσχεν· ἐκεῖθεν γὰρ ὥρμητο. τῆς δὲ ῥόγας ἐνστάσης, ἣν ἥ τε σύγκλητος καὶ τὸ τῆς πολιτείας εὐγενὲς καὶ | |
10 | ἐλλόγιμον παρὰ τῆς βασιλικῆς χειρὸς ἀποφέρεται, πᾶσι τοῖς ἠξιωμένοις ταυτησὶ τῆς δωρεᾶς, προῖκα τὴν ῥόγαν ἐπηύξησε, φιλοτίμῳ καὶ φιλαγάθῳ γνώμῃ κινούμενος. ϛʹ. Ἤδη δὲ τῆς πρὸς Ὀρόντῃ μεγάλης Ἀντιοχείας πρὸς τοῦ αὐτοκράτορος Νικηφόρου ἁλούσης, καὶ τοῦ ἱεραρχοῦντος χηρευ‐ | |
15 | ούσης (ὁ γὰρ τὸ πρότερον κατάρχων ταύτης Ἀγαρηνὸς τὸν πα‐ τριάρχην Χριστοφόρον, ἀποστολικὸν ἄνδρα τε καὶ θεσπέσιον, ἀνεῖλεν, ἀκόντιον κατὰ τῶν στέρνων αὐτοῦ διελάσας, ἔγκλημα τἀνδρὶ εἰς τὸν σωτῆρα Χριστὸν ἐπάγων εὐσέβειαν), ταύτης τὸν συνοικισμὸν προὐργιαίτερον ὁ βασιλεὺς Ἰωάννης ποιούμενος, διὰ | |
20 | σπουδῆς εἶχε καὶ πολὺς ἦν ἐγκείμενος, τῆς ἱεραρχίας ταύτης τὸν ἄξιον εὑρεῖν. ἀλύοντι δὲ τούτῳ καὶ γνωματεύοντι, ἐπὶ νοῦν ἦλ‐ θεν ὁ ἐκ Κολωνείας Θεόδωρος, ἀνὴρ ἐξ ὀνύχων τὸν ἐρημικὸν καὶ ἀπράγμονα βίον αἱρετισάμενος, καὶ πολλοῖς ἱδρῶσιν ἀσκη‐ | |
τικοῖς τὸ σαρκίον καταδαμάσας. τρίχινον γὰρ ῥάκος ἐνδιδυσκό‐ | 100 | |
101 | μενος, καὶ τούτῳ περικαλύπτων τὸν σίδηρον, ὃν ἔφερε τυραν‐ νῶν τὸ σωμάτιον, οὐ πρότερον αὐτὸ ἀπεσκευάζετο, πρὶν ἂν διεῤῥύη τε ὅλον, καὶ εἰς οὐδὲν ἐχρημάτιζε. λέγεται δὲ, τὸν τοι‐ οῦτον μοναστὴν Νικηφόρῳ τε πρότερον, καὶ αὖθις Ἰωάννῃ, τὴν | |
5 | τῆς βασιλείας θεοκλυτῆσαι ἀνάῤῥησιν. τοῦτον τῷ Βυζαντίῳ τότε παρουσιάζοντα ὁ Ἰωάννης προσάγει τῷ Πολυεύκτῳ· ὁ δὲ, ἅμα τοῖς ἐνδημοῦσι τῶν ἐπισκόπων τὸν ἄνδρα ἐξητακὼς, ἐφευρών τε τὴν μὲν θύραθεν παιδείαν οὐ πάνυ ἠκριβωκότα, τήν γε μὴν θείαν καὶ ἡμετέραν ἐξησκημένον φιλοτιμότατα, χρίει αὐτὸν πα‐ | |
10 | τριάρχην Ἀντιοχείας. ὁ δὲ Πολύευκτος, μικρὰς ἡμέρας ἐπιβιοὺς μετὰ τὴν Θεοδώρου προχείρισιν, μεταλλάττει τὸν βίον, μνη‐ μεῖα τῇ ἐκκλησίᾳ καταλιπὼν τὰς τῶν ἀρετῶν εἰκόνας, καὶ τὴν γνῶσιν τῆς θείας καὶ ἀνθρωπίνης σοφίας καὶ ἐπιστήμης, ἣν εἰς ἄκρον ἐξήσκησε. τοῦ δὲ Πολυεύκτου ἐπὶ τρισκαίδεκα ἐνιαυτοὺς | |
15 | τὰς τῆς πατριαρχίας ἡνίας ἰθύναντος, καὶ πρὸς τὴν μακαρίαν μεταναστάντος κατάπαυσιν, σπουδὴ ἐξεγένετο τῷ αὐτοκράτορι Ἰωάννῃ, εἰς τὸν τῆς ἱεραρχίας θρόνον ἄνδρα ἐπιβιβάσαι τὸν ἀρεταῖς καὶ τρόποις τῶν πολλῶν ὑπερφέροντα. τῇ γοῦν ὑστε‐ ραίᾳ ἐς τὴν βασίλειον αὐλὴν τοὺς ἱεράρχας εἰσκαλεσάμενος καὶ | |
20 | τὴν σύγκλητον, ἔφησε τοιαῦτα· ζʹ. „Μίαν ἀρχὴν ἐξεπίσταμαι, τὴν ἀνωτάτην καὶ πρώτην, ἥτις ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὸ τοῦ ὁρατοῦ καὶ ἀοράτου κόσμου παρήγαγε σύστημα. δύο δὲ τὰς ἐν τῷδε τῷ βίῳ γινώσκω | |
καὶ τῇ κάτω περιφορᾷ, ἱερωσύνην καὶ βασιλείαν, ὧν τῇ μὲν | 101 | |
102 | τὴν τῶν ψυχῶν ἐπιμέλειαν, τῇ δὲ τὴν τῶν σωμάτων κυβέρνησιν ἐνεχείρισεν ὁ δημιουργὸς, ὡς ἂν μὴ τούτων χωλεύσοιτο μέρος, ἄρτιόν τε καὶ ὁλόκληρον διασώζοιτο. τοίνυν, ἐπεὶ τὸ χρεὼν ὁ τὴν ἐκκλησίαν ἰθύνων ἐξέτισεν, ἔργον μὲν τούτου τοῦ ἀλαθήτου | |
5 | πέφυκεν ὀφθαλμοῦ, τὸν κατευμεγεθοῦντα πάντων εἰς τὴν λει‐ τουργίαν τῶν θείων παραγαγεῖν, ᾧ καὶ πρὸ τοῦ πλασθῆναι τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων διέγνωσται. αὐτὸς δὲ, οὗ πεῖ‐ ραν ἀνδρὸς ἀναμφίλεκτον ἐκ τοῦ μακροῦ χρόνου παρείληφα, τοῦτον ἐπὶ τῶν θώκων ἀναβιβάζω τῶν ἐκκλησιαστικῶν· ὡς μὴ | |
10 | λάθοι κατὰ γωνίαν τὸν βίον διηντληκὼς ἄνθρωπος παντοδαποῖς προτερήμασι κλεϊζόμενος, ᾧ γε καὶ τὸ προορατικὸν ἐκ Θεοῦ δεδώρηται χάρισμα. πολλὰ γάρ μοι τῶν μελλόντων ἀνεῖλε θείᾳ ὀμφῇ, ἐκβάντα ἐν τοῖς καιροῖς αὐτῶν.“ εἶπεν ὁ βασιλεὺς, καὶ εἰς μέσον παρήγαγε τὸν ἀναχωρητὴν Βασίλειον, ὃς ἐξ ὀνύχων | |
15 | τὸν μονήρη βίον αἱρετισάμενος, συχνοὺς ἀγῶνας ἱδρώτων ἀσκη‐ τικῶν ἐν ταῖς τοῦ Ὀλύμπου ἀκρωρείαις ἐπεδείξατο. τοῦτον ἐς τὴν πατριαρχικὴν ἑστίαν ἀνιέναι παρεκελεύσατο· τῇ δὲ ἐπιούσῃ (αὕτη δὲ ἦν ἀναστάσιμος ἡμέρα, καθ’ ἣν τὴν ὀρθόδοξον πίστιν περὶ τῆς τῶν σεπτῶν εἰκόνων προσκυνήσεως οἱ θεῖοι πατέρες ἐκρά‐ | |
20 | τυναν) τὸ τῆς ἀρχιερωσύνης ὁ Βασίλειος χρίσμα δέχεται, καὶ οἰ‐ κουμενικὸς πατριάρχης ἀνακηρύττεται. ηʹ. Ἰωάννῃ δὲ τῷ αὐτοκράτορι πολλαῖς ταῖς φροντίσιν ἐτα‐ λαντεύετο ἡ διάνοια, ποίᾳ δὴ προτέρᾳ δοίη τὴν ῥοπὴν ἐν τριόδῳ | |
ἀπειλημμένος, καὶ μὴ παρενεχθείη τοῦ δέοντος. ἥ τε γὰρ σπάνις | 102 | |
103 | τῶν ἀναγκαίων καὶ ὁ λιμὸς ἐκβαθύνας, ἐπὶ τριετῆ καιρὸν τὴν Ῥωμαϊκὴν ἀρχὴν ἐπεβόσκετο· ἐπέκειτο δὲ καὶ ἡ Ῥωσσικὴ κίνησις οὐ χρηστὰς ὑποτιθεμένη ἐλπίδας, καὶ ἡ τῶν Καρχηδονίων καὶ Ἀράβων κατὰ τῆς ἐπὶ Συρίαν Ἀντιοχείας, ἄρτι προσκτηθείσης | |
5 | Ῥωμαίοις, καταδρομή. τὸ μὲν οὖν ἄμαχον κακὸν τοῦ λιμοῦ τῇ σιταγωγίᾳ, ἣν ἐκ τῶν ἁπανταχῆ ἐμπορίων προνοίᾳ διὰ τάχους συνήγαγε, διέλυσε, στήσας τὴν νομὴν τοῦ τοσούτου δεινοῦ. τὴν δέ γε ὁρμὴν τῶν Ἀγαρηνῶν τῇ τῶν Ἑῴων στρατευμάτων παρα‐ τάξει ἀνεχαίτισε, Νικολάου τοῦ Πατρικίου στρατηγοῦντος· ὅστε | |
10 | οἰκεῖος ὢν σπάδων τῷ βασιλεῖ, ἐμπειρίαν ἐκ πολλῆς μελέτης τῶν ἀγώνων ἐκέκτητο. πρὸς μέντοι τὸν Σφενδοσλάβον, τὸν τῆς Ῥωσ‐ σικῆς πανοπλίας κατάρχοντα, ἔγνω διακηρυκεύεσθαι. καὶ δὴ πρέσβεις ὡς αὐτὸν ἐκπέμπει, παραγγέλλων αὐτῷ, τὸν πρὸς τοῦ αὐτοκράτορος Νικηφόρου ἐπὶ τῇ καταδρομῇ τῶν Μυσῶν ὑπεσχη‐ | |
15 | μένον ἀνειληφότα μισθὸν, ἐπὶ τὰ σφῶν ἤθη καὶ τὸν Κιμμέριον μετανίστασθαι Βόσπορον, τὴν δὲ Μυσίαν παραλιπεῖν, Ῥωμαί‐ οις προσήκουσαν, καὶ ἀπόμοιραν τελοῦσαν Μακεδονίας ἀνέκα‐ θεν. λέγεται γὰρ Μυσοὺς ἀποίκους τῶν ὑπερβορέων Κοτράγων, Χαζάρων τε καὶ Χουμάνων ὄντας, τῶν οἰκείων μεταστῆναι | |
20 | ἠθῶν· ἀλωμένους δὲ κατὰ τὴν Εὐρώπην, ταύτην κατειληφέναι καὶ κατοικῆσαι, Κωνσταντίνου, ᾧ Πωγωνάτος ἐπίκλησις, τότε Ῥωμαίων ἡγεμονεύοντος· ὁμωνύμως δὲ τὴν χώραν ἀπὸ Βουλγά‐ | |
ρου (τοῦ σφῶν φυλάρχου) Βουλγαρίαν καλέσαι. | 103 | |
104 | θʹ. Ἄιδεται καὶ ἕτερος περὶ τούτων λόγος, ὧδέ πη ἔχων· Ἰουστινιανοῦ, τοῦ Ῥωμαίων αὐτοκράτορος, ὑπὸ Λεοντίου ἐκ‐ τμηθέντος τὴν ῥῖνα καὶ κατὰ τὴν Χερσῶνα περιορισθέντος, ἐπεί‐ περ ἐκεῖθεν αὐτῷ διαδράναι πολυτρόπως ἐγένετο, ἐς τὴν Μαιῶ‐ | |
5 | τίν τε ἀφικέσθαι, καὶ τὸ Μυσῶν ἔθνος προσεταιρίσασθαι, ἐφ’ ᾧ, τήν τε βασιλείαν αὑτῷ ἀνασώσασθαι, καὶ μισθοὺς μεγάλους ἐναπολήψεσθαι. τοὺς δὲ ἕψεσθαί τε αὐτῷ, καὶ πρὸς αὐτοῦ, τῆς βασιλείας αὖθις ἐπειλημμένου, εἰληφέναι τὴν χώραν, ὅσην ὁ Ἴστρος ἐντὸς Μακεδόνων περιορίζει· καὶ τὴν μετοίκησιν ταύτῃ | |
10 | ποιήσασθαι, καὶ πολλὰ πολέμων ἔργα καὶ ἀνδραποδισμῶν προξε‐ νῆσαι Ῥωμαίοις, πολεμησείοντας ἀεὶ, καὶ τὰ Θρᾳκῷα κατατρέ‐ χοντας κλίματα. Ῥωμαίους δὲ ἀντεπιέναι τούτοις· τοὺς δὲ τὴν ἐκείνων οὐχ ὑφισταμένους ἀλκὴν, ἐπ’ ἀμφιλαφῶν χωρίων λό‐ χμας καταδύεσθαι, καὶ ταῖς δυσχωρίαις τούτους καταγωνίζεσθαι. | |
15 | πολλῶν τοιγαροῦν ἐκ τοῦ κατ’ ἐκείνου καιροῦ καταῤῥαγέντων πο‐ λέμων, καὶ γενναίων στρατηγῶν ὀλωλότων, Νικηφόρου τε, τοῦ παλαιτάτου αὐτοκράτορος, πεσόντος πρὸς τῶν Μυσῶν, παρὰ μόνου Κωνσταντίνου λέγεται Κοπρωνύμου ἡσσηθῆναι Μυσοὺς, καὶ αὖθις παρὰ τοῦ ἐγγόνου αὐτοῦ Κωνσταντίνου τοῦ τῆς Αὐ‐ | |
20 | γούστης Εἰρήνης υἱοῦ, καὶ τὰ νῦν δὲ πρὸς Ἰωάννου τοῦ αὐτο‐ κράτορος, ὃς τὰς τῶν Μυσῶν πόλεις αἰχμῇ παρεστήσατο· οὐχ ἱστόρηται δέ τις Ῥωμαίων ἕτερος, τούτους ἐπὶ τῆς σφετέρας γῆς | |
καταγωνισάμενος. ἀλλὰ περὶ μὲν τούτων ἅλις. | 104 | |
105 | ιʹ. Ὁ δὲ Σφενδοσλάβος, ταῖς κατὰ τῶν Μυσῶν νίκαις ἐπὶ μέγα αἰρόμενος, καὶ τῇ βαρβαρικῇ αὐθαδείᾳ ὑπέροπλα βρενθυό‐ μενος (ἤδη γὰρ τὴν χώραν βεβαίως ἐκέκτητο), περιδεεῖς καὶ κα‐ ταπλῆγας Μυσοὺς τῇ ἐμφύτῳ ἀπηνείᾳ κατεργασάμενος (φασὶ γὰρ | |
5 | τὴν Φιλίππου πόλιν τῷ πολεμεῖν ἐξελὼν, δισμυρίους τῶν ἐν τῷ ἄστει ληφθέντων ὠμῶς καὶ ἀπανθρώπως ἀνασκολοπίσαι, καὶ ταύ‐ τῃ τὸ ἀντίξουν ἅπαν ἐκδειματῶσαι καὶ θεῖναι ὑπόσπονδον), ὑπερ‐ αύχους καὶ αὐθάδεις τὰς ἀποκρίσεις τοῖς πρέσβεσι Ῥωμαίων ἐξέφε‐ ρε· „μὴ γὰρ ἀφέξεσθαι τῆς χώρας, εὐδαίμονος οὔσης, εἰ μὴ ἐπὶ χρη‐ | |
10 | μάτων πολυταλάντων καταβολῇ, καὶ ἀπεμπολήσει τῶν τε πόλεων καὶ τῶν ἀνδραπόδων, ὅσα τῷ πολεμεῖν ἐπεκτήσαντο. εἰ δ’ οὐ βού‐ λεσθαι Ῥωμαίους ταῦτα καταβαλεῖν, ἀλλὰ τῆς Εὐρώπης θᾶττον ἀφίστασθαι, ὡς μὴ προσηκούσης αὐτοῖς, καὶ πρὸς τὴν Ἀσίαν μετασκευάζεσθαι· ἄλλως γὰρ μὴ οἴεσθαι, Ταυροσκύθας εἰς σπον‐ | |
15 | δὰς Ῥωμαίων ξυμβήσεσθαι.“ Ἰωάννης δὲ ὁ αὐτοκράτωρ, τὰς τοιαύτας ἀποκρίσεις τοῦ Σκύθου δεξάμενος, καὶ αὖθις τοῖς προ‐ απεσταλμένοις ἀμείβεται τάδε· „τὴν ἐκ πατέρων ἐς ἡμᾶς διαβᾶ‐ σαν εἰρήνην ἀλώβητον καθ’ ἣν Θεὸς ἐμεσίτευσεν, οὐ δεῖν οἰόμεθα λύειν αὐτοί· ἅτε πρόνοιαν εἶναι πιστεύοντες τὴν τὸ πᾶν διευθύ‐ | |
20 | νουσαν, καὶ τὰ Χριστιανῶν πρεσβεύοντες ἔθιμα. διὰ ταῦτα εἰση‐ γούμεθά τε ὑμῖν ὡς φίλοις, καὶ συμβουλεύομεν, ἐξαυτῆς ἀπαί‐ ρειν τῆς μηδέν τι προσηκούσης χώρας ὑμῖν, καὶ μὴ διαμέλλειν, μηδ’ ἀναδύεσθαι, εἰδότας, ὡς εἰ μὴ καταπειθεῖς ταύτῃ τῇ ὀνη‐ | |
σιφόρῳ ξυμβουλῇ γένοισθε, οὐχ ἡμᾶς, αὑτοὺς δὲ, λύειν τὰς | 105 | |
106 | ἀνέκαθεν συντεθείσας σπονδάς. καὶ μή γε δόξωμεν μεγαλαύχους ταύτας τὰς ἀποκρίσεις ποιεῖν. ἐν Χριστῷ γὰρ θαῤῥοῦμεν τῷ ἀθανάτῳ Θεῷ, ὡς, εἰ μὴ τῆς χώρας ἀπέλθοιτε, καὶ ἄκοντες παρ’ ἡμῶν ταύτης ἀπελαθήσεσθε. οἶμαι γάρ σε μὴ λεληθέναι | |
5 | τὸ τοῦ σοῦ πταῖσμα πατρὸς Ἴγγορος, ὅστε τὰς ἐνόρκους σπονδὰς παρὰ φαῦλον θέμενος, σὺν μεγάλῳ κινήματι καὶ μυρίοις σκά‐ φεσι κατὰ τῆς βασιλευούσης ἐκπλεύσας, μόλις σὺν δέκα λέμβοις ἐς τὸν Κιμμέριον ἀφίκετο Βόσπορον, αὐτάγγελος τῶν οἰκείων γεγονὼς συμφορῶν. καὶ παρίημι τὸν αὖθις οἴκτιστον μόρον ἐκεί‐ | |
10 | νου, παρὰ τοὺς Γερμανοὺς ἐκστρατεύσαντος, καὶ πρὸς ἐκείνων ληφθέντος, καὶ φυτῶν στελέχεσι προσδεθέντος, καὶ εἰς δύο δια‐ μερισθέντος τμήματα. καὶ σὲ γοῦν οὐκ οἶμαι πρὸς τὴν σὴν ἐπα‐ ναζεῦξαι πατρίδα, εἴ γε τὴν Ῥωμαϊκὴν παντευχίαν κατὰ σοῦ χωρεῖν ἀναγκάσειας, ἀλλ’ αὐτόθι διαφθαρήσεσθαι πανσυδεὶ, | |
15 | ὡς μηδὲ πυρφόρον ἐς Σκυθίαν ἀφικέσθαι, τὰς κατασχούσας ὑμᾶς ἀπευκταίους ἀπαγγελοῦντα τύχας.“ ὁ δὲ Σφενδοσλάβος, ἐπὶ ταῖς τοιαύταις ἀποκρίσεσι σχετλιάσας, τῇ τε βαρβαρικῇ μα‐ νίᾳ καὶ ἀπονοίᾳ παραφερόμενος, ἀντέλεξε τοιαῦτα· „οὐδεμίαν ἀνάγκην τὸν αὐτοκράτορα Ῥωμαίων ὡς ἡμᾶς ἀφικέσθαι ὁρῶ κα‐ | |
20 | τεπείγουσαν· διὸ μὴ κάμῃ, μέχρι τῆσδε τῆς γῆς ἀφικόμενος· αὐτοὶ γὰρ ὅσον οὔπω πρὸ τῶν τοῦ Βυζαντίου πυλῶν πηξόμεθα τὰς σκηνὰς, καὶ καρτερὸν χάρακα ταύτῃ περιβαλοῦμεν, ἐξιόντα | |
τε τοῦτον, εἴ γε καὶ καρτερήσει πρὸς τοσούτων πόνων διαγωνί‐ | 106 | |
107 | σασθαι, γενναίως ὑποδεξόμεθα, διδάξομέν τε τοῖς ἔργοις αὐ‐ τοῖς, ὡς οὐ βάναυσοί τινες ἀποχειροβίωτοι, ἀλλ’ αἱμάτων ἄν‐ δρες τυγχάνομεν, τοῖς ὅπλοις τὸ δυσμενὲς καταγωνιζόμενοι· εἰ καὶ αὐτὸς ἐξ ἀγνοίας κατὰ τὰ σκιατραφοῦντα γύναια τὴν Ῥωσσι‐ | |
5 | κὴν ἡγεῖται ἀλκὴν, καὶ, ὥς τινα νήπια ὑπομάζια μορμολυκείοις τισὶ, ταύταις ταῖς ἀπειλαῖς ἡμᾶς πειρᾶται δεδίττεσθαι.“ ιαʹ. Τούτων τῶν ἀπονενοημένων τοῦ ἐκεῖθεν λόγων ὁ βασι‐ λεὺς διενηχηθεὶς, ἔγνω, μὴ διαμέλλειν, ἀλλὰ πάσῃ σπουδῇ τὰ ἐς τὸν πόλεμον ἐξαρτύεσθαι, ὡς ἂν προτερήσοι τὴν πρὸς ἐκεῖνον | |
10 | ἄφιξιν, ἐπιτειχίσοι τε τούτῳ τὴν κατὰ τῆς βασιλευούσης ἐπίθε‐ σιν. εὐθὺς οὖν ἴλην γενναίων καὶ νεανικῶν ἀνδρῶν ἐκλεξάμενος, ἀθανάτους τε τούτους κατονομάσας, περὶ αὑτὸν εἶναι διεκελεύ‐ σατο. ἐντεῦθεν τὸν Μάγιστρον Βάρδαν, ᾧ Σκληρὸς ἡ ἐπίκλησις, ὁμαίμονα τῆς ἀποιχομένης Μαρίας, τῆς τοῦ τοιούτου βασιλέως | |
15 | συνεύνου, τυγχάνοντα, δραστήριον ἄνδρα καὶ τὴν ἀλκὴν γεν‐ ναιότατον· καὶ τὸν Πατρίκιον Πέτρον, τὸν πρὸς τοῦ αὐτοκρά‐ τορος Νικηφόρου στρατοπεδάρχην προχειρισθέντα διά τε τὴν προσοῦσαν αὐτῷ ἀρετὴν, καὶ τὰ κατὰ τοὺς πολέμους ἀνδραγα‐ θήματα (λέγεται γάρ ποτε Σκυθῶν τὴν Θρᾴκην καταδραμόντων, | |
20 | ἐπεὶ ἐξ ἀντιπάλου τὸν Πέτρον, καίτοι τομίαν ὄντα, μετὰ τοῦ συνεπομένου στίφους ξυνέβαινεν αὐτοῖς ἀντιτάττεσθαι, τὸν τῶν Σκυθῶν ἀγὸν, πελώριον ἄνδρα, καὶ ἐς τὸ ἀσφαλὲς τεθωρακι‐ σμένον, παρὰ τὸ μεταίχμιον ἐξιππάσασθαι, κοντὸν ἐπιμήκη κρα‐ | |
δαίνοντα, προσκαλεῖσθαί τε τὸν βεβουλημένον αὑτῷ ἀντιτάττε‐ | 107 | |
108 | σθαι· τὸν δὲ Πέτρον, ἀλκῆς καὶ μένους παρ’ ὑπόνοιαν ὑπο‐ πλησθέντα, τὸν ἵππον τε σφοδρῶς κεντρίσαι τοῖς μύωψι, καὶ τὸ δόρυ κραταιῶς διαγκυλησάμενον, ἀμφοτέραις ὦσαι κατὰ τοῦ στέρνου τὸν Σκύθην· οὕτω δὲ γενέσθαι τὴν ἀντέρεισιν καρτερὰν, | |
5 | ὡς ἀντιτορῆσαι, καὶ διαμπερὲς κατὰ τὸ μετάφρενον διαπτῆναι, μὴ ἀντισχόντα τὸν ἀλυσιδωτὸν θώρακα, ἀλλ’ ἄναυδον τὸν πε‐ λώριον ἐκεῖνον προσαραχθῆναι τῇ γῇ· καὶ τούτῳ τῷ καινῷ καὶ ξένῳ θεάματι καταπλαγῆναί τε τοὺς Σκύθας, καὶ πρὸς φυγὴν ἀπιδεῖν)· τούτοις τοῖς στρατηγοῖς παρήγγειλεν ὁ βασιλεὺς, τὰς | |
10 | δυνάμεις ἀνειληφότας ἐπὶ τὴν ὅμορον καὶ ἀγχιτέρμονα τῆς Μυ‐ σίας διαβαίνειν· ἐκεῖ τε διαχειμάζειν, καὶ γυμνάζειν τὴν στρα‐ τιὰν, καὶ τὸν χῶρον περιέπειν, ὡς μή τις εἴη τούτῳ λώβη ταῖς ἐκδρομαῖς τῶν Σκυθῶν· ἔς τε τὰς ἐπαύλεις καὶ τὰ ἤθη τῶν δυσ‐ μενῶν διγλώσσους ἄνδρας ἐκπέμπειν Σκυθικὸν ἠμπισχημένους | |
15 | ἱματισμὸν, ὡς τὰ σφῶν διαβούλια γνοῖεν, καὶ βασιλεῖ ταῦτα κατάφωρα γίγνοιντο. τὴν τοιαύτην οὖν φάσιν πρὸς τοῦ βασιλέως εἰληφότες, τὴν Εὐρώπην καταλαμβάνουσιν. ιβʹ. Ταυροσκύθαι δὲ, τὴν τούτων ἐνωτισθέντες διάβασιν, ἀπόμοιραν τῆς σφετέρας στρατιᾶς διαιρέσαντες, Οὕννων τε καὶ | |
20 | Μυσῶν πλῆθος ταύτῃ προσεταιρίσαντες, κατὰ Ῥωμαίων χωρεῖν ἐκπεπόμφεσαν. ἄρτι δὲ τὴν τούτων ἐπήλυσιν ὁ Μάγιστρος Βάρ‐ δας αἰσθόμενος, καὶ ἄλλως γενναῖός τε καὶ ῥέκτης τυγχάνων | |
ἀνὴρ, τότε δὲ σφαδάζων θυμῷ καὶ ῥώμης ὁρμῇ, τοὺς ἀμφ’ αὑ‐ | 108 | |
109 | τὸν λογάδας συνειληφώς, πρὸς τὴν τῶν ἐναντίων ἠπείγετο συμ‐ πλοκήν. καὶ δὴ Ἰωάννην τὸν Ἀλακᾶ εἰσκαλέσας, εἰς κατασκο‐ πὴν ἀπέστειλεν, ἀθρῆσαί τε τοὺς Σκύθας, καὶ τὸ τοῦ πλήθους εἰκάσαι ποσὸν, καὶ καθ’ ὃν αὐλίζοιντο τόπον, καὶ ὅ,τι πράτ‐ | |
5 | τοιεν· πέμπειν τε τὴν ταχίστην ὡς αὐτὸν, καὶ πάντα διαγγέλ‐ λειν, ὡς συσκευάσοι, καὶ ἐκτάξοι τὴν στρατιὰν πρὸς τὸν πόλε‐ μον. Ἰωάννης δὲ, τοὺς ἑπομένους λογάδας ἀνειληφώς, κατὰ τάχος ἐπὶ τοὺς Σκύθας ἱππάσατο· τῇ δὲ ὑστεραίᾳ παρὰ τὸν Μάγιστρον στέλλει, ἐπισπεύδων τοῦτον ἱκέσθαι μετὰ τοῦ πλή‐ | |
10 | θους· μὴ πόῤῥω γὰρ, ἀλλ’ ἐγγύθεν, τοὺς Σκύθας αὐλίζεσθαι. ὁ δὲ, τῶν τοιούτων λόγων διακούσας, τριχῆ διατάξας τὴν φά‐ λαγγα, τῇ μὲν ἐφέπεσθαι παρήγγειλε κατὰ μέτωπον, ταῖς δὲ κατὰ τοὺς ἐγκαρσίους προλοχίζειν δρυμούς· τηνικαῦτα δὲ τῆς ἐνέδρας διεκθέειν, ὁπηνίκα τῆς σάλπιγγος, τὸ ἐνυάλιον ἐπηχού‐ | |
15 | σης, διακούσαιεν. ταῦτα τοῖς λοχαγοῖς παρακελευσάμενος, κα‐ τὰ στόμα τοῖς Σκύθαις ἀντεπῄει, κραταιῶς διαγωνιζόμενος. ἐπλεονέκτει δὲ πλήθει τὸ στράτευμα τῶν ἐναντίων, ὑπὲρ τοὺς τρισμυρίους τελοῦν· οἱ γὰρ τῷ Μαγίστρῳ συνεφεπόμενοι, μετὰ τῶν λόχων, οὐ πλέονες τῶν μυρίων ἐτύγχανον. τῆς δὲ συμπλο‐ | |
20 | κῆς γενομένης παρ’ ἀμφοτέρων, ἔπιπτον οἱ νεανικώτεροι. ἐνταῦ‐ θα δὴ λέγεται τῶν τινα Σκυθῶν, ἀλκῇ καὶ σώματος ὄγκῳ γαυ‐ ρούμενον, τῆς ἀμφ’ αὑτὸν ἀποκριθέντα φάλαγγος ἐξιππεῦσαί τε, καὶ τῷ Βάρδᾳ ἐπιδραμεῖν, καὶ ξίφει τοῦτον πλῆξαι κατὰ τῆς | |
κόρυθος· κενὴν δὲ γενέσθαι τὴν τοῦ ξίφους καταφορὰν, τοῦ | 109 | |
110 | ἀθέρος ἀναγναμφθέντος τῇ κυνῇ, καὶ ἀλλαχόσε τῇ ταύτης στε‐ γανότητι περιολισθήσαντος. Κωνσταντῖνος δὲ ὁ πατρίκιος, σύν‐ αιμος τῷ Βάρδᾳ τελῶν, ἄρτι τῷ ἰούλῳ τὴν γένυν ἐπιχνοάζων, πελώριός τε πεφυκὼς τῷ σώματι, καὶ τὴν ἰσχὺν δυσεκβίαστος | |
5 | καὶ ἀκαταγώνιστος, τὸ ξίφος σπασάμενος ἴεται τὸν Σκύθην βα‐ λεῖν· ὁ δὲ, τὴν φορὰν αὐτοῦ ὑπειδόμενος, ἐκκλίνει τὴν πληγὴν, κατ’ ἰσχίον ὑπτιάσας τοῦ ἵππου. δέχεται δὲ ταύτην παρὰ τὸν αὐχένα ὁ ἵππος, ὃν διαμπερὲς ἀποτέμνεται· ὁ δὲ Σκύθης, ἅμα τῷ ἵππῳ κατενεχθεὶς, πρὸς τοῦ Κωνσταντίνου ἐναποσφάττεται. | |
10 | ιγʹ. Τῆς δὲ μάχης τῇδε κἀκεῖσε μετακλινομένης, καὶ συχνὰς καὶ ἀμφιταλάντους μεταβαλλούσης ῥοπὰς ἐφ’ ἑκάτερα, τὸ ἐνυά‐ λιον ὁ Βάρδας ἐνηχεῖν ἐγκελεύεται, τά τε τύμπανα θαμινὰ πα‐ ταγεῖν· τῆς δὲ φάλαγγος ἐκ τῶν λόχων ἐξαναστάσης κατὰ τὸ σύνθημα, καὶ κατὰ νώτου τῶν Σκυθῶν γενομένης, δέος τε αὐ‐ | |
15 | τοῖς εἰσῄει καὶ πρὸς φυγαδείαν ἀπέκλιναν. μήπω δὲ γεγενημένης λαμπρᾶς τῆς διώξεως, τῶν ἐπιφανῶν τις Σκυθῶν, μεγέθει σώ‐ ματος καὶ ὅπλων λαμπρότητι πεφυκὼς τῶν ἄλλων ἀριπρεπὴς, κατὰ τὸ μεταίχμιον περιῄει, ἐπ’ ἀλκὴν τοὺς ἑταίρους ἐπιῤῥων‐ νύς. τοῦτον Βάρδας ὁ Σκληρὸς ἐξιππασάμενος παίει κατὰ τῆς | |
20 | κεφαλῆς, καὶ μέχρι τοῦ ζωστῆρος τὸ ξίφος διήλασε, μήτε τοῦ κράνους αὐτῷ ἐπαρκέσαντος, μήτε τοῦ θώρακος τὴν τῆς χει‐ ρὸς ἐπισχόντος ἰσχὺν, ἢ τὴν τοῦ ξίφους τομήν. διχῆ δὲ τού‐ του διατμηθέντος καὶ προσαραχθέντος τῇ γῇ, Ῥωμαῖοι μὲν ὑφ’ ἡδονῆς ἐπηλάλαξαν, καὶ πρὸς ἀλκὴν ἐπεῤῥώσθησαν· Σκύ‐ | |
25 | θαι δὲ, τῷ καινῷ καὶ ἀλλοκότῳ τῆς πληγῆς ἀποδειλιάσαντες, | |
σὺν οἰμωγῇ τὸν συνασπισμὸν διαλύσαντες, εἰς φυγαδείαν ἐτρά‐ | 110 | |
111 | ποντο. οὓς ἐπισπόμενοι Ῥωμαῖοι μέχρι βαθείας ἑσπέρας ἀνῄ‐ ρουν ἀνηλεῶς. κατὰ τοῦτον δὴ λέγεται τὸν ἀγῶνα πεντήκον‐ τα καὶ πέντε Ῥωμαίων ἄνδρας τεθνάναι, τραυματίας δὲ γε‐ νέσθαι συχνοὺς, καὶ ἵππων κατακοντισθῆναι τοὺς πλέονας· | |
5 | Σκυθῶν τε ὑπὲρ τοὺς δισμυρίους διαφθαρῆναι. ἀλλ’ ἡ μὲν πρὸς τοὺς Σκύθας γεγενημένη τότε Ῥωμαίων διαμάχη εἰς τοιοῦ‐ τον ἐτελεύτα τὸ τέλος. Ἰωάννης δὲ ὁ αὐτοκράτωρ τὰς Ἀσίας δυνάμεις εἰς τὴν Εὐρώπην διὰ τοῦ Ἑλλησπόντου περαιοῦσθαι κατήπειγεν, ἐς τἀπὶ Θρᾴκης τε καὶ Μακεδονίας διαχειμάζειν | |
10 | χωρία, καὶ τοῖς ὅπλοις ὁσημέραι γυμνάζεσθαι, ὡς μὴ ἀπόμα‐ χοι εἶεν ἐπὶ τὸν τῶν ἀγώνων καιρὸν, μειονεκτοῦντες ἐν τῇ μάχῃ τῶν δυσμενῶν· περιμένειν δὲ τὸν τοῦ ἤρους καιρόν. ἐκείνου γὰρ ἤδη ἐκ τῆς χειμερινῆς κατηφείας προκύπτοντος, καὶ εἰς σταθη‐ ρὰν αἰθρίαν τὸ κοσμικὸν κατάστημα μεταβάλλοντος, αὐτόν τε | |
15 | βασιλέα ὡς αὐτοὺς ἀφικέσθαι, τὰς ἀμφ’ αὐτὸν δυνάμεις ἐπαγό‐ | |
μενον, καὶ πανσυδεὶ τοῖς Ταυροσκύθαις συμπλέκεσθαι. | 111 | |
112(t1) | ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ | |
t2 | ΙΣΤΟΡΙΑΣ Ζ. | |
1 | αʹ. Ἐν ᾧ δὲ ταῦτα Ἰωάννῃ τῷ βασιλεῖ κατὰ τῶν Ῥῶς διε‐ σπούδαστο, Βάρδας ὁ Δοὺξ, ὁ τοῦ Κουροπαλάτου μὲν Λέον‐ τος υἱὸς, Νικηφόρου δὲ τοῦ αὐτοκράτορος αὐτανεψιὸς, ἐς νεω‐ τερισμὸν ἀσυμφανῶς ἀποκλίνας, ἐξ Ἀμασείας, καθ’ ἣν περιώ‐ | |
5 | ριστο, φυγαδείᾳ ἐχρήσατο, Θεοδώρου Βάρδα τε καὶ Νικηφό‐ ρου, τῶν Πατρικίων καὶ αὐταδέλφων, ἐς τοῦτο συναραμένων αὐτῷ· οἳ ἐκ τῆς ἐνεγκαμένης αὐτοὺς Παρσακούτης ἐπίκλησιν εἰ‐ | |
λήφεσαν Παρσακουτηνοὶ, ἐξάδελφοι τῷ Δουκὶ Βάρδᾳ τυγχάνον‐ | 112 | |
113 | τες. τῆς οὖν Ἀμασείας ἀωρὶ τῶν νυκτῶν λαθρηδὸν ὁ Δοὺξ ἀπο‐ δρὰς, διὰ τῶν προετοιμασθέντων ἀμοιβαίων ἵππων ἐς τὴν τῆς Καππαδοκίας ἀφῖκτο Καισάρειαν. ἐνταῦθα δὴ ἐπὶ εὐαριθμήτοις ἡμέραις ἐναυλισάμενος, πλῆθος ἀπονενοημένων ἀνδρῶν ἐπ’ ἀπο‐ | |
5 | στασίαν ῥεπόντων συνειλόχει, τῶν ἐκ γένους αὐτῷ καὶ συνήθων μάλιστα συνεισρεόντων ὁσημέραι. καὶ γὰρ ταῖς καινοτομίαις ἐκ‐ τόπως οἱ ἄνθρωποι χαίρειν εἰώθεσαν, δόξης ὀνειροπολουμένης ἐλπίσι, τιμαῖς τε ἀξιωμάτων, καὶ χρημάτων διανομαῖς ὑπαγό‐ μενοι. συνεκρότουν δὲ τὴν ἀποστασίαν, συναγηοχότες πάσῃ | |
10 | σπουδῇ τὰ στρατεύματα, οἵ τε ῥηθέντες Παρσακουτηνοὶ, καὶ Συμεὼν, ὃς γεωργὸς ἀμπέλων καθεστηκὼς, ἐκ τῆς ἐργασίας αὐ‐ τῆς τὸ ἐπώνυμον εἴληφεν, Ἀμπελᾶς κατονομασθείς· ἀνὴρ ἐξ ἀσήμων μὲν φὺς καὶ τῶν ἀγενῶν, ἀνδρείᾳ δὲ καὶ χειρῶν ἰσχύϊ μηδενὶ εἴκων τῶν ἐπ’ ἀλκῇ καὶ ῥώμῃ μεγαλαυχουμένων ἀνδρῶν. | |
15 | ἐπεὶ δὲ ἱκανὸν ὁ Βάρδας περὶ αὑτὸν ἑώρα στίφος συνεῤῥυηκὸς, ὡς οἷόν τε εἶναι καὶ εἰς συνασπισμὸν ἀῤῥαγῆ παρατάττεσθαι, ἐξ ἀντιπάλου τε διαμιλλᾶσθαι τοῖς ἀντιπίπτουσι, τὸ μελαμβαφὲς παραιτησάμενος πέδιλον, τὸ ἐρυθρὸν παραυτίκα μετημφιάσατο, καὶ Ῥωμαίων αὐτοκράτωρ ἀναφανδὸν ἀνεῤῥήθη πρὸς τῶν συστα‐ | |
20 | σιωτῶν. χρημάτων οὖν διανομὰς ὑπισχνεῖτο, καὶ ἀξιωμάτων παρεῖχε τιμὰς, ταξιάρχους καὶ στρατηγοὺς προβαλλόμενος, ἀρ‐ χάς τε τὰς εὐκλεεῖς, ὅσας καὶ βασιλεὺς εἰώθει τοῖς εὔνοις φιλο‐ | |
τίμως προτείνεσθαι. συνεκρότει δὲ τὴν ἀποστασίαν καὶ Λέων | 113 | |
114 | Κουροπαλάτης, ὁ τοῦ Βάρδα τοκεὺς, ἐς μὲν τὴν νῆσον Λέ‐ σβον φρουρούμενος, διὰ Στεφάνου δὲ, τοῦ ἐπισκόπου Ἀβύδου, τοῖς Μακεδόσι χρήματα καὶ τιμὰς ὑπισχνούμενος, καὶ δέχεσθαι αὑτὸν ἐκ τῆς νήσου ἀναγόμενον προτρεπόμενος, καὶ συνεπιτί‐ | |
5 | θεσθαι, καὶ συνεργάζεσθαι αὑτῷ τὴν τοῦ Ἰωάννου τῶν ἀνα‐ κτορίων καθαίρεσιν. βʹ. Ὁ δὲ βασιλεὺς, τὸν τοιοῦτον γνοὺς νεωτερισμὸν, διε‐ ταράχθη μὲν, ὡς τὸ εἰκὸς, ἀπτέρῳ δὲ τάχει τὸν ἐπίσκοπον Στέ‐ φανον ἐκ τῆς Ἀβύδου ἀναγαγὼν, τοῖς δικαστηρίοις ἐκδίδωσι. | |
10 | τῶν δὲ πραγμάτων ἐξελεγχθέντων καὶ καταφανοῦς γεγονότος τοῦ δράματος, τὸν μὲν τῇ συνόδῳ τῶν ἐπισκόπων παρέπεμψεν, ἔκ‐ πτωσιν τῆς ἱερωσύνης ὑποστησόμενον. Λέοντα δὲ τὸν Κουρο‐ παλάτην, καὶ Νικηφόρον, τὸν τούτου υἱὸν, τῇ τοῦ θανάτου ὑπαγαγόντων ψήφῳ τῶν δικαστῶν, ὁ βασιλεὺς, πρὸς τὸ φιλαν‐ | |
15 | θρωπότερον ἀποκλίνας, οὐκ ἔκτεινε· τὰς δὲ ὄψεις ἀμφοτέρων, κατὰ τὴν Λέσβον στείλας, ἐπήρωσε. καὶ ἡ μὲν τῷ Κουροπα‐ λάτῃ πρὸς τὴν Εὐρώπην τότε μελετηθεῖσα διάβασις ἐς τοῦτο τὸ τέλος κατέληξε, τοιαύτην μὲν αὐτῷ τὴν ποινὴν προξενήσασα, συχνοὺς δὲ τῶν φίλων χρημάτων καὶ οἴκων στερήσασα, ὅσοι τὴν | |
20 | ἐκείνου συμβουλὴν ἐπὶ καθαιρέσει τοῦ βασιλέως προσήκαντο. ὁ δὲ Βάρδας, ἅπαξ ἀποκλίνας εἰς τυραννίδα, ἀπρὶξ εἴχετο ταύ‐ της, τῇ τε περὶ αὑτὸν πολυχειρίᾳ γαυρούμενος, καὶ ταῖς φά‐ λαγξι βρενθυόμενος, καὶ ὅσον οὔπω τὴν τῆς βασιλείας κατάσχε‐ σιν ὀνειροπολῶν. καὶ δῆτα τὴν Ἀσίαν κατατρέχων, τῶν μὴ | |
25 | σπενδομένων αὑτῷ πυρπολῶν τὰς οἰκίας, λείαν ἐτίθει Μυσῶν. | 114 |
115 | βασιλεὺς δὲ πρὸς αὐτὸν γράφει ταῦτα· „Τὸν ἔναγχος γεγενημένον πρὸς ἕω νεωτερισμὸν ἀκηκοότες, οὐ τῆς σῆς γνώμης ἔργον το‐ σοῦτον ἡγούμεθα, ὅσον τῆς τῶν συναραμένων σοι ἀπονοίας καὶ τρόπου βαρβαρικοῦ, οἵ γε πάντως ὑπὸ θεοβλαβείας παρακρο‐ | |
5 | τούμενοι, ἐς τοσοῦτον κίνδυνον ἑαυτοὺς ἐμβαλεῖν οὐκ ἐνάρκη‐ σαν· καὶ ταῦτα εἰδότες, ὡς τοῖς νεωτεριεῖν ἀνῃρημένοις καὶ ἀν‐ τίπαλον ἐξ αὐθαδείας αἴρειν χεῖρα Ῥωμαίων αὐτοῖς αὐτοκράτορ‐ σιν, οὐδεμία τις εἰς παραίτησιν ὑπολέλειπται πρόφασις, ὁπη‐ νίκα τοῖς ὅπλοις καταγωνισθέντες, ἔκδοτοι ταῖς ποινηλασίαις | |
10 | ὑπάγονται. ἡμεῖς τοιγαροῦν ἐμφυλίῳ αἵματι μιᾶναι τὴν γῆν εὐ‐ λαβούμεθα. εἰ γὰρ βουληθῶμεν τοῖς ὅπλοις τοὺς ἀποστάτας ἀμύνεσθαι, οὐκ ἂν φθάνοιμεν (σὺν Θεῷ δὲ εἰρήσθω) οἰκτρῶς αὐτοὺς κατακαίνοντες. τίς γὰρ ἀτέραμνος οὕτω καθέστηκεν, ὡς ὑποστῆναι τὴν ῥοπὴν τοῦ ἡμετέρου κινήματος, καὶ μὴ εὐθὺς | |
15 | ὑποδειλιάσας πρὸς φυγὴν ἀπιδεῖν; τοιγαροῦν παραινοῦμεν ὑμῖν, πρὸ τῶν ὀλεθρίων ἑλέσθαι τὰ σώζοντα, καὶ ἕως πρόκειται συγ‐ γνώμης καιρὸς, τὰ ὅπλα ῥίψαντες εἴξατε τῷ κράτει τῆς βασι‐ λείας ἡμῶν, ἀμνηστίαν ὑμῖν τοῦ τοσούτου τολμήματος καὶ συγ‐ γνώμην, ἐπὶ μάρτυρι τῷ Θεῷ, ἀναντίῤῥητον ἀπονέμοντι. πάν‐ | |
20 | τως δὲ καὶ αἱ κτήσεις ἀθιγεῖς ὑμῖν ἀφεθήσονται, καὶ ἀπαρεγχεί‐ ρητοι. παραινοῦμεν λοιπὸν, τῆς τοιαύτης ἀνασφήλαντας μέθης τῆς δεδομένης ἀμελλητὶ σωτηρίας ἀντιποιήσασθαι. εἰ δὲ σκιαμα‐ | |
χοῦντες τῇ τυραννίδι τὴν ῥοπὴν ἀπονείμητε, ὑμῖν μεταμελήσει | 115 | |
116 | τῆς ἀβουλίας, ὁπηνίκα ψήφῳ τῶν νόμων ταῖς θανασίμοις ποι‐ ναῖς παραπέμποισθε.“ γʹ. Ταύτην ὁ Φωκᾶς Βάρδας ἀπειληφὼς τὴν γραφὴν, ἀντί‐ γραφα μὲν οὐκ ἠξίωσεν ἀντεπιστεῖλαι πρὸς βασιλέα· λοιδορησά‐ | |
5 | μενος δὲ αὐτὸν, καὶ βδελυρὸν καὶ ἀλάστορα ὀνομάσας, καὶ τοῦ γένους ἀποκαλέσας παλαμναῖον αὐτόχειρα, τῶν τυραννείων κατιέ‐ ναι παρήγγειλεν. αὑτῷ γὰρ μᾶλλον ἀνήκειν τὴν τῆς ἡγεμονίας ἀρχὴν, Καίσαρα πάππον κομπάζοντι, καὶ θεῖον αὐτοκράτορα. ὃν, φησὶ, μὴ πτοηθέντα τὸν τῆς δίκης ἀκοίμητον ὀφθαλμὸν, παρὰ | |
10 | τὴν χαμαιῤῥιφῆ στρωμνὴν ἐναποσφάξαι, δίκην βοσκήματος· τὸν φύντα δὲ καὶ τὸν φίλτατον ὁμαίμονα, τὰ πύματα παθόντας δει‐ νὰ, ἐπ’ ἀδήλοις καὶ ἀναποδείκτοις προφάσεσι τοῦ γλυκυτάτου στερῆσαι φωτός· οἷς τιμωρὸν πάντως αὑτὸν ἐπαφήσειν τὴν δί‐ κην, τοῦ ὁμογνίου αἵματος ἑπταπλασίως ἐκτίσοντα τὸ ἀνταπό‐ | |
15 | δομα, τῷ πανολεθρίᾳ τὸ γενναῖον καὶ ἡρωϊκὸν φῦλον παραπέμ‐ ψαι σκαιωρήσαντι. τῶν οὖν τοιούτων ἀπονενοημένων λόγων ὁ αὐτοκράτωρ Ἰωάννης ἐνωτισθεὶς, καὶ γνοὺς, ἀνίατα τὸν ἄνδρα νοσεῖν, ἠπειγμένον τε πρὸς διαρπαγὰς καὶ φόνους μετὰ τῶν ἐπισπομένων συνωμοτῶν ἀπηνῶς καὶ ἀφιλανθρώπως χωρεῖν, | |
20 | συνεῖδε, μηκέτι διαμέλλειν ἢ ῥᾳθυμεῖν, ὡς μὴ τῇ τοιαύτῃ ῥᾳ‐ στώνῃ καιρὸν σχοίη τὸ τοῦ ἀποστάτου ἑταιρικὸν, καὶ πόλεις πορθεῖν, καὶ εἰς μείζονα ἐξολισθήσοι ἀπόνοιαν· ἀλλ’ ἐκ τῶν | |
ἐνόντων, ὅποι παρείκοι, ἀντικαθίστασθαι κραταιῶς, καὶ τοὺς | 116 | |
117 | πελάτας ἀμύνεσθαι. Βάρδαν οὖν, τὸν κατ’ ἐπωνυμίαν Σκληρὸν, ἄνδρα λίαν ἐκτόπως νεανικὸν καὶ δραστήριον, οὗ τὴν σύναιμον Μαρίαν κοινωνὸν ἔσχε βίου τὸ πρόσθεν ὁ Ἰωάννης, κάλλει καὶ σωφροσύνῃ ἐς μέγα κλέους ἥκουσαν (ἔφθη δὲ ταύτην ὁ πικρὸς | |
5 | κατεργασάμενος θάνατος)· τοῦτον ἐν Μαγίστροις τελοῦντα καὶ τῶν ἐπὶ Θρᾴκης στρατευμάτων ἐπιστατοῦντα, καὶ τὴν τῶν Ῥῶς σφαδάζουσαν κατὰ τῶν Ῥωμαίων ἐπήλυσιν γενναίως ἀποτειχί‐ ζοντα, μετὰ τὴν ἀριστείαν, ἣν ἔναγχος ἀνεδήσατο τοὺς Σκύθας τρεψάμενος, ᾗπέρ μοι ἤδη δεδήλωται, μεταπεμψάμενος ὁ βα‐ | |
10 | σιλεὺς καὶ στρατηλάτην ἀνακηρύξας κατὰ τῶν στασιωτῶν, ἐς τὴν Ἀσίαν ἐξέπεμψεν· ἐντειλάμενος, εἰ οἷόν τε εἶναι, μὴ μιᾶ‐ ναι τὴν γῆν, ὅτι μὴ πᾶσα ἀνάγκη, τῷ τῶν ὁμοφύλων αἵματι· ἀλλὰ τιμῶν ὑποσχέσεσι καὶ χρημάτων διανομαῖς καὶ πίστεσιν ἀπαθείας ὑπαγαγέσθαι τοὺς τῷ ἀποστάτῃ συναπαχθέντας. ἐνε‐ | |
15 | χείριζε δὲ αὐτῷ καὶ τόμους, κατασεσημασμένους ἐκ χρυσοῦ σφραγῖσι βασιλικαῖς, οἷς ἐνεγέγραπτο ταξιάρχων καὶ στρατηγῶν καὶ Πατρικίων τιμαί. τούτοις ἐγκελευσάμενος δεξιοῦσθαι τοὺς γνωσιμαχοῦντας, καὶ ἀθετοῦντας τὴν τοῦ τυράννου αὐθεντίαν, καὶ πρὸς τὴν τοῦ βασιλέως ἀποκλίνοντας δούλωσιν. ὁ δὲ στρα‐ | |
20 | τηλάτης Σκληρὸς, τὸν Βόσπορον περαιωθεὶς καὶ κατειληφὼς τὸ Δορύλαιον, ἐνταῦθα τὸν στρατὸν ἀνεκαλεῖτο, καὶ ἐς φάλαγγα καθίστη, καὶ ταῖς καθ’ ἡμέραν μελέταις ἐγύμναζεν. ἤδη δὲ καὶ ἀποχρῶσαν ὁρῶν τὴν ἐπισυναχθεῖσαν στρατιὰν, ὡς εἶναι ἱκανὴν | |
ἐξ ἀντιπάλου παρατυχὸν τοῖς ἐναντίοις συμπλέκεσθαι, τῷ Δουκὶ | 117 | |
118 | Βάρδᾳ καὶ συγκηδεστῇ (ἀδελφὴν γὰρ τοῦ Φωκᾶ Κωνσταντῖνος Πατρίκιος, ὁ τοῦ Σκληροῦ σύναιμος, σύζυγον εἶχε) δηλοῖ ταῦτα· δʹ. „Ἐπισφαλῶς ἐβουλεύσω καὶ λίαν ἐπικινδύνως, ἀναίδην | |
5 | κατὰ τῶν κρατούντων ἀπαυθαδισάμενος, καὶ τὴν ὀλέθριον μελε‐ τήσας τυραννίδα, καὶ ὅπλα κατὰ τῶν ὁμοφύλων ἀράμενος, καὶ καταμιάνας ἱερῶν οἴκων ἕδη ταῖς τῶν ἀπαιδεύτων συνωμοτῶν προνομαῖς. εἰς κενὸν ἠπατήθης, Πατρίκιε, λέοντα νύσσων κοι‐ μώμενον, τὸν ἀήττητον αὐτοκράτορα. οἶδας γὰρ, ὡς ἐν ταῖς | |
10 | μάχαις ἐπιφανεὶς οὗτος, πολυάνθρωπα στρατόπεδα ἐκ τῆς φή‐ μης καὶ μόνης ἐτρέψατο. πῶς οὖν, διεφθαρμένων ἀνδρῶν συμ‐ βουλίαις ἀναπεισθεὶς, εἰς τοιοῦτον ὄλισθον ἐνσέσεικας σεαυτόν; ἀλλ’, εἰ δοκεῖ, πείσθητί μοι, ὡς συγκηδεστῇ, καὶ φιλοῦντι, καὶ τὰ λῴονα συμβουλεύοντι· καὶ ἀπώθου τὴν κακίστην τυραν‐ | |
15 | νίδα, καὶ τῆς σωτηρίας ἀντιλαβοῦ, συγγνώμην τοῦ σφάλματος αἰτησάμενος (ἐγὼ δὲ αὐτὸς ἐγγυῶμαι, μηδέν σε πείσεσθαι τῶν ἀηδῶν, οὔτε πρὸς τοῦ κρατοῦντος, οὔτε πρὸς ἄλλου τινὸς, ἀλλὰ καὶ τῷ συνεπομένῳ σοι στίφει ἀμνηστεία τῆς προπετείας δοθήσεται)· καὶ μὴ βουληθῇς τὸν θυμὸν ἐξοπλίσαι κατὰ σοῦ | |
20 | τὸν βασιλικὸν, ὃς ἀπαραίτητός ἐστι τοῖς εὐγνωμονεῖν οὐκ ἐθέ‐ λουσι. τῶν σεαυτοῦ λοιπὸν γενόμενος λογισμῶν μὴ προῇ τὴν ἐσχάτην ἄγκυραν, ἀλλ’, ἕως τὸ φιλάνθρωπον πρόκειται, ἄσπα‐ σαι τοῦτο, ὅπερ εἰσαῦθις ἐπιζητῶν οὐχ εὑρήσεις, καὶ πολλὰ κα‐ | |
ταθρηνήσεις, σαυτὸν τῆς ἀβουλίας μεμφόμενος.“ Ὁ δὲ Φωκᾶς | 118 | |
119 | Βάρδας, τὴν δύναμιν ἀναλεξάμενος τῆς γραφῆς, ἀμείβεται ταῦτα· „Ἀγαθόν τι χρῆμα καὶ θεῖον εἶναι τὴν συμβουλὴν ἐξεπί‐ σταμαι, παλαιῶν βίβλους παραναγνοὺς καὶ αὐτός· ἰσχύειν δὲ ταύτην τηνικαῦτα λογίζομαι, ὁπηνίκα θεραπείαν τὰ πράγματα | |
5 | δέχονται. ὅταν δὲ περὶ αὐτὰ τὰ καίρια κινδυνεύωσι, καὶ εἰς τὰ πύματα δεινὰ συνελαύνωνται, ἶσα καὶ τῷ μηδὲν ἰσχύειν οἶμαι τὴν συμβουλήν. ἐγὼ γὰρ ἀναλογιζόμενος, εἰς οἵας τύχας ὁ ἀνό‐ σιος καὶ παλαμναῖος Ἰωάννης τὸ ἐμὸν συνέκλεισε γένος, τὸν μὲν αὐτοκράτορα καὶ θεῖον ἐμὸν, εὐεργέτην δὲ αὐτοῦ, κοιμώμενον | |
10 | λέοντα κτείνας ἀνηλεῶς, ἐμὲ δὲ μάτην περιορίσας, τόν τε φύντα καὶ τὸν ὁμαίμονα ὠμῶς καὶ ἀφιλανθρώπως ἀποτυφλώσας ἐπὶ προφάσει μηδεμιᾷ, τὸν βίον ἀβίωτον τίθεμαι. διὰ ταῦτα μὴ κάμνε προτρέπων, ἐς χεῖρας ἀλάστορος ἐχθροῦ τὴν ἐμαυτοῦ προέσθαι ζωήν. οὐδὲ γὰρ πείσεις. ἀλλ’ ἀνὴρ ὢν καὶ αὐτὸς, | |
15 | καὶ ἀκινάκην παρεζωσμένος, ἀγωνίσομαι τοῖς κειμένοις τοῦ γέ‐ νους μου. πάντως δὲ δυσὶ πράγμασι τῆς τύχης ᾐωρημένης, θά‐ τερον τούτων ἐκβήσεται· ἢ γὰρ εὐκλείας βασιλικῆς ἐπιτεύξομαι, καὶ τοῖς παλαμναίοις ἐντελὲς παρέξω τὸ ἀνταπόδομα· ἢ γενναίως τὸ μεμορμένον ἀποίσομαι, μιαροῦ τυράννου καὶ ἀνοσίου ἀπαλ‐ | |
20 | λαγείς.“ εʹ. Ταύτην ὁ Σκληρὸς Βάρδας ἀπειληφὼς τὴν γραφὴν, καὶ ἀπογνοὺς, ὡς οὐκέτι συμβουλίαις πείσει τὸν εἰς ἀπόνοιαν ἐκ προ‐ | |
πετείας κατολισθήσαντα, τὴν στρατιὰν κατὰ ἴλας καὶ σπείρας | 119 | |
120 | διατάξας, τὴν ἐπὶ τὸ Διπόταμον ᾔει. ἐκεῖσε δὲ ἀφικόμενος, ἐς τὸ τοῦ Φωκᾶ Βάρδα κατασκόπους ἐξαπιναίως στέλλει στρατό‐ πεδον, εἰς ἐπαιτούντων σχῆμα μετασκευάσας αὐτοὺς, δηλώ‐ σοντας τὰς βασιλικὰς ὑποσχέσεις καὶ ἀμνηστίαν τῶν τολμηθέν‐ | |
5 | των τοῖς προηγουμένοις τῆς στρατιᾶς, καὶ προσέτι ἀπαγγελοῦν‐ τας, ὡς, εἰ μὴ τοῦ ἀποστάτου θᾶττον ἀποῤῥαγεῖεν, καὶ πρὸς βασιλέα σπείσοιντο, τὸν στρατηλάτην μετὰ τῆς ὁμαιχμίας ἐπι‐ θήσεσθαι καιροφυλακήσαντα, καὶ ὡς ἀντιπάλοις χρήσασθαι. οἱ δὲ, τούτων ἐνωτισθέντες τῶν λόγων, καὶ τοῦ ἐπ’ ἀδήλοις | |
10 | σκιαμαχεῖν ταῖς τύχαις τὰς παρὰ τοῦ αὐτοκράτορος διδομένας τιμὰς ἑλέσθαι μᾶλλον συνοῖσον εἶναι σκεψάμενοι, νυκτὸς ἐπελ‐ θούσης, τῆς τοῦ Φωκᾶ διαστάντες ἑταιρίας, πρὸς τὸν στρατη‐ λάτην ἀπηυτομόλησαν. ὧν οἱ προὔχοντες Ἀνδράλεστος ἦν ὁ Πατρίκιος, αὐτανεψιὸς τοῦ Φωκᾶ, καὶ ὁ Ἀμπελᾶς Συμεών. | |
15 | Βάρδας δὲ, τὸν τούτων δρασμὸν διαγνοὺς, καὶ ὅπως ἀπροφα‐ σίστως αὐτοῦ ἀπεῤῥάγησαν, ἤσχαλλεν, ὡς εἰκὸς, καὶ τοὺς ὑπολειφθέντας ἱκετείαις ἐξελιπάρει, μὴ καταπροδοῦναι λέγων αὐ‐ τὸν, καὶ ὃν συνίστορα Θεὸν καὶ ἔφορον τῶν ὅρκων πεποίηνται· ἀγωνίσασθαι δὲ μᾶλλον εἰς δύναμιν, καί οἱ δεινὰ πεπονθότι συν‐ | |
20 | άρασθαι· οὐδὲ γὰρ τὸν Σκληρὸν, ἔφη, αὐτοῖς ἐξισχύειν συστά‐ δην ἀντικαθίστασθαι, εἴγε μὴ νωθρῶς αὐτοὶ καὶ ἀνειμένως χω‐ ροῖεν ἐπὶ τὸ πολεμεῖν. καὶ ὁ μὲν ἐλιπάρει ταῦτα ποτνιώμενος· οἱ δὲ, καὶ αὖθις τοῦ στρατοπέδου ὑπεκρέοντες, τῷ στρατηλάτῃ | |
Σκληρῷ προσετίθεντο. λέγεται βαθείας ἄρτι νυκτὸς ἐνισταμένης, | 120 | |
121 | περιπαθῆ γενόμενον τὸν Φωκᾶν τῷ δρασμῷ τῶν συνωμοτῶν, ἀγρυπνεῖν καὶ ἀλύειν, εὐχαῖς τε τὸ θεῖον ἐξιλεοῦσθαι, τὸ Δα‐ βιδικὸν ἐκεῖνο κατεπᾴδοντα λόγιον· Δίκασον, Κύριε, τοὺς ἀδι‐ κοῦντάς με. αἰφνίδιον δὲ φωνὴν ἐξ ἀέρος ἐνηνεγμένην αὐτοῦ τὰ | |
5 | ὦτα περιβομβεῖν, μὴ περαιτέρω τοῦ ψαλμοῦ χωρεῖν διακελεύου‐ σαν· ὡς τοῦ στρατηλάτου Βάρδα κατ’ αὐτοῦ τὰ τοιαῦτα τοῦ ψαλμοῦ προεξαιτήσαντος λόγια. ἐπιτρὶς δὲ αὐτῷ τῆς τοιαύτης ἐνηχηθείσης φωνῆς, θαμβηθῆναί τε τῷ καινῷ τοῦ χρησμοῦ, καὶ τῆς εὐνῆς διαναστῆναι περιδεῶς, καὶ τὴν τῆς ἕω φαῦσιν ἐκ‐ | |
10 | δέχεσθαι. ϛʹ. Ἤδη δὲ τῆς ἡμέρας σταθερῶς διαυγαζούσης, τοῦ ἵππου ἐπιβῆναι καὶ διϊέναι τὸ στράτευμα, ἐρεῖσαί τε τοῖς πεδίλοις τὸν ὀφθαλμόν. ἐρείσαντι δὲ φαντασίαν γενέσθαι ἀλλόκοτον. δόξαι γὰρ οὐκ ἐρυθρὰ ταῦτα τυγχάνειν, ἀκραιφνῶς δὲ μελεμβαφῆ. | |
15 | ἐρέσθαι τε τοὺς ἀμφ’ αὐτὸν, ἀνθ’ ὅτου τὸν τοσοῦτον πλάνον καθυποσταῖεν, καὶ μὴ τὰ τῆς βασιλείας, ἀλλ’ ἰδιωτικὰ, αὐτῷ ἐπορέξειεν πέδιλα. τοὺς δὲ ἀποκρίνασθαι, τὰ κοκκοβαφῆ πέλειν, αὐτῷ δὲ ταῦτα κατανοεῖν ἀκριβῶς συνεβούλευον. τὸν δὲ ἐπιβα‐ λεῖν τούτοις τὸν ὀφθαλμὸν, καὶ ἐρυθρὰ ταῦτα καταμαθεῖν, | |
20 | καθάπερ ἐτέλουν ἀνέκαθεν. τοῦτο δεύτερον ἀπαίσιον οἰωνὸν ὁ Φωκᾶς λογισάμενος τὸ τεράστιον, ὁρῶν δὲ καὶ τὴν στρατιὰν αὑτοῦ διϊσταμένην καὶ ἀφηνιάζουσαν, ἔγνω παντὶ τρόπῳ διασώ‐ | |
ζειν ἑαυτόν. μέσων οὖν τῶν νυκτῶν τῶν οἰκειοτάτων τριακοσίους | 121 | |
122 | ἐς τὸ ἀσφαλὲς ὡπλισμένους ἀνειληφώς, λάθρα τοῦ χάρακος ἔξει‐ σι, καὶ τὴν ἐπὶ τὸ τῶν Τυράννων φρούριον ἄγουσαν, ὃ Ἀντι‐ γοὺς κέκληται, ᾔει· ὅπερ, τὸ τῆς τύχης παλίμβολον ὑφορώμενος, ἐκ πολλοῦ ἐκρατύνατο, σῖτον ἐν αὐτῷ καὶ παντοδαπὴν χιλὸν ἐπι‐ | |
5 | δαψιλευσάμενος. ὁ δὲ χῶρος, ἵνα τῷ Φωκᾷ Βάρδᾳ ὁ συνασπι‐ σμὸς διαλέλυτο, Βαρδάηττα ἐκαλεῖτο ἀνέκαθεν. Βάρδας δὲ ὁ στρατηλάτης, τὸν δρασμὸν διαγνοὺς τοῦ Φωκᾶ, συνάμα λογά‐ σιν ἐξιππασάμενος, ἔθει διώκων. ἀλλ’ αὐτοῦ μὲν διήμαρτεν, ἤδη τῷ φρουρίῳ ἀνασωθέντος· τῶν δὲ τούτου συνωμοτῶν ὅσους | |
10 | ζωγρίας εἴληφε, τῶν ὀφθαλμῶν ἀπεστέρησε, προστεταγμένον πρὸς βασιλέως ἔχων αὐτό. λέγεται δὲ τὸ χωρίον, ἵνα τοῖς ἀθλί‐ οις τὸ τοιοῦτον συνέβη ἀτύχημα, Τυφλοβιβάρια ὀνομάζεσθαι. ἔμοιγε οὖν ἔπεισι θαυμάζειν, ὅπως ἐξ ἐπιπνοίας τινὸς οἱ πάλαι κινούμενοι ἄνθρωποι ἀπὸ τῆς τῶν πραγμάτων ἐκβάσεως προση‐ | |
15 | κόντως καὶ καταλλήλως τὰς προσηγορίας τοῖς τόποις ἐτίθεσαν. ἐπεὶ λέγεται καὶ Λέοντα τὸν Φωκᾶν, τὸν πρὸς πάππου θεῖον τοῦ Βάρδα, τοὺς ὀφθαλμοὺς ἐκκοπῆναι ἀνηλεῶς, ὀνομάζεσθαι δὲ τὸν χῶρον, καθ’ ὃν τὴν τοιαύτην ὑπέστη ποινὴν, Ὠηλέοντα, πρὸς δὲ τῆς ἀγροικικῆς ἰδιωτείας κεκλῆσθαι Γωλέοντα. ἀλλὰ τὰ | |
20 | μὲν τῶν τίσεων χωρία τοιαύτας ἀνέκαθεν τὰς ἐπωνυμίας εἰλήφε‐ σαν. οὐ παρέλκον δὲ ἴσως δόξει τὸ καὶ τὸν τρόπον τῆς τοῦ Λέον‐ τος ἐκτυφλώσεως κατὰ παραδρομὴν ἐξειπεῖν. | |
ζʹ. Ἄρτι τοῦ αὐτοκράτορος Λέοντος φθινάδι νόσῳ τῶν ἔνθεν | 122 | |
123 | μεταναστάντος, καὶ Ἀλεξάνδρου, τοῦ αὐτοῦ συναίμου, κατό‐ πιν ἐκείνῳ συναπελθόντος, τῆς δὲ Ῥωμαϊκῆς ἀρχῆς πρός τε Κωνσταντίνου, τοῦ τιθηνουμένου παιδὸς αὐτοῦ, καὶ τῆς Αὐ‐ γούστης Ζωῆς, ἐπισφαλῶς φερομένης, Συμεὼν, ὁ τῶν Μυσῶν | |
5 | ἀρχηγὸς, ἀνὴρ τολμητίας καὶ θερμουργὸς τὰ πολεμικὰ, πάλαι σφαδάζων, καὶ τὴν κατὰ Ῥωμαίων μάχην ὠδίνων, εὐκαιρίας δραξάμενος, λεηλατῶν οὐκ ἀνίη Μακεδονίαν καὶ Θρᾴκην· εἰς ἀπόνοιάν τε τὴν Σκυθικὴν καὶ συνήθη ἐπαρθεὶς, αὐτοκράτορα ἑαυτὸν ἀνακηρύττειν Ῥωμαίοις ἐκέλευεν. οἱ δὲ, τὴν ὕπαιθρον | |
10 | ἀλαζονείαν καὶ ὕβριν τοῦ Σκύθου μὴ φέροντες, τὰ ὅπλα κινεῖν κατ’ αὐτοῦ ἔγνωσαν. καὶ δὴ Λέοντα τὸν Φωκᾶν, ἀνδρείᾳ καὶ τροπαίοις τηνικαῦτα τῶν λοιπῶν στρατηγῶν ὑπερφέροντα, ἀρ‐ χηγὸν τῆς στρατιᾶς προστησάμενοι καὶ Δομέστικον τῶν σχολῶν ἀνειπόντες· Ῥωμανὸν δὲ, τῶν ἐμπύρων νεῶν προχειρισάμενοι | |
15 | ναύαρχον (Δρουγγάριον τῶν πλωΐμων τὸν εἰς τὴν τοιαύτην ἀφι‐ γμένον ἀρχὴν ὀνομάζουσι)· τὸν μὲν ἐκ γῆς, τὸν δὲ ἐκ θαλάσσης, Μυσοῖς ἐπιτίθεσθαι προὔπεμψαν. περαιωθέντα δὲ τὸν Λέοντα καὶ τὴν Μυσίαν κατειληφότα φασὶ ἐκτόπως διαγωνίσασθαι, καὶ ἀναρίθμητα πλήθη κατακόψαι τῶν δυσμενῶν, ὡς τὸν Συμεὼν | |
20 | εἰς ἀπορίαν συνελαθῆναι δεινὴν, καὶ ἀμηχανεῖν ὅ,τι καὶ δράσῃ, καὶ ὅπως ἐκφύγῃ οὕτω θρασὺν ἄνδρα καὶ ἀκαταγώνιστον. ἤδη δὲ καὶ τῶν ἄλλων ἀπειρηκότων Μυσῶν καὶ πρὸς φυγαδείαν τρε‐ πομένων, ἀγγελίαν πρός τινος λέγεται τῶν ὑπασπιστῶν ἀνενε‐ | |
χθῆναι τῷ Λέοντι, ὡς ὁ Δρουγγάριος Ῥωμανὸς αὐτοῖς ἱστίοις | 123 | |
124 | ἀπάρας, κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος, ἔρωτι τυ‐ ραννίδος ἀποπλέει εἰς τὸ Βυζάντιον. τὸν δὲ, τῷ ἀπαισίῳ τῆς ἀγγελίας περιαλγήσαντα, διαλῦσαί τε τὸν συνασπισμὸν, καὶ, νῶτα τοῖς Μυσοῖς δόντα, ἐπείγεσθαι πρὸς τὴν βασιλεύουσαν, | |
5 | εἴ πως τὸν τοῦ Ῥωμανοῦ προτερήσοι ἐπίπλουν, καὶ τῆς Ῥωμαϊ‐ κῆς ἡγεμονίας ἐγκρατὴς γένοιτο. τὸν δὲ Συμεὼν, τὴν ἀπροφά‐ σιστον καὶ ἀλλόκοτον ἰδόντα Ῥωμαίων φυγὴν, ἐνδοιάσαι μὲν ἐς τὸ παραυτίκα, μή τι σκαιωρούμενον εἴη, καὶ ὄλεθρος Μυσοῖς ἐπισπομένοις ἐγγένηται· μαθόντα δὲ ἀνὰ κράτος φεύγειν αὐτοὺς, | |
10 | ἕπεσθαί τε, καὶ ἄπειρα πλήθη συγκόψαι ἀνηλεῶς. καὶ νῦν ἐστὶν ὁρᾷν εἰσέτι σωρείας ὀστῶν παρὰ τὴν Ἀγχίαλον, καθ’ ἣν ἀκλεῶς συνεκόπη τότε φεῦγον τῶν Ῥωμαίων τὸ στράτευμα. ὁ δὲ Λέων, ἐπείπερ ὑστέρησε τῆς εἰς τὸ Βυζάντιον ἀφίξεως, καὶ τῆς ἐλπί‐ δος ἡμάρτανεν (ἔφθη γὰρ ὁ Ῥωμανὸς τὴν βασίλειον ἑστίαν κα‐ | |
15 | τειληφὼς καὶ Πατὴρ Βασιλέως ἀναῤῥηθείς), ἐς τὴν Ἀσίαν διὰ τῆς Ἀβύδου περαιωθεὶς, πρὸς ἀποστασίαν ἀπέκλινε, καὶ πολλὰ τῷ Ῥω‐ μανῷ καὶ τῇ πολιτείᾳ παρέσχε πράγματα, κατατρέχων, καὶ τοὺς ἐτησίους φόρους ἀφαιρούμενος, καὶ τοὺς ἀντικαθισταμένους χει‐ ρούμενος. ἤδη δὲ τῷ χρόνῳ τοῦ λῃστρικοῦ διασκεδασθέντος, καὶ εἰς | |
20 | τοὔμπαλιν αὐτῷ ὑπονοστήσαντος τοῦ βουλεύματος, φυγαδείᾳ χρή‐ σασθαι, συλληφθῆναί τε καὶ ὠμῶς ἐκκεντηθῆναι τοὺς ὀφθαλμούς. | |
ηʹ. Ἀλλὰ ταῦτα μὲν οὕτως. Φωκᾷ δὲ ἐπειγομένῳ τηνικαῦτα | 124 | |
125 | ἐπὶ τὸ φρούριον, καὶ οὐραγοῦντι τῶν ἀμφ’ αὑτὸν, τῶν ἐπιτι‐ θεμένων αὐτῷ τις ἐξιππασάμενος, θρασὺς καὶ ἀγέρωχος, ἐπῄει, ἐπανατείνων τὸ ξίφος μετ’ ἀπειλῶν, καὶ πλήττειν ἐπιχειρῶν. ὁ δὲ ἀπαλλάττεσθαι τὴν ταχίστην παρῄνει, τὰς κατασχούσας αὐ‐ | |
5 | τὸν τύχας εὐλαβηθέντα. δεῖν δὲ, θνητὸν ὄντα, τὸ ἄστατον πάντως ὑφορᾶσθαι τῶν πραγμάτων καὶ ἄπιστον, καὶ μὴ προστι‐ θέναι κακοδαιμονοῦντος ἀνδρὸς τοῖς ἀλγήμασιν ἄλγημα. ἀρκεῖν γὰρ τὰ περιστοιχήσαντα τοῦτον δεινὰ, ἅτινα εἰς τοῦτο δυσπρα‐ γίας αὐτὸν περιήλασαν, ὡς φυγάδα νῦν καθορᾶσθαι τὸν τῆς Ῥω‐ | |
10 | μαϊκῆς κατάρξαντα στρατιᾶς. ὁ δὲ, ὕθλον τηνάλλως τοὺς τοιού‐ τους λόγους τιθέμενος, πλησιέστερον ᾔει, πλήττειν πειρώμενος. ὁ δὲ Βάρδας, τὴν παρῃωρημένην κορύνην μεταχειρισάμενος, αἰφνίδιόν τε συστραφεὶς, κατὰ τῆς κόρυθος παίει τὸν ἄνθρω‐ πον· ὁ δὲ, αὐτῇ κυνῇ κατεαγεὶς τὸ κρανίον, ἄναυδος τῇ γῇ | |
15 | προσαράσσεται· καὶ οὕτως ἐς τὸ φρούριον ὁ Φωκᾶς διασώζεται. Βάρδας δὲ, ὁ στρατηλάτης καὶ Μάγιστρος, τὸ φρούριον κυ‐ κλωσάμενος, παρῄνει τῷ Φωκᾷ Βάρδᾳ, τὴν εὐμένειαν τοῦ κρα‐ τοῦντος αἰτήσασθαι, καὶ τοῦ τειχίου κατιέναι ὡς τάχιστα. ὁ δὲ, ἐπεὶ ἐς ἀμηχανίαν ἐσχάτην καὶ δεινὴν ἀπορίαν συνείληπτο, πολ‐ | |
20 | λὰ γνωματεύσας καὶ λογισάμενος, ἔγνω ἐνδοῦναι τῇ τύχῃ, καὶ εἶξαι τοῖς κρατοῦσιν, εἰ ἀπάθειαν αὑτοῦ τε καὶ τῶν φιλτάτων λήψοιτο. παραυτίκα οὖν πίστεις ἐξαιτησάμενος, ὡς οὐδέν τι τῶν ἀηδῶν πείσεται, καὶ ταύτας πρὸς τοῦ Σκληροῦ εἰληφώς, κάτει‐ | |
σι τοῦ φρουρίου σὺν γυναικὶ καὶ τέκνοις. ὁ δὲ τούτους δεξάμε‐ | 125 | |
126 | νος ἀλύπως ἐφρούρει, ἀναφέρει τὰ ξυναχθέντα πρὸς βασιλέα, ἐρόμενος ὅ,τι δεῖ καὶ ποιεῖν. ὁ δὲ αὐτοκράτωρ Ἰωάννης ἐδήλου, τὸν μὲν τοῦ Φωκᾶ Βάρδαν, κληρικὸν ἀποκαρέντα, ἅμα συζύγῳ καὶ τέκνοις ἐν τῇ νήσῳ Χίῳ περιορίσαι· αὐτὸν δὲ, τὰς δυνάμεις | |
5 | ἀνειληφότα, ἐς τὴν Εὐρώπην διὰ τοῦ Ἑλλησπόντου διαπερᾷν, χειμεριοῦντα πρὸς τὰ ἐκεῖσε χειμάδια· ὡς, ἦρος εὐθὺς ἐπιγινο‐ μένου, καὶ αὐτὸν βασιλέα μετὰ τῶν ὑπασπιστῶν ἐκστρατεῦσαι κατὰ Σκυθῶν· μηδὲ γὰρ τὴν τούτων ἀκάθεκτον ὕβριν καρτερῆ‐ σαι λοιπόν. | |
10 | θʹ. Οὗτοι γὰρ, τὴν ἀπὸ τῆς Εὐρώπης τοῦ στρατηλάτου Βάρδα διαγνόντες ἄπαρσιν, ἐς τὴν Ἀσίαν παρὰ βασιλέως στα‐ λέντος διὰ τὸν ἔναγχος ἀναῤῥιπισθέντα πρὸς τοῦ Φωκᾶ Βάρδα νεωτερισμὸν, καθάπερ μοι ἤδη ἐῤῥήθη, τὰ μέγιστα Ῥωμαίους ἐσίνοντο, αἰφνιδίους ἐπεξελάσεις ποιούμενοι, καὶ τὴν τῶν Μα‐ | |
15 | κεδόνων ληϊζόμενοι καὶ δῃοῦντες ἀφειδῶς· τοῦ τὴν ἐπιστασίαν τῆς ἐνταῦθα στρατιᾶς ἐγχειρισθέντος Ἰωάννου Μαγίστρου, ᾧ Κουρκούας ἐπώνυμον, ἐς ῥᾳστώνην καὶ πότους, παρὰ τὸ εἰκὸς, ἀποκλίναντος, ἀπείρως τε καὶ ἀμαθῶς κεχρημένου τοῖς πράγμα‐ σι· τῷ τοι καὶ ἐς αὐθάδειαν καὶ θράσος τὰ Ῥωσικὰ ἐπήρθη φρο‐ | |
20 | νήματα. τὴν ὑπέραυχον τοιγαροῦν ἀλαζονείαν αὐτῶν, καὶ τὸν ἀντικρὺς προπηλακισμὸν μὴ στέγων ὁ βασιλεὺς, παντὶ σθένει κο‐ λούειν καὶ κατασπᾷν ἠπείγετο ἐκ τοῦ συστάδην τούτοις συμπλέκε‐ σθαι. ἐντεῦθεν καὶ τὰς ἐμπύρους τριήρεις ἑρματίζειν προσέταττε, | |
καὶ σίτου πλῆθος ἐς τὴν τοῦ Ἀδριανοῦ πόλιν διὰ τῶν σιτηγῶν | 126 | |
127 | πλοίων κομίζειν, καὶ χορτάσματα τῶν ὑποζυγίων, καὶ ἀποχρῶν‐ τα ὅπλα τῇ στρατιᾷ, ὡς μήτινος τούτων κατὰ τὸν καιρὸν τῶν ἀγώνων οἱ Ῥωμαῖοι σπανίζοιεν. ἐν ᾧ δὲ ταῦτα παρεσκευάζετο, Θεοδώραν, τὴν τοῦ αὐτοκράτορος Κωνσταντίνου τοῦ Πορφυρο‐ | |
5 | γεννήτου παῖδα, ὁ Ἰωάννης πρὸς γάμον ἡρμόσατο, κάλλει μὲν καὶ σώματος ὥραις οὔ τι λίαν οὖσαν ἀριπρεπῆ, σωφροσύνῃ δὲ καὶ ταῖς παντοδαπαῖς ἀρεταῖς ἀδηρίτως τοῦ θήλεος ὑπεραίρου‐ σαν. Νοέμβριος μὴν ἐνειστήκει, ἔτει δευτέρῳ τῆς τούτου ἡγε‐ μονίας, ὅτε ἡ γαμήλιος ἐτελεῖτο ἑστίασις. καὶ θυμηδία τις κα‐ | |
10 | τεῖχε τὸν δῆμον ἄῤῥητος, ἀνθ’ ὧν ἤθους εὐμενείᾳ καὶ τρόπων χρηστότητι τὸ ὑπήκοον ὁ βασιλεὺς ἴθυνε· θαυμαζόμενος μάλι‐ στα, ὅτε μεγαλοπρεπής τις ὢν καὶ ἀρχικὸν κεκτημένος τὸ φρό‐ νημα, προσηνής τε καὶ ἐπιεικὴς τοῖς ὑπηκόοις ἐδείκνυτο, προ‐ χείρως τοῖς χρῄζουσιν ἐπιδαψιλεύων τὸν ἔλεον. ἀλλὰ τότε μὲν, | |
15 | φιλοτησίαις καὶ θεάτρων ἁμίλλαις τὸν δῆμον φιλοφρονούμενος, κατὰ τὸ Βυζάντιον διεχείμαζε καὶ τὸν τοῦ ἦρος καιρὸν ἐξεδέχετο, τοὺς ἀμφ’ αὑτὸν ἐξασκῶν ὁσημέραι λογάδας τὴν ἐνόπλιον κατὰ θάτερα δίνησιν καὶ τὴν παντοδαπὴν τοῦ πολεμεῖν ἐμπειρίαν, ὁπό‐ | |
ση παρὰ τὰς μάχας τοῖς ἀλκιμωτάτοις ἀνδράσιν ἐπινενόηται. | 127 | |
128(t1) | ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ | |
t2 | ΙΣΤΟΡΙΑΣ Η. | |
1 | αʹ. Τῆς δὲ χειμερινῆς κατηφείας εἰς ἐαρινὴν αἰθρίαν μεταβα‐ λούσης, τὸ σταυρικὸν σημεῖον εὐθὺς ἄρας ὁ βασιλεὺς, κατὰ τῶν Ταυροσκυθῶν ἠπείγετο. καὶ δῆτα τῶν ἀνακτόρων ἐξαναστὰς, τῷ τοῦ Σωτῆρος Χριστοῦ κατὰ τὴν Χαλκῆν τιμωμένῳ σηκῷ | |
5 | πρόσεισι, τὸ θεῖον ἐξευμενισόμενος. ὅνπερ ἀθρήσας ἐστενωμέ‐ νον εὐκτήριον, μόλις που πεντεκαίδεκα χωρεῖν ἔνδον ἄνδρας δυ‐ νάμενον, σκολιάν τε καὶ δυσπρόσοδον, ὡσεί τινα ἑλικοειδῆ λα‐ | |
βύρινθον ἢ κρησφύγετον κεκτημένον τὴν ἄνοδον, ἐξαυτῆς ἐγκε‐ | 128 | |
129 | λεύεται ἐς τὸ μεγαλειότερον καὶ εὐαγέστερον ἐκ βάθρων τοῦτον οἰκοδομεῖν, τῶν γείσων αὐτὸς σχηματίσας τὸν περίμετρον· ὃν εἰς τοῦτο κάλλος, εἰς ὃ νῦν ὁρᾶται, καὶ μέγεθος ἡ ἐκείνου ἐξ ἐπιπνοίας τινὸς σπουδὴ καὶ ἐπίσκηψις ἤγειρεν. ἐντεῦθεν εἰς τὸν | |
5 | θεῖον καὶ περίπυστον νεὼν τῆς τοῦ Θεοῦ σοφίας ἀφικόμενος, ἄγγελόν τε αὑτῷ δοθῆναι ἐξαιτησάμενος, προπορευόμενον τοῦ στρατοῦ, καὶ τὴν ὁδὸν κατευθύνοντα, εἰς τὸν ἐν Βλαχέρναις τιμώμενον τῆς Θεομήτορος οἶκον λιτανεύων ἐπιφοιτᾷ. κἀνταῦθα δὲ ἱκετηρίαις τὸ θεῖον, ὡς τὸ εἰκὸς, ἐξιλεωσάμενος, ἄνεισιν | |
10 | ἐς τὰ ἐκεῖσε ἀνάκτορα, τὰς πυρφόρους τριήρεις ὀψόμενος, τα‐ κτικῶς πρὸς τὸ τοῦ Βοσπόρου σαλευούσας προκόλπιον, ᾧ καὶ ἐπίνειον ταῖς φορτίσι καθέστηκεν εὔορμον καὶ εὐγάληνον, ἐς καμ‐ πὴν ἠρέμα μέχρι τῆς γεφύρας καὶ τοῦ κατ’ αὐτῆς εἰσβάλλοντος ποταμοῦ ἐκτεινόμενον. τὴν γοῦν μετ’ ἐμπειρίας καὶ κόσμου τῶν | |
15 | τριηρῶν εἰρεσίαν καὶ ἅμιλλαν ὁ βασιλεὺς θεασάμενος (ἐτύγχανον δὲ ὑπὲρ τὰς τριακοσίας, συνάμα λέμβοις καὶ ἀκατίοις, ἃ νῦν γαλέας καὶ μονήρια κοινῶς ὀνομάζουσι), φιλοφρονησάμενός τε τοὺς ἐρέτας καὶ τὸ περὶ αὐτὰς στρατιωτικὸν ἀργυρίου διανομῇ, ἐς τὸν Ἴστρον ἐκπέμπει, τὸν τούτου πόρον φρουρήσοντας, ὡς | |
20 | μὴ ἐνὸν εἴη τοῖς Σκύθαις, ἐς τὴν σφῶν πατρίδα ἐκπλεῖν καὶ τὸν Κιμμέριον Βόσπορον, εἴγε πρὸς φυγὴν ἀποκλίνοιεν. λέγεται δὲ τὸν Ἴστρον ἕνα τῶν ἐξ Ἐδὲμ ἐκπορευομένων εἶναι ποταμῶν, τὸν ἐπικεκλημένον Φισῶν, ἐκ τῆς ἕω μὲν ἐκδιδόμενον, ὑποδυόμενόν | |
τε κατὰ γῆν ἀμηχάνῳ τοῦ δημιουργοῦ σοφίᾳ· καὶ αὖθις ἐκ τῶν | 129 | |
130 | Κελτικῶν ὀρέων ἀναπιδύοντα, ἑλισσόμενόν τε διὰ τῆς Εὐρώπης, καὶ, εἰς πέντε τεμνόμενον στόματα, τὸν ῥοῦν ἐσβάλλειν παρὰ τὸν Πόντον, ὃς Εὔξεινος ὀνομάζεται. τινὲς δὲ Φισῶν τὸν τὴν Ἰνδικὴν τέμνοντα γῆν τυγχάνειν, ὃν καὶ Γάγγην κικλήσκειν εἰώ‐ | |
5 | θασι, παρ’ ᾧ ἐξευρίσκεται ὁ λίθος ὁ σμάραγδος. βʹ. Ἀλλ’ αἱ μὲν τριήρεις τοῦτον τὸν τρόπον ἐπὶ τὸν Ἴστρον ἀνήχθησαν. Ἰωάννης δὲ ὁ αὐτοκράτωρ, τοῦ Βυζαντίου ἀπάρας, ἐς τὴν Ἀδριανοῦ σὺν παντὶ τῷ στρατεύματι παραγίνεται. ἣν Ὀρέστην φασὶ πολίσαι τὸν τοῦ Ἀγαμέμνονος, ὅτε τὸν πλάνον | |
10 | ὑπέστη μετὰ τὴν ἀναίρεσιν Κλυταιμνήστρας, τῆς ἰδίας μητρός· ἐξ ἐκείνου τε Ὀρεστιάδα κεκλῆσθαι τὸ πρότερον. Ἀδριανὸν δὲ αὖθις τὸν αὐτοκράτορα, Σκύθαις μαχόμενον, ἁλῶναί τε τῇ θέσει τῆς χώρας, καὶ ταύτην ἐχυροῖς περιβόλοις τειχίσαι, καὶ Ἀδριανοῦ ὀνομάσαι. ἐνταῦθα δὲ ὁ βασιλεὺς ἀφικόμενος, ἀνα‐ | |
15 | μαθών τε πρὸς τῶν σκοπῶν, ὡς ἐπάγουσαι εἰς τὴν τῶν Μυσῶν δυσέμβολοι καὶ ἐστενωμένοι ἀταρπιτοὶ, ἃς καὶ κλεισούρας, διὰ τὸ οἱονεὶ κατακεκλεῖσθαι, κατονομάζουσι, παρὰ τῶν Σκυθῶν οὐ παραφυλάττονται, τοὺς λοχαγοὺς καὶ ταξιάρχους συναγηο‐ χὼς, ἔλεξε τοιάδε· „Ὤιμην μὲν, ὦ συστρατιῶται, Σκύθας τὴν | |
20 | ἡμετέραν ὡς αὐτοὺς ἐκ πολλοῦ προσδοκῶντας ἄφιξιν, παντὶ σθέ‐ νει τὰ ἐπικαιρότατα καὶ στενώτατα, δυσπρόσοδά τε, τῶν ἀταρ‐ πιτῶν, θριγκοῖς τισι καὶ ἑρκίοις συγκλεῖσαι, ὡς μὴ εὐπετῶς ἡμῖν εἴη εἰς τὰ πρόσω εἰσιτητέα. ἐπεὶ δὲ ἡ τοῦ θείου Πάσχα | |
ἐπέλευσις ἔσφηλε τούτους, προκατασφαλίσασθαι τὰς ὁδοὺς καὶ | 130 | |
131 | ἀπεῖρξαι τὴν ἡμῶν πάροδον, μὴ πεισθέντας, ὡς καταλιπόντες ἡμεῖς τὰ τῇ μεγάλῃ ἑορτῇ ἐφεπόμενα, λαμπροφορίας, καὶ προ‐ όδους, καὶ τρυφὰς, καὶ θέατρα, περὶ πόνους καὶ ταλαιπωρίας πολέμων ἐναποκλίνομεν, δοκεῖ μοι ἄριστα πράξειν, εἰ ἐξαυτῆς | |
5 | ἁρπάσωμεν τὸν καιρὸν, καὶ ὡς ἔχομεν τάχους ἐνσκευασάμενοι, τὴν ἐστενωμένην ὁδὸν παροδεύσωμεν, πρὸ τοῦ Ταυροσκύθας αἰσθέσθαι τὴν ἡμῶν ἔφοδον, καὶ εἰς ἀλκὴν κατὰ τὰς δυσχωρίας ὁρμῆσαι. εἰ γὰρ προτερήσομεν τὴν τῶν ἐπισφαλῶν χωρίων διά‐ βασιν, καὶ ἀπροσδόκητοι τούτοις προσβάλωμεν, οἶμαι (σὺν Θεῷ | |
10 | δὲ εἰρήσθω), αὐτοβοεὶ καὶ τὴν πόλιν Πραισθλάβαν αἱρήσειν, ᾗ Μυσοῖς ἐστὶ τὰ βασίλεια· κἀκεῖθεν ὁρμώμενοι, ῥᾷστα τὴν Ῥω‐ σικὴν ἀπόνοιαν καταγωνισόμεθα.“ γʹ. Ἀλλὰ ταῦτα μὲν εἶπεν ὁ βασιλεὺς, τοῖς δέ γε στρατη‐ γοῖς καὶ ταξιάρχοις ἄκαιρος ἐδόκει ταυτὶ τὰ ῥηθέντα τόλμα, καὶ | |
15 | τηνάλλως θράσος ἐς ἀπόνοιαν ἐκπίπτον ἀλόγιστον, ἀπερισκέπτως τὴν Ῥωμαϊκὴν δύναμιν διὰ σηραγγώδους καὶ κρημνώδους ὁδοῦ διαβιβάζειν ἐπὶ τῆς ἀλλοδαπῆς προτρεπόμενα. ἐφ’ ἱκανὸν οὖν χρόνον σιωπώντων αὐτῶν, ἀναλαβὼν αὖθις καὶ ἀνοιδήσας ὁ αὐ‐ τοκράτωρ φησίν· „Ὅτι μὲν τὸ μὴ λελογισμένως παρὰ τοὺς πολέ‐ | |
20 | μους χωρεῖν, ἀλλ’ αὐθαδῶς καὶ θρασέως, κίνδυνον εἴωθεν ὡς μάλιστα προξενεῖν καὶ πανολεθρίαν ἀνήκεστον, ἐπίσταμαι καὶ αὐ‐ τὸς, ἐκ νεότητος ταῖς μάχαις ἀναστραφεὶς, καὶ πολλὰ τρόπαια, | |
καθὼς ἴστε, καὶ νίκας ἀναδησάμενος. ὅτι δὲ, ἐν οἷς ὁ καιρὸς, ὡς | 131 | |
132 | ἐπὶ ξυροῦ ἀκμῆς ἑστηκὼς, μὴ κατὰ γνώμην χρῆσθαι τοῖς πράγμασι δίδωσι, δεῖ που τοῦτον προαρπάζειν, καὶ τὰ οἰκεῖα εὖ τίθεσθαι, συνθήσεσθαί μοι δοκῶ καὶ αὐτοὺς, ἐμπειρίαν πολλὴν ἀναλεξα‐ μένους ἐκ τῆς ἀλλεπαλλήλου καὶ ἑτεροκλινοῦς τῶν πολέμων ῥοπῆς. | |
5 | εἴ τι οὖν μοι πείθεσθε τὰ λῴονα συμβουλεύοντι, ἕως οἱ Σκύθαι πρὸς ῥᾳστώνην ἀναπεπτώκασι, μήπω τὴν ἡμῶν αἰσθόμενοι ἄφι‐ ξιν, ἁρπάσωμεν τὸν καιρὸν, καὶ ἡ νίκη τῇ διαβάσει τῆς κλει‐ σούρας συνέψεται. εἰ γὰρ διαβησείοντας ἡμᾶς αἴσθοιντο, καὶ εἰς ἀντίπαλον ἐπὶ τῶν στενωπῶν ἀντιτάξοιντο φάλαγγα, οὐκ εἰς | |
10 | καλὸν ἡμῖν τελευτήσει τὰ πράγματα, ἀλλ’ ἐς ἀπορίαν καὶ ἀμη‐ χανίαν δεινήν. ἐπιῤῥώσαντες οὖν τοὺς θυμοὺς, καὶ λογισάμενοι, ὅτι Ῥωμαῖοί ἐστε, οἱ τὸ ἀντίξουν ἅπαν τὸ πρόσθεν ὅπλοις κατα‐ στρεφόμενοι, ἕπεσθε τὴν ταχίστην, τὴν σφῶν ἀρετὴν ἐπὶ τῶν ἔργων ἐπιδεικνύμενοι.“ | |
15 | δʹ. Ταῦτα εἰπὼν, καὶ ἀριπρεπεῖ παντευχίᾳ καθοπλισθεὶς, ἐφ’ ἵππου τε γαύρου καὶ σοβαροῦ ἐπιβὰς, καὶ δόρυ ἐπωμισάμε‐ νος μήκιστον, ἀπήρχετο τῆς ὁδοῦ, προπορευομένην ἔχων τὴν τῶν λεγομένων ἀθανάτων φάλαγγα, τεθωρακισμένην ἐπιεικῶς· εἵποντο δὲ αὐτῷ ὁπλῖται μὲν τῶν ἀλκιμωτάτων πρὸς τοῖς μυρίοις | |
20 | πεντακισχίλιοι, ἱππεῖς δὲ μύριοι καὶ τρισχίλιοι. τὸ δὲ λοιπὸν στρατιωτικὸν μετὰ τοῦ θητικοῦ, φέρον τὰς ἑλεπόλεις καὶ τὰς παντοδαπὰς μηχανὰς, βάδην ἐξόπισθεν εἵπετο, ἅμα τῷ προέ‐ δρῳ Βασιλείῳ, ᾧ τὴν τούτων ὁ βασιλεὺς ἐπέτρεψε πρόνοιαν. | |
ἐπεὶ δὲ τοὺς ἐπισφαλεῖς καὶ κρημνώδεις τόπους διώδευε παρὰ πᾶ‐ | 132 | |
133 | σαν ὑπόνοιαν, τὸ σύντονον ἐπισχὼν τῆς πορείας, ἐπί τινος ἐχυ‐ ροῦ γηλόφου ἐκ τοῦ θατέρου μέρους παραῤῥέοντα ἔχοντος ποτα‐ μὸν, ὑδάτων πληθώραν ἐπαγγελλόμενον, τήν τε ἵππον καὶ τὸν στρατὸν διανέπαυσεν. ἄρτι δὲ σταθηρᾶς ἡμέρας ἀπαυγαζούσης, | |
5 | διαναστὰς, καὶ ἐς βαθείας φάλαγγας διατάξας τὸ στράτευμα, τὴν ἐπὶ Πραισθλάβας ᾔει, θαμινὰ τὰς σάλπιγγας τὸ ἐνυάλιον ἐγκελευσάμενος ἐπηχεῖν, ἀλαλάζειν τε τὰ κύμβαλα, καὶ τὰ τύμ‐ πανα παταγεῖν. ἐντεῦθεν βοή τις ἄῤῥητος ἀνεδίδοτο, συνεπη‐ χούντων τοῖς τυμπάνοις τῶν ἐκεῖσε ὀρέων, καὶ ἀντικτυπούντων τῶν | |
10 | ὅπλων, καὶ τῶν ἵππων χρεμετιζόντων, τῶν τε ἀνδρῶν ἀλλήλοις ἐκβοώντων καὶ πρὸς τὴν μάχην ἐπιῤῥωννύντων, ὡς τὸ εἰκός. Ταυροσκύθας δὲ, τὴν τοῦ στρατοπέδου μετ’ ἐμπειρίας ὡς αὐτοὺς ἀθρήσαντας ἐπεξέλασιν, ἀμηχανία καὶ δέος ᾕρει, τῷ ἀπροσδοκή‐ τῳ καταπλαγέντας τοῦ πράγματος. ἀλλὰ καὶ ὣς σπουδῇ τὰ ὅπλα | |
15 | ἁρπάσαντες, καὶ τοὺς θυρεοὺς ἐπωμισάμενοι (ἐρυμνοὶ δὲ οὗτοι, καὶ ἐς τὸ ἀσφαλὲς ποδήρεις ἐξειργασμένοι πεποίηνται), ἐς καρτε‐ ρὸν ἀντικαταστάντες συνασπισμὸν, ἐπὶ τὸ πρὸ τοῦ ἄστεος ἱπ‐ πήλατον πεδίον Ῥωμαίοις ἀντεπῄεσαν, δίκην θηρίων βρυχώμε‐ νοι, καὶ καινὴν καὶ ἀλλόκοτον προϊέμενοι ὠρυγήν. Ῥωμαῖοι δὲ, | |
20 | συμβαλόντες αὐτοῖς, ἐῤῥωμένως ἐμάχοντο, καὶ ἄξια πολέμων ἔργα εἰργάζοντο, τῆς μάχης ἰσοπαλοῦς ἀμφοτέροις γεγενημένης. ἐνταῦθα τοῖς ἀθανάτοις ὁ βασιλεὺς κατὰ τὸ εὐώνυμον τῶν Σκυ‐ | |
θῶν κέρας μετὰ ῥύμης εἰσβάλλειν ἐγκελεύεται. οἱ δὲ, προβαλόν‐ | 133 | |
134 | τες τοὺς ἄκοντας, καὶ σφοδρῶς τοῖς μύωψι τοὺς ἵππους κεντρί‐ σαντες, κατὰ τούτων ἤλαυνον. Σκύθαι δὲ, ἅτε πεζέταιροι χρη‐ ματίζοντες· οὐδὲ γὰρ ἀφ’ ἵππων εἰθισμένον ἐστὶν αὐτοῖς ἀγωνί‐ ζεσθαι, ὅτι μηδὲ πρὸς τοῦτο γυμνάζονται· οὐχ ὑπήνεγκαν τὸν | |
5 | τῶν Ῥωμαίων δορατισμὸν, ἀλλ’ ἐκκλίναντες εἰς φυγὴν, ἐπὶ τὸν τοῦ ἄστεος περίβολον συνεκλείοντο· οὓς ἐπισπόμενοι Ῥωμαῖοι ἀνηλεῶς ἔκτεινον. φασὶ γὰρ παρὰ ταύτην τὴν προσβολὴν ὀκτα‐ κισχιλίους πρὸς τοῖς πεντακοσίοις ἀναιρεθῆναι Σκυθῶν. εʹ. Οἱ δὲ περιλειφθέντες, ἐπεὶ πρὸς τὸ ἄστυ συνεκλείσθη‐ | |
10 | σαν, ἐκ τῶν ἐπάλξεων ἄνωθεν ἐῤῥωμένως ἠκροβολίζοντο. τηνι‐ καῦτα λέγεται καὶ τὸν Πατρίκιον Καλοκύρην, τῇ Πραισθλάβᾳ ἐπιχωριάζοντα, ὅσπερ τὴν Ῥωσικὴν πανοπλίαν κατὰ τῶν Μυσῶν τὸ πρόσθεν, ᾗπέρ μοι ἤδη ἐῤῥήθη, κεκίνηκεν, αἰσθόμενον τὴν τοῦ αὐτοκράτορος ἄφιξιν (οὐδὲ γὰρ ἐνῆν λανθάνειν, τῶν βασι‐ | |
15 | λικῶν παρασήμων τῇ στιλπνότητι τοῦ χρυσοῦ ἄῤῥητον ἐκπεμ‐ πόντων μαρμαρυγήν), λαθραίως ὑπὸ νύκτα βαθεῖαν ὑπεξελθεῖν τε τοῦ ἄστεος καὶ ὡς τὸν Σφενδοσθλάβον ἀφικέσθαι, αὐτοῦ που παρὰ τὸ Δορύστολον (ὃ τὰ νῦν Δρίστα καλεῖται) πανσυδὶ δια‐ τρίβοντα. ἀλλ’ οὕτω μὲν ὁ Καλοκύρης ἀπέδρασε, Ῥωμαίους δὲ | |
20 | ἡ νὺξ ἐπελθοῦσα τῆς μάχης ἐπέσχεν. ἄρτι δὲ κατὰ τὴν ὑστεραίαν καὶ τῆς λοιπῆς στρατιᾶς μετὰ τῶν ἑλεπόλεων ἀφιγμένης (ἡμέρα δὲ ἦν ἡ καλουμένη μεγάλη πέμπτη, καθ’ ἣν ἐπὶ τὸ πάθος μολῶν ὁ Σωτὴρ τὰ σωτήρια τοῖς μαθηταῖς μετὰ τὸν μυστικὸν δεῖπνον | |
διδάγματα ἐξεπαίδευσε), πρωΐθεν ὁ αὐτοκράτωρ Ἰωάννης ἐξανα‐ | 134 | |
135 | στὰς καὶ εἰς ἀῤῥαγῆ συνασπισμὸν διατάξας τὰς φάλαγγας, παιω‐ νίσας τε τὸ ἐνυάλιον, τῷ τείχει προσέβαλεν, ὡς αὐτοβοεὶ αἱρή‐ σων τὴν πόλιν. Ῥῶς δὲ καὶ αὐτοὶ πρὸς τοῦ σφῶν παρακροτού‐ μενοι στρατηγοῦ (Σφέγκελος δὲ ἦν οὗτος, ὁ τρίτην ἔχων τιμὴν | |
5 | παρὰ Σκύθαις μετά γε Σφενδοσθλάβον· ἐκεῖνος γὰρ ἁπάντων κατῆρχεν), ἐκ τῶν ἐπάλξεων ἀντετάξαντο, καὶ Ῥωμαίους ἐπιόν‐ τας κατὰ τὸ ἐνὸν ἠμύνοντο, ἀκόντια, καὶ βέλη, καὶ λίθους χειροπλήθεις ἐπαφιέντες ἄνωθεν. Ῥωμαῖοι δὲ, τοῖς τε τόξοις καὶ πετροβόλοις ὀργάνοις, σφενδόναις τε καὶ ἀκοντίοις θαμινώ‐ | |
10 | τερον κάτωθεν βάλλοντες, ἀνεῖργον τοὺς Σκύθας, βιαζόμενοι, καὶ μὴ ἐῶντες ἀδεῶς προκύπτειν ἐκ τῶν ἐπάλξεων. ὁ δὲ αὐτοκρά‐ τωρ, γεγωνότερον ἐμβοήσας καὶ τῷ περιβόλῳ τὰς κλίμακας προσ‐ ερείδειν ἐγκελευσάμενος, ἐπέῤῥωσε τῇ βοῇ τὴν πολιορκίαν, ἐκθύ‐ μως ἐπ’ ὄψεσι βασιλέως ἁπάντων διαγωνιζομένων, καὶ τιμὰς | |
15 | ἀναλόγους τοῖς πόνοις τοπαραυτίκα πρὸς αὐτοῦ προσδοκώντων ἀποίσεσθαι. ϛʹ. Ῥωμαίων δὲ ἐπιβρισάντων καὶ τοῖς τείχεσι προσπελα‐ σάντων τὰς κλίμακας, ἐνταῦθά τις γενναῖος νεανίσκος, ἄρτι πυρσαῖς θριξὶν ἐπιχνοάζων τὴν γένυν, ἐκ τῆς τῶν Ἀνατολικῶν | |
20 | ὁρμώμενος γῆς, ᾧ Θεοδόσιος ὄνομα, Μεσονύκτης ἐπίκλησις, θατέρᾳ μὲν τὸ ξίφος σπασάμενος, τῇ λαιᾷ δὲ τὴν ἀσπίδα ὑπὲρ κεφαλὴν ἀνατείνας, ὡς μὴ βάλλοιτο ἄνωθεν παρὰ τῶν Σκυθῶν, διὰ τῆς κλίμακος ἄνεισιν· ἀγχοῦ δὲ γενόμενος τῆς ἐπάλξεως, | |
καταστοχήσας τοῦ προκύπτοντος Σκύθου καὶ τοῦτον ἀμυνομέ‐ | 135 | |
136 | νου τῷ δόρατι, παίει κατὰ τοῦ τένοντος· ἀπαραχθεῖσα δὲ ἡ κεφαλὴ σὺν τῇ κόρυθι ἔξω τειχῶν πρὸς ἔδαφος ἐσφαιρίζετο· Ῥω‐ μαῖοι δὲ τῷ καινῷ τοῦ δράματος ἐπηλάλαξαν, καὶ συχνοὶ τοῦ πρώτως ἀνελθόντος τόλμαν ζηλώσαντες, διὰ τῶν κλιμάκων ἀνέ‐ | |
5 | θεον. ὁ δὲ Μεσονύκτης, ἐπεὶ τοῦ τείχους ἐπέβη, καὶ τῆς ἐπάλ‐ ξεως ἐγκρατὴς ἐξεγένετο, πλείστους τῶν ἀμυνομένων Ῥῶς ἐπι‐ στροφάδην πλήττων τῶν τειχῶν κατεκρήμνιζε. θᾶττον δὲ συ‐ χνῶν ἑκασταχοῦ τῶν περιβόλων ἀνελθόντων, καὶ παντὶ σθένει τοὺς ἐναντίους ἀποσφαττόντων, τὰς ἐπάλξεις καταλιπόντες οἱ | |
10 | Σκύθαι, ἐς τὴν βασίλειον αὐλὴν, τειχίον ἐχυρὸν κεκτημένην, ἐν ᾗ καὶ ὁ πλοῦτος Μυσοῖς ἐναπέκειτο, ἀκλεῶς συνώσθησαν, πυλίδα μίαν ἠνεῳγμένην παραλιπόντες. ἐν ᾧ δὲ ταῦτα ἐδρᾶτο, ἡ ἔξω τειχῶν ὁρμωμένη τῶν Ῥωμαίων πληθὺς, τοὺς θαιροὺς τῶν πυλῶν καὶ μοχλοὺς διακόψασα καὶ συντρίψασα, ἔνδον εἰσῄει | |
15 | τοῦ ἄστεος, ἀμύθητον φόνον αὐτουργήσασα τῶν Σκυθῶν. τότε δὴ καὶ Βορὴν συλληφθῆναι λέγεται, τῶν Μυσῶν βασιλέα, σὺν γυναικὶ καὶ δυσὶ νηπίοις, οὕτω πυρσοῖς τὴν γένυν περιπυκάζοντα, καὶ προσαχθῆναι τῷ βασιλεῖ· ὁ δὲ, τοῦτον δεξάμενος, διὰ τι‐ μῆς ἦγε, κοίρανον Βουλγάρων ἀποκαλῶν, φάσκων τε, ἥκειν | |
20 | Μυσοῖς τιμωρήσων, δεινὰ πεπονθόσι πρὸς τῶν Σκυθῶν. ζʹ. Ῥωμαῖοι δὲ, ἅπαξ ἐμπελασθέντες τῷ ἄστει, ἐχώρουν διὰ τῶν στενωπῶν, τοὺς μὲν δυσμενεῖς ἀποκτείνοντες, τὰ δὲ | |
χρήματα διαρπάζοντες. τηνικαῦτα καὶ τῇ βασιλείῳ αὐλῇ προσέ‐ | 136 | |
137 | βαλλον, ἐν ᾗ τῆς Ῥωσικῆς πληθύος συνώσθη τὸ μάχιμον. ἀλλ’ εὐσθενῶς ἔνδον ἀντικαταστάντες οἱ Σκύθαι τούτους ἀνῄρουν, διὰ τῆς πυλίδος ἐξολισθαίνοντας, καὶ μέχρι τῶν ἑκατὸν καὶ πεντήκοντα ἄνδρας ἀνεῖλον νεανικούς. ὁ δὲ βασιλεὺς τὸ τοιοῦ‐ | |
5 | τον σύμπτωμα γνοὺς, θᾶττον ἐξιππασάμενος, παντὶ σθένει πρὸς τὴν μάχην χωρεῖν τοῖς ἑπομένοις προὐτρέπετο· ἐπεὶ δὲ οὐκ εἶχέ τι γενναῖον ἀνύττειν (διὰ γὰρ τῆς ἐστενωμένης πυλί‐ δος τοὺς εἰσιόντας Ταυροσκύθαι δεχόμενοι εὐπετῶς κατειργάζοντο, πλείστους κατασπαθίζοντες), τὴν μὲν πρόσω τῶν Ῥωμαίων ἀλό‐ | |
10 | γιστον ὁρμὴν ἀνεχαίτισε, πῦρ δὲ τῇ αὐλῇ ἑκασταχοῦ διὰ τῶν πε‐ ριβόλων ἐνιέναι προσέταξε. τῆς δὲ πυρκαϊᾶς σφοδρᾶς ἀναῤῥιπι‐ σθείσης, καὶ ἐκτεφρούσης θᾶττον τὰ ὑποκείμενα, τῶν δόμων ὑπεξελθόντες οἱ Ῥῶς, ὑπὲρ τοὺς ἑπτακισχιλίους τυγχάνοντες, ἔς τε τὸ ὕπαιθρον τῆς αὐλαίας συσπειραθέντες, ἀμύνεσθαι τοῖς | |
15 | ἐπιοῦσι παρεσκευάζοντο. τούτοις ὁ βασιλεὺς Βάρδαν Μάγιστρον τὸν Σκληρὸν μετὰ νεανικοῦ συντάγματος ἀντέταξεν· οὓς κυκλω‐ σάμενος τῇ συνεπομένῃ φάλαγγι τῶν ἀλκιμωτάτων ἀνδρῶν ὁ Σκληρὸς, ἔργου εἴχετο. καὶ τῆς συμπλοκῆς γενομένης καρτερῶς οἱ Ῥῶς διεμάχοντο, μὴ δόντες νῶτα τοῖς ἐχθροῖς, Ῥωμαῖοι δὲ | |
20 | τῇ σφῶν ἀρετῇ καὶ τῇ τῶν πολέμων πείρᾳ κατηκόντισαν ἅπαντας, πλείστων ὅτι καὶ Μυσῶν κατὰ ταύτην πεσόντων τὴν μάχην· οἵγε συνεπήμυνον Σκύθαις, Ῥωμαίοις δυσμεναίνοντες, ὡς γεγονό‐ | |
σιν αἰτίοις τῆς ὡς αὐτοὺς γεγενημένης ἀφίξεως τῶν Σκυθῶν. | 137 | |
138 | Σφέγκελος δὲ παρὰ τὸν Σφενδοσθλάβον ᾤχετο, φυγῇ μετ’ ὀλίγων κλέψας τὴν σωτηρίαν· αὖθις δὲ ἀνῃρέθη, ὥσγε μοι ἤδη εἰρή‐ σεται. ἀλλ’ οὕτω μὲν ἡ Πραισθλάβα, ἐν δυσὶν ἡλίοις ἁλοῦσα, ὑπὸ Ῥωμαίοις ἐγένετο. | |
5 | ηʹ. Ἰωάννης δὲ ὁ αὐτοκράτωρ, τὴν στρατιὰν, ὡς τὸ εἰκὸς, φιλοφρονησάμενος, διανέπαυε, καὶ τὴν θείαν ἀνάστασιν τοῦ Σωτῆρος αὐτόθι ἑώρταζεν. ἔκ τε τῶν δορυαλώτων Ταυροσκυθῶν τινας ἀποκρίνας ὡς τὸν Σφενδοσθλάβον ἐξέπεμπε, τὴν τῆς πό‐ λεως ἅλωσιν ἀπαγγελοῦντας αὐτῷ καὶ τὴν τῶν ἑταίρων ἀναίρεσιν, | |
10 | φράζειν τε, μὴ διαμέλλειν, ἀλλ’ αἱρεῖσθαι τὴν ταχίστην δυοῖν θάτερον· ἢ τὰ ὅπλα καταθέσθαι καὶ τοῖς κρείττοσι πειθαρχεῖν, καὶ τῶν τετολμημένων συγγνώμην αἰτεῖν, ἀφιστάμενον ἐξαυτῆς χώ‐ ρας τῆς τῶν Μυσῶν· ἢ, τοῦτο μὴ βουλομένου, ἀλλ’ εἰς τὴν σύντροφον αὐθάδειαν ἀποκλίναντος, παντὶ σθένει ἐπιοῦσαν τὴν | |
15 | Ῥωμαϊκὴν ἀμύνεσθαι δύναμιν. ταῦτα μὲν ἀπαγγέλλειν Σφενδο‐ σθλάβῳ παρήγγειλεν· αὐτὸς δὲ, ὀλίγων ἡμερῶν ἐνδιατρίψας τῇ πόλει, καὶ ταύτης τὰ πεπονηκότα ὀχυρωσάμενος, καὶ φρουρὰν ἀποχρῶσαν καταλιπὼν, Ἰωαννούπολίν τε ταύτην ἐπὶ τῷ ἑαυτοῦ καλέσας ὀνόματι, πανστρατὶ τὴν ἐπὶ τὸ Δορύστολον ἴετο. ὅπερ | |
20 | Κωνσταντῖνος, ὁ ἐν βασιλεῦσιν ἀοίδιμος, ἐκ βάθρων ἐδείματο, καὶ εἰς ὃ νῦν ὁρᾶται κάλλος καὶ μέγεθος ἤγειρεν, ὁπηνίκα τὸ σταυρικὸν σημεῖον κατηστερισμένον ἐν οὐρανῷ θεασάμενος, Σκύ‐ θας δυσμενῶς ἀντιτεταγμένους αὐτῷ καὶ μανικῶς ὁρμῶντας κα‐ | |
τεπολέμησε. πάρεργον δὲ τῆς ὁδοῦ τήν τε καλουμένην Πλίσκου‐ | 138 | |
139 | βαν καὶ Δίνειαν εἷλεν ὁ βασιλεὺς, καὶ συχνὰς τῶν πόλεων, αἳ τῶν Σκυθῶν ἀφηνιάσασαι Ῥωμαίοις προσέθεντο. Σφενδοσθλά‐ βος δὲ, τὸ κατὰ τὴν Πραισθλάβαν πάθος γνοὺς, ἤσχαλλε μὲν καὶ ἤχθετο, οὐκ ἀγαθὸν οἰωνὸν τοῦ μέλλοντος τοῦτο τιθέμενος· | |
5 | τῇ δὲ Σκυθικῇ ἀπονοίᾳ παρακροτούμενος, καὶ ταῖς κατὰ Μυ‐ σῶν νίκαις γαυρούμενος, εὐπετῶς ᾤετο καὶ τὴν Ῥωμαϊκὴν κατα‐ γωνίσασθαι δύναμιν. θʹ. Ὁρῶν δὲ Μυσοὺς τῆς ἐκείνου μὲν ἑταιρείας ἀφηνιάζον‐ τας, τῷ δὲ βασιλεῖ προσχωροῦντας, πολλὰ γνωσιμαχήσας, καὶ | |
10 | ἀνασκοπήσας, ὡς, εἰ πρὸς Ῥωμαίους οἱ Μυσοὶ ἀποκλίνειαν, οὐκ εἰς καλὸν αὑτῷ τελευτήσει τὰ πράγματα, τοὺς γένει καὶ δυ‐ ναστείᾳ διαφέροντας συνειλοχὼς τῶν Μυσῶν, εἰς τριακοσίους ἀριθμουμένους, ὠμὸν καὶ ἀπάνθρωπον κατ’ αὐτῶν ἐμελέτησε τόλμημα. δειροτομήσας γὰρ πάντας ἀπέκτεινε· τὴν δ’ ἄλλην | |
15 | πληθὺν πεδήσας συνέκλεισεν ἐν εἱρκταῖς. αὐτὸς δὲ τὴν τῶν Ταυ‐ ροσκυθῶν πανοπλίαν συναγαγὼν, εἰς ἑξήκοντα χιλιάδας συναγο‐ μένην ἀνδρῶν, Ῥωμαίοις ἀντετάξατο. ἐν ᾧ δὲ ὁ βασιλεὺς σχο‐ λαιότερον τὴν πρὸς αὐτοὺς ἐπεποίητο ἄφιξιν, τινὲς παραβόλῳ τόλμῃ παρακροτούμενοι τῶν θρασυτέρων, τῆς Ῥωσικῆς ἀποῤῥα‐ | |
20 | γέντες φάλαγγος, ἐς λόχον ἐκάθιζον, καὶ δὴ τῶν προδρόμων τι‐ νὰς ἐκ τοῦ ἀφανοῦς ἐπελάσαντες ἔκτειναν. ὧν ὁ αὐτοκράτωρ ἐῤῥιμμένα παρὰ τὴν ἀταρπιτὸν τὰ πτώματα κατιδὼν, τῷ ῥυτῆρι | |
τὸν ἵππον ἐπισχὼν, σχετλιάσας τε τὴν τῶν ὁμοεθνῶν ἀπώλειαν, | 139 | |
140 | ἀνιχνεύειν τοὺς τοῦτο δεδρακότας ἐκέλευε. τῶν δὲ πεζεταίρων τοὺς δρυμοὺς καὶ τὰς λόχμας καταδραμόντων σπουδῇ, καὶ τοὺς πελάτας ἐκείνους συνειληφότων, εἰς ὄψιν τε πεπεδημέ‐ νους παραγαγόντων τῷ βασιλεῖ, αὐθωρὸν κατασπαθίζειν τού‐ | |
5 | τους προσέταττεν. οἱ δὲ, μηδὲν μελλήσαντες, ξίφεσιν ἄρδην ἐμέλισαν ἅπαντας. ἄρτι δὲ τῶν στρατευμάτων ἐς τὸν πρὸ τοῦ Δορυστόλου χῶρον συνελθόντων, ὃ καὶ Δρίστραν κικλήσκειν εἰώ‐ θεσαν, Ταυροσκύθαι μὲν ἔγχεσι καὶ θυρεοῖς τὰς φάλαγγας πυκνώσαντες, καὶ οἷον πυργώσαντες, τοὺς δυσμενεῖς παρὰ τὸ | |
10 | μεταίχμιον ἔμενον. Ῥωμαίους δὲ κατὰ μέτωπον ἀντιτάξας ὁ βα‐ σιλεὺς, καὶ τοὺς πανσιδήρους ἱππότας κατὰ θάτερον κέρας πα‐ ραστησάμενος, τούς τε τοξότας καὶ σφενδονήτας ἐξόπισθεν ἐπι‐ στήσας, καὶ θαμινὰ βάλλειν ἐγκελευσάμενος, ἐπῆγε τὴν φάλαγγα. ιʹ. Τῶν δὲ στρατοπέδων εἰς χεῖρας ἀλλήλοις συναραχθέν‐ | |
15 | των, καὶ σφοδρᾶς τῆς μάχης καταῤῥαγείσης, ἰσοπαλὴς παρὰ τὰς πρώτας προσβολὰς ὁ ἀγὼν τέως ἐν ἀμφοτέροις ἐγίνετο. Ῥῶς μὲν γὰρ δεινόν που καὶ σχέτλιον τιθέμενοι, εἰ δόξαν παρὰ τῶν προσοί‐ κων ἐθνῶν ἔχοντες, ἐν ταῖς μάχαις ἀεὶ τῶν ἀντιπάλων κρατεῖν, νῦν ὑπὸ Ῥωμαίων αἰσχρῶς ἡττηθέντες ταύτης ἐκπέσοιεν, ἐκθύμως | |
20 | διηγωνίζοντο. Ῥωμαίοις δὲ αἰδώς τις εἰσῄει καὶ νέμεσις, εἰ τὸ ἀν‐ τίξουν ἅπαν ὅπλοις καὶ τῇ σφῶν ἀρετῇ καταστρεφόμενοι, νῦν ἀπέλθοιεν, παρὰ πεζομαχοῦντος ἔθνους, ἱππάζεσθαι μηδόλως | |
εἰδότος, καταγωνισθέντες, ὥς τινες ἔργων μάχης ἀνάσκητοι, καὶ | 140 | |
141 | τοσοῦτον αὑτοῖς ἐν ἀκαρεῖ κλέος οἰχήσεται. τὰς τοιαύτας δὴ δό‐ ξας παρ’ ἑαυτοῖς ἐντρέφοντα τὰ στρατεύματα θαῤῥαλέως διηγω‐ νίζοντο· καὶ Ῥῶς μὲν τῇ συντρόφῳ θηριωδίᾳ καὶ τῷ θυμῷ στρα‐ τηγούμενοι, μετὰ ῥύμης κατὰ Ῥωμαίων ἐφήλλοντο, οἷον ἐνθου‐ | |
5 | σιῶντες καὶ βρυχώμενοι· Ῥωμαῖοι δὲ μετ’ ἐμπειρίας καὶ τεχνικῆς ἐπιστήμης αὐτοῖς ἀντεπῄεσαν. καὶ συχνοὶ παρ’ ἀμφοτέρων ἔπιπτον τῶν μερῶν, καὶ μέχρι μὲν δείλης βαθείας ἀμφιτάλαντος ἡ νίκη ἐδόκει, τῇδε κἀκεῖσε μεταφερομένης τῆς μάχης. ἤδη δὲ τοῦ φωσφόρου καταφερομένου πρὸς δυσμὰς, τὴν ἵππον ὁ βασιλεὺς | |
10 | ἀνὰ κράτος αὐτοῖς ἐπιῤῥάξας, ἐμβοήσας τε, Ῥωμαίους ὄντας ἐπὶ τῶν ἔργων τὴν σφῶν ἀρετὴν ἐπιδείκνυσθαι, τῶν ἀνδρῶν ἐπέῤῥωσε τὰ φρονήματα. ἐπέβρισαν γὰρ ἐκτόπῳ φορᾷ, καὶ οἱ σαλπιγκταὶ τὸ ἐνυάλιον ἐπηλάλαξαν, καὶ βοή τις ἀθρόα παρὰ Ῥωμαίων ἤρθη. Σκύθαι δὲ, τὴν τούτων οὐκ ἐνεγκόντες ῥοπὴν, | |
15 | ἐς φυγὴν ἔκλιναν καὶ πρὸς τὸ τεῖχος συνώσθησαν, πολλοὺς τῶν σφετέρων παρὰ ταύτην ἀποβαλόντες τὴν μάχην. Ῥωμαῖοι δὲ, τὰ ἐπινίκια παιωνίσαντες, ἐν εὐφημίαις εἶχον τὸν αὐτοκράτορα· ὁ δὲ ἀξιωμάτων τότε διανομαῖς καὶ δεξιώσεσιν ἑστιάσεων ἐφιλο‐ | |
φρονεῖτο τούτους, καὶ προθυμοτέρους ἐπὶ τὰς μάχας εἰργάζετο. | 141 | |
142(t1) | ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ | |
t2 | ΙΣΤΟΡΙΑΣ Θ. | |
1 | αʹ. Ἄρτι δὲ ἡμέρας διαυγαζούσης, ἐρυμνῷ χάρακι τοῦτον τὸν τρόπον ὁ βασιλεὺς τὸ στρατόπεδον ἐκρατύνετο. γεώλοφός τις χα‐ μαίζηλος τοῦ Δορυστόλου ἐκ διαστήματος κατὰ τὸ πεδίον ἀνί‐ σταται. ἐν τούτῳ τὸ στράτευμα διασκηνισάμενος, ταφρείαν ἀνο‐ | |
5 | ρύττειν κυκλόθεν ἐκέλευε· τόν τε χοῦν ἐκφοροῦντας ἐς τὴν τὸ | 142 |
143 | στρατόπεδον ταινιοῦσαν τῆς τάφρου ὀφρῦν ἀποτίθεσθαι, ἐς ὕψος δὲ ἀποχρῶν αἰρομένων τῶν χωμάτων ἄνωθεν καταπηγνύειν τὰ δόρατα, ἐπερείδειν τε τούτοις τοὺς θυρεοὺς ἀλλήλων ψαύοντας· ὡς ἀντὶ τείχους χρηματίζειν τήν τε τάφρον καὶ τὸν ἐκφορηθέντα | |
5 | χοῦν τῷ στρατεύματι· καὶ μὴ ἐνὸν εἴη τοῖς ἐναντίοις ἔνδον δια‐ βαίνειν, ἀλλ’ εἴργεσθαι τῆς ἐφόδου τῇ τάφρῳ ἐγχρίπτουσιν. εἰ‐ θισμένον δὲ Ῥωμαίοις, ταύτῃ τὴν σφῶν ἐπὶ τῆς πολεμίας διατί‐ θεσθαι ἔπαυλιν. ἐπεὶ δὲ τὸν χάρακα τοῦτον τὸν τρόπον ἐκρατύ‐ νατο, τῇ ἐπιούσῃ ἐκτάξας τὴν στρατιὰν τῷ τείχει προσέβαλλε. | |
10 | Σκύθαι δὲ, τῶν πύργων προκύπτοντες, βέλη καὶ χερμάδας, καὶ ὅσα ἑκηβόλα πέφυκεν ὄργανα, κατὰ τῆς Ῥωμαϊκῆς ἠφίεσαν φά‐ λαγγος. οἱ δὲ καὶ αὐτοὶ σφενδόναις καὶ βέλεσι Σκύθας ἠμύναντο κάτωθεν. καὶ μέχρι τῶν τοιούτων ἀκροβολισμῶν ἀμφοτέροις ἡ μάχη περιΐστατο, καὶ Ῥωμαῖοι μὲν ἐπὶ τὸν χάρακα ᾔεσαν, καὶ | |
15 | δεῖπνον εἵλοντο· Σκύθαι δὲ, κλινούσης ἡμέρας, ἔφιπποι τοῦ περιβόλου ἐξῄεσαν, τότε πρώτως φανέντες ἐφ’ ἵππων ὀχούμενοι. ἄφιπποι γὰρ παρὰ τοὺς πολέμους ἀεὶ χωρεῖν εἰώθεισαν, ἀνασκή‐ τως ἔχοντες τῶν ἐφιππίων ἐπιβαίνειν, καὶ τοῖς πολεμίοις ἀνταγω‐ νίζεσθαι. Ῥωμαῖοι δὲ, σπουδῇ τοῖς ὅπλοις φραξάμενοι καὶ τῶν | |
20 | ἵππων ἐπιβάντες, τούς τε κοντοὺς ἀνειληφότες (ἐπιμήκεις δὲ τού‐ τους παρὰ τὰς μάχας μεταχειρίζονται), μετὰ ῥύμης καὶ βιαίου ὠθισμοῦ αὐτοῖς ἐπελαύνουσιν. οἱ δὲ, μηδὲ τοῖς ῥυτῆρσι τοὺς ἵππους χαλιναγωγεῖν ἐπιστάμενοι, πρὸς τῶν Ῥωμαίων κατακον‐ | |
τιζόμενοι, νῶτα δόντες εἰς τὸ τεῖχος κατεκλείοντο. | 143 | |
144 | βʹ. Τηνικαῦτα δὴ καὶ αἱ τῶν Ῥωμαίων πυρφόροι τριήρεις μετὰ τῶν σιτηγῶν πορθμείων διὰ τοῦ Ἴστρου ἐφάνησαν ἀνα‐ πλέουσαι· ἃς Ῥωμαῖοι μὲν ἰδόντες ἀῤῥήτου χαρμονῆς ὑπεπλή‐ σθησαν, Σκύθας δὲ δέος ᾕρει, τὸ ἐπιφερόμενον αὐτοῖς ὑγρὸν | |
5 | πῦρ δεδιότας. ἠκηκόεισαν γὰρ πρὸς τῶν γεραιτέρων τοῦ σφῶν ἔθνους, ὡς τὸν μυριόστολον στρατὸν Ἴγγορος, τοῦ τὸν Σφεν‐ δοσθλάβον τεκόντος, Ῥωμαῖοι τῷ τοιούτῳ Μηδικῷ πυρὶ κατὰ τὸν Εὔξεινον ἐξετέφρωσαν. ἐντεῦθεν σπουδῇ τὰ ἑαυτῶν συναγα‐ γόντες ἀκάτια, πρὸ τοῦ περιβόλου τοῦ ἄστεος εἵλκυσαν, ἵνα | |
10 | παραῤῥέων ὁ Ἴστρος τὸ θάτερον τοῦ Δορυστόλου περικλύζει πλευρόν. ταῦτα αἱ πυρφόροι νῆες κυκλόθεν ἐφρούρουν, ὡς μὴ εἴη Σκύθαις ἐνὸν, αὐτῶν ἐπιβεβηκόσιν, ἐπὶ τὴν σφῶν ἀνασώζε‐ σθαι γῆν. τῇ δὲ ὑστεραίᾳ Ταυροσκύθαι, τοῦ ἄστεος ὑπεκδύντες, κατὰ τὸ πεδίον ἐτάξαντο, ποδηνεκεῖς θυρεοὺς προβαλλόμενοι καὶ | |
15 | θώρακας ἁλυσιδωτούς. Ῥωμαῖοι δὲ καὶ αὐτοὶ τοῦ χάρακος ὑπεξ‐ ῄεσαν ἐς τὸ ἀκριβὲς τεθωρακισμένοι· καὶ καρτερῶς ἄμφω τὰ μέρη διηγωνίζοντο, καὶ ἀμφίδοξος ἡ νίκη ἐδόκει, ἄλλοτε θατέ‐ ρου μέρους ὠθοῦντος. ἐπεὶ δέ τις Ῥωμαίων τῆς φάλαγγος ἀποῤ‐ ῥαγεὶς τὸν μετὰ Σφενδοσθλάβον τρίτον παρὰ Ταυροσκύθαις τι‐ | |
20 | μώμενον Σφέγκελον, ἐκθύμως τότε διαγωνιζόμενον, κατηκόν‐ τισεν, ἄνδρα γιγαντώδη καὶ νεανικόν· ἐπὶ τῷ τούτου πτώματι διαταραχθέντες Ταυροσκύθαι βάδην τοῦ πεδίου ὑπενόστουν καὶ πρὸς τὸ ἄστυ ἠπείγοντο. τηνικαῦτα καὶ Θεόδωρος, ὁ τὴν κατε‐ | |
πωνυμίαν Λαλάκων, ἀνὴρ κατά τε ἀλκὴν καὶ σώματος ῥώμην | 144 | |
145 | δυσάντητος καὶ ἀκαταγώνιστος, πλείστους τῶν δυσμενῶν σιδη‐ ρᾷ κορύνῃ ἀπέκτεινεν. ἰσχύϊ γὰρ χειρὸς ταύτην καταφέρων, αὐτῇ κυνῇ καὶ τὴν ταύτῃ περιστελλομένην συνέθλαττε κεφαλήν. ἀλλ’ οὕτω μὲν τότε Σκύθαι, τὰ νῶτα δόντες, διὰ τοῦ ἄστεος | |
5 | ὑπενόστησαν. Ῥωμαίους δὲ ὁ βασιλεὺς, τὸ ἀνακλητικὸν ἐπαυ‐ λεῖν ἐγκελεύσας, συνεκαλεῖτο ἐπὶ τὸν χάρακα, οὓς δώροις καὶ προπόσεσιν ἐθεράπευε, προθυμοποιῶν, ῥωμαλέως ἐπὶ τοὺς πο‐ λέμους χωρεῖν. γʹ. Ἐν τούτῳ δὲ τῶν πραγμάτων ᾐωρημένων, καὶ τῆς μάχης | |
10 | ἔτι συνεστηκυίας, Λέων Κουροπαλάτης, ὁ τοῦ αὐτοκράτορος Νικη‐ φόρου ὁμαίμων, ἐπὶ τὴν κατὰ Λέσβον Μήθυμναν ἅμα Νικηφόρῳ τῷ υἱῷ φρουρούμενος, ὥς μοι ἤδη δεδήλωται, χρυσῷ τοὺς φρου‐ ροὺς διαφθείρας, ἐς ἀποστασίαν ἀπέκλινεν, ἀσινεῖς ἔχων τὰς κό‐ ρας τῶν ὀφθαλμῶν. ὁ γὰρ ἐκτυφλοῦν τὸ πρόσθεν αὐτὸν προτρα‐ | |
15 | πεὶς, εἴτε κατ’ ἐντολὴν τοῦ βασιλέως τοῦτο πεποιηκὼς (ὑπονοεῖται γὰρ καὶ τοῦτο· τεκμήριον δὲ, ὅτι μετὰ τὴν τοῦ δράματος διάγνωσιν κακῶν ἀπαθὴς ὁ ἄνθρωπος ἔμεινεν), εἴτε καὶ οἴκτῳ τῆς τοσαύ‐ της ἐπικαμφθεὶς συμφορᾶς, τὰς μὲν βλεφαρίδας ἐκείνου κατέκαυ‐ σεν, ἀσινεῖς δὲ καὶ ἀκηράτους τὰς κόρας παρέλιπε. τότε γοῦν εἰς | |
20 | ἀκάτιον ὁ Κουροπαλάτης ἐμβὰς, τῇ κατ’ ἀντιπέρας Βυζαντίου χθονὶ λεληθότως προσώρμισεν, ἐπί τι φροντιστήριον, ὃ Πηλαμὺς κέκληται, κρυπτόμενος. ἐκεῖθέν τε διά τινος τῶν οἰκείων τοῖς φί‐ λοις καὶ γνωστοῖς τὴν αὑτοῦ καταμηνύει ἄφιξιν. οἱ δὲ παντὶ σθένει | |
συνάρασθαί οἱ διωμολόγουν, καὶ πλῆθος συναθροίσειν ἐνόπλων ἀν‐ | 145 | |
146 | δρῶν, καὶ τὰς τῆς βασιλικῆς ἑστίας κλεῖς ὑφελέσθαι, δι’ ὧν αὐτῷ εὐπετῶς ἡ ἐς τὰ βασίλεια γένοιτο πάροδος. καὶ δῆτα ἔργου εἴχοντο, καὶ τὴν διὰ λόγων ὑπόσχεσιν καὶ δι’ ἔργων ἀνύττειν ἐπεχείρουν, μηδόλως μελλήσαντες. ἐντεῦθεν δή τινα τῶν βασιλικῶν κλειδού‐ | |
5 | χων δωρεαῖς ὑποποιησάμενοι, κηρῷ τὰς κλεῖς ἐκτυποῦν ἔπεισαν, καὶ αὑτοῖς ἐπιδοῦναι τὸν κηρόν. καὶ ὃς, οὐδὲν ἀναδὺς, τυπώσας τὸν κηρὸν ἐπεδίδου· οἱ δὲ, βάναυσον μισθωσάμενοι, τὰς κλεῖς ἐφ’ ἑστίας ὡς τάχος ἐχάλκευσαν. δʹ. Ἐπεὶ δὲ πάντα τούτοις κατὰ γνώμην, ὥς γε ἐδόκει, ἐχώ‐ | |
10 | ρει, τὸν Κουροπαλάτην ἐκάλουν περαιοῦσθαι τὸν Βόσπορον, καὶ καταίρειν ἐπὶ τὸ Βυζάντιον. ὁ δὲ, τῶν νυκτῶν ἀωρὶ νεὼς ἐπιβὰς καὶ τῇ ἀκροπόλει προσσχὼν, ἐκεῖθεν διά τινος πυλίδος ὑπὸ τὴν τοῦ ἁγίου Φωκᾶ τελεθούσης ἑστίαν, ἔνδον εἰσῄει τοῦ ἄστεος, τὴν τῆς ἡγεμονίας ἀρχὴν ἤδη κατέχειν ἐν ταῖς χερσὶν ὀνειροπολῶν. | |
15 | τῷ δὲ, ἀντὶ πορφυρίδος λαμπρᾶς, καὶ σκήπτρων χρυσῶν, καὶ τυραννίδος, ἣν ὡς μὴ ὤφελεν ἐμελέτησεν, ἐκτύφλωσιν πικρὰν καὶ ὑπερορίαν μακρὰν, καὶ δήμευσιν τῶν οἰκείων ἡ τύχη ἐσκαιω‐ ρεῖτο, ἐπιγελῶσά που τοῖς ἐλπιζομένοις τἀνδρὶ, ὡς οὐκ ἐν ἐχυ‐ ρῷ κειμένοις, ἀλλ’ εἰς τοὔμπαλιν αὐτῷ περιτρεπομένοις, καὶ | |
20 | χαλεπὴν τῶν ἀτυχημάτων ἐπικυλίνδουσι συμφοράν. ἄρτι γὰρ, ἐπείπερ κατ’ οἶκόν τινος τῶν ὑπηρετουμένων αὐτῷ ἐν τοῖς τοῦ Σφορακίου μέρεσι καθῆστο, τοὺς συνωμότας συνελθεῖν ἐκδεχό‐ μενος, εἷς τῶν ἐφεπομένων αὐτῷ, τῆς ἑστίας ὑπεξελθὼν, πρόσ‐ | |
εισι τῶν συνήθων τινὶ, βασιλικῆς ἱστουργίας ὄντι μελεδωνῷ, τὴν | 146 | |
147 | τοῦ Κουροπαλάτου ἐνδημίαν μηνύων αὐτῷ, καὶ τὸ δρᾶμα ἀνα‐ καλύπτων, καὶ προσλιπαρῶν συνάρασθαι αὑτοῖς μετὰ τοῦ τὴν ἱστουργικὴν αὐτουργοῦντος συστήματος. ὁ δὲ τὴν ταχίστην βοη‐ θεῖν ἐπηγγέλλετο, καὶ ἀναστὰς ὡς τὸ περὶ αὑτὸν πλῆθος καλέ‐ | |
5 | σας ἀπῄει. παρὰ Λέοντα δὲ τὸν Πατρίκιον καὶ πλωΐμου Δρουγ‐ γάριον ἀφικόμενος, ὃς τότε παρὰ βασιλέως τὴν τοῦ Βυζαντίου ἐκεχείριστο πρόνοιαν, πάντα τούτῳ δηλοῖ· καὶ ὡς ὁ Κουροπα‐ λάτης ἐκ τῆς ὑπερορίας ἀναχθεὶς, ἐπηλύτης τε ὢν, καὶ κατά τινα οἰκουρῶν ἑστίαν, ὅσον οὔπω βούλεται τυραννεῖν. ὁ δὲ τῷ | |
10 | ἀθρόῳ τῆς ἀγγελίας καταπλαγεὶς, εἶτ’ αὖθις ἀνενεγκὼν (ἦν δὲ σταθηρὸς ἐν περιστάσεσι, καὶ τὸ δέον δραστήριος ἐν ἀπόροις ἐξευρεῖν), τὸ περὶ αὑτὸν στῖφος ἀνειληφώς, ἐξαυτῆς τῇ οἰκίᾳ, καθ’ ἣν ὁ Κουροπαλάτης κατήγετο, ἐπιτίθεται. ἐπεὶ δὲ ἔγνω τὸ καθ’ αὑτὸν δρᾶμα κατάφωρον ὁ Κουροπαλάτης καὶ ἔκδηλον γε‐ | |
15 | γονὸς, διά τινος παραθύρου μετὰ τοῦ υἱοῦ ὑπεκδὺς Νικηφόρου, ἐς τὸν θεῖον καὶ μέγαν καταφεύγει σηκὸν, ἱκέτης ἐλεεινὸς ἀντὶ σοβαροῦ τυράννου καὶ ἀλαζόνος ὁρώμενος. ὃν ἐκεῖθεν οἱ περὶ τὸν Δρουγγάριον ἀποσπάσαντες, εἰς ἀκάτιόν τε ἅμα τῷ υἱῷ Νι‐ κηφόρῳ ἐμβαλόντες, πρὸς τὴν λεγομένην Καλώνυμον νῆσον πε‐ | |
20 | ριορίζουσι· κελεύσει τε βασιλικῇ αὖθις πρὸς τοῦ αὐτοκράτορος ἐκ Μυσίας ἐνηνεγμένῃ ἀμφοτέρους ἀποτυφλοῦσι, καὶ τὴν τού‐ των περιουσίαν δημεύουσιν. εʹ. Ἀλλ’ οὕτω μὲν τῷ Κουροπαλάτῃ Λέοντι τὰ τῆς τυραν‐ | |
νίδος εἰς δεινὸν καὶ ὀλέθριον κατέληξε τέλος. οἱ δὲ Ῥῶς συνα‐ | 147 | |
148 | σπίσαντες (αὖθις γὰρ ὁ λόγος, ὅθεν ἐξέβη, ἐπάνεισιν), ἐπὶ τὸ πεδίον ἐξῄεσαν, παντὶ σθένει πειρώμενοι, τὰς τῶν Ῥωμαίων πυρπολεῖν μηχανάς. οὐ γὰρ τὰς τούτων μετὰ ῥοίζου ἔστεγον ἐκπεμπομένας βολὰς, πλείστων ὁσημέραι ὑπὸ τῶν ἀφιεμένων λί‐ | |
5 | θων ἀναιρουμένων Σκυθῶν. Ἰωάννης δὲ ὁ Κουρκούας καὶ Μά‐ γιστρος, ἐκ γένους προσήκων τῷ βασιλεῖ, τὴν τῶν τοιούτων μη‐ χανημάτων ποιούμενος φυλακὴν, τὴν μετὰ θράσους ὁρμὴν τῶν ἐναντίων ἰδὼν, καὶ ἄλλως οἴνῳ καρηβαρῶν καὶ νευστάζων (μετ’ ἄριστον γὰρ ἦν), ἵππου ἐπιβὰς, σὺν τοῖς ἐφεπομένοις λογάσιν | |
10 | ἤλαυνε κατ’ αὐτῶν. βόθρῳ δὲ ὁ ἵππος κατενεχθεὶς ἀποβάλλει τῶν νώτων τὸν Μάγιστρον. οἱ δὲ Σκύθαι, ἀριπρεπῆ πανοπλίαν ἰδόντες, καὶ φάλαρα τοῦ ἵππου καὶ τὴν ἄλλην σκευὴν ἐξειργασμέ‐ να λαμπρῶς (ἐτύγχανον γὰρ κατακόρως ἀληλιμμένα χρυσῷ), δό‐ ξαντες αὐτὸν ἐκεῖνον εἶναι τὸν αὐτοκράτορα, ἀθρόως περιδρα‐ | |
15 | μόντες αὐτοῖς ὅπλοις τοῦτον τοῖς ξίφεσι καὶ πελέκεσι κατεμέλισαν ἀπηνῶς· δορατίῳ τε τὴν κεφαλὴν περιπείραντες, ἐπὶ τῶν πύργων κατέπηξαν, Ῥωμαίους τωθάζοντες, ὡς τὸν σφῶν βασιλέα δίκην βοσκήματος κρεουργήσαντες. ἀλλὰ τοιαῦτα μὲν Ἰωάννης ὁ Μά‐ γιστρος ἀπηνέγκατο τὰ ἐπίχειρα, ὧν εἰς τοὺς θείους πεπαρῳνή‐ | |
20 | κει σηκοὺς, θυμοῦ βαρβαρικοῦ γεγονὼς παρανάλωμα. λέγεται γὰρ πολλοὺς τῶν κατὰ Μυσίαν κεραΐσαι, καὶ τὰ τούτων ἔπιπλα καὶ σκεύη τὰ ἱερὰ εἰς ἰδιωτικὰ μετασκευάσαι κειμήλια. ϛʹ. Ῥῶς δὲ τῇ τοιαύτῃ νίκῃ κατεπαρθέντες, ἐς τὴν ἐπιοῦσαν | |
τοῦ ἄστεος ὑπεξιόντες, παρὰ τὸ μεταίχμιον ἐτάξαντο· Ῥωμαῖοι | 148 | |
149 | δὲ καὶ αὐτοὶ, ἐς βαθεῖαν συνασπίσαντες φάλαγγα, τούτοις ἀν‐ τεπῄεσαν. ἐνταῦθα Ἴκμορα, τὸν μετὰ τὸν Σφενδοσθλάβον τὸ Σκυθικὸν ἄγοντα στράτευμα καὶ τιμώμενον εὐθὺς μετ’ ἐκεῖνον, ἄνδρα γιγαντώδη καὶ νεανικὸν, ἰδὼν Ἀνεμᾶς, ὁ τῶν βασιλικῶν | |
5 | σωματοφυλάκων εἷς, καὶ τοῦ τῶν Κρητῶν υἱὸς ἀρχηγοῦ, ἐν‐ θουσιωδῶς ἐφορμῶντα μετὰ τῆς τῶν ἐφεπομένων πεζεταίρων φάλαγγος καὶ πλείστους Ῥωμαίων ἀποκτιννύοντα, ἀλκῇ τε φύ‐ σεως ἐπαρθεὶς, τὸ παρῃωρημένον ξίφος ἑλκύσας, καὶ τὸν ἵππον τῇδε κἀκεῖσε παρεξελάσας, τοῖς τε μύωψι καταικίσας, κατὰ τοῦ | |
10 | Ἴκμορος ἴεται, καὶ τοῦτον κατειληφὼς πλήττει κατὰ τοῦ τένον‐ τος· ἡ δὲ τοῦ Σκύθου κεφαλὴ σὺν τῇ δεξιᾷ ἐκτμηθεῖσα χειρὶ πρὸς τοὔδαφος ἀπηράττετο. τοῦ δὲ πεσόντος, βοή τις παρὰ τῶν Σκυθῶν οἰμωγῇ σύμμικτος αἴρεται· Ῥωμαῖοι δὲ τούτοις ἐπέ‐ δραμον. οἱ δὲ οὐκ ἤνεγκαν τὴν τῶν ἐναντίων ῥοπὴν, ἀλλὰ τῷ | |
15 | τοῦ σφῶν στρατηγοῦ πάθει ἐκτόπως περιαλγήσαντες, τὰ σάκη κατωμαδὸν ἄραντες, ἐχώρουν διὰ τοῦ ἄστεος, οὓς ἐπισπόμενοι Ῥωμαῖοι ἀπέκτεινον. ἤδη δὲ νυκτὸς κατασχούσης, καὶ τῆς μήνης πλησιφαοῦς οὔσης, κατὰ τὸ πεδίον ἐξελθόντες τοὺς σφετέρους ἀνεψηλάφων νεκρούς· οὓς καὶ συναλίσαντες πρὸ τοῦ περιβόλου | |
20 | καὶ πυρὰς θαμινὰς διανάψαντες, κατέκαυσαν, πλείστους τῶν αἰχμαλώτων, ἄνδρας καὶ γύναια, ἐπ’ αὐτοῖς κατὰ τὸν πάτριον νόμον ἐναποσφάξαντες. ἐναγισμούς τε πεποιηκότες, ἐπὶ τὸν Ἴστρον ὑπομάζια βρέφη καὶ ἀλεκτρυόνας ἀπέπνιξαν, τῷ ῥοθίῳ | |
τοῦ ποταμοῦ ταῦτα καταποντώσαντες. λέγεται γὰρ Ἑλληνικοῖς | 149 | |
150 | ὀργίοις κατόχους ὄντας, τὸν Ἑλληνικὸν τρόπον θυσίας καὶ χοὰς τοῖς ἀποιχομένοις τελεῖν, εἴτε πρὸς Ἀναχάρσεως ταῦτα καὶ Ζαμόλξιδος, τῶν σφετέρων φιλοσόφων, μυηθέντες, εἴτε καὶ πρὸς τῶν τοῦ Ἀχιλλέως ἑταίρων. Ἀῤῥιανὸς γάρ φησιν ἐν τῷ Περίπλῳ, | |
5 | Σκύθην Ἀχιλλέα τὸν Πηλέως πεφηνέναι, ἐκ τῆς Μυρμηκιῶνος καλουμένης πολίχνης, παρὰ τὴν Μαιῶτιν λίμνην κειμένης· ἀπε‐ λαθέντα δὲ πρὸς τῶν Σκυθῶν διὰ τὸ ἀπηνὲς, ὠμὸν, καὶ αὔ‐ θαδες τοῦ φρονήματος, αὖθις Θετταλίαν οἰκῆσαι. τεκμήρια τοῦ λόγου σαφῆ ἥ, τε τῆς ἀμπεχόνης σὺν τῇ πόρπῃ σκευὴ, καὶ ἡ | |
10 | πεζομαχία, καὶ ἡ πυρσὴ κόμη, καὶ οἱ γλαυκιῶντες ὀφθαλμοὶ, καὶ τὸ ἀπονενοημένον, καὶ θυμοειδὲς, καὶ ὠμόν· ἃ καὶ ὀνειδίζων Ἀγαμέμνων ἐπέσκωπτεν, οὑτωσὶ λέγων· „Αἰεὶ γάρ τοι ἔρις τε φίλη, πόλεμοί τε, μάχαι τε.“ φόνῳ γὰρ εἰσέτι καὶ αἵματι τὰ νείκη Ταυροσκύθαι διακρίνειν | |
15 | εἰώθασιν. ὅτι δὲ τὸ ἔθνος ἀπονενοημένον, καὶ μάχιμον, καὶ κραταιὸν, πᾶσι τοῖς ὁμόροις ἐπιτιθέμενον ἔθνεσι, μαρτυροῦσι πολλοὶ, καὶ ὁ θεῖος δὲ Ἰεζεκιὴλ, μνήμην τούτου ποιούμενος, ἐν οἷς ταῦτά φησιν· „Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ τὸν Γὼγ καὶ Μαγὼγ, ἄρχοντα Ῥώς.“ Ἀλλ’ ἀπόχρη μὲν ταῦτα περὶ τῶν Ταύρων ἐνα‐ | |
20 | γισμῶν. ζʹ. Τότε δὲ ἤδη διανισχούσης ἡμέρας βουλὴν ὁ Σφενδο‐ σθλάβος τῶν ἀρίστων ἐκάθιζεν, ἣν καὶ κομέντον τῇ σφετέρῳ | |
διαλέκτῳ φασίν. ἄρτι δὲ συναθροισθέντων περὶ αὐτὸν, καὶ ὅ,τι | 150 | |
151 | δεῖ καὶ δρᾷν πρὸς αὐτοῦ διερωτηθέντων, οἱ μὲν ἀωρὶ συνε‐ βούλευον τῶν νυκτῶν, ἐπιβάντες τῶν πλοίων, πάσῃ μηχανῇ κλέψαι τὴν φυγήν· μὴ γὰρ οἵους τε καθεστάναι ἱππόταις πανσι‐ δήροις ἀνδράσι συμπλέκεσθαι, ἀποβαλόντας καὶ ταῦτα τοὺς | |
5 | πρωταγωνιστὰς, ὑφ’ ὧν τὸ στρατόπεδον ἀνεῤῥώννυτο, καὶ οἱ θυμοὶ τῶν ἀνδρῶν παρεθήγοντο. οἱ δὲ τοὔμπαλιν δεξιὰς ἐμβάλ‐ λειν Ῥωμαίοις ἐξυνεβούλευον, καὶ πίστεις λαμβάνειν, καὶ οὕτω διασώζειν τὴν περιλειφθεῖσαν στρατιάν. οὐδὲ γὰρ ἔχειν εὐχερῶς κλέψαι τὸν ἀπόπλουν, τῶν πυρφόρων νεῶν παρὰ τοῦ Ἴστρου ἄν‐ | |
10 | δηρα ἑκατέρωθεν φρουρουσῶν τὰ πορθμεῖα, ὡς, ἡνίκα πειρα‐ θεῖεν ἐκπλεῦσαι τὸν ποταμὸν, πυρπολήσειν ἐξαυτῆς ἅπαντα. ὁ δὲ Σφενδοσθλάβος, μύχιον καὶ πικρὸν ἀνοιμώξας, „οἴχεται τὸ κλέος,“ ἔφη, „ὃ τῇ Ῥωσικῇ πανοπλίᾳ συνείπετο, τὰ πρόσοικα καταστρεφομένῃ ἔθνη ἀπονητὶ, καὶ χώρας ὅλας ἀνδραποδιζο‐ | |
15 | μένῃ ἀναιμωτὶ, εἰ νῦν ἀκλεῶς Ῥωμαίοις ὑπείξομεν. ἀλλὰ γὰρ, τὴν ἐκ προγόνων ἀνειληφότες ἀρετὴν, ἀναλογισάμενοί τε, ὡς ἀκα‐ ταγώνιστος ἡ Ῥωσικὴ μέχρι καὶ τήμερον καθέστηκεν ἀλκὴ, ἐκ‐ θύμως ὑπὲρ τῆς σφῶν σωτηρίας διαγωνισώμεθα. οὐδὲ γὰρ ἔθι‐ μον ἡμῖν φεύγουσιν ἐς τὴν πατρίδα φοιτᾷν, ἀλλ’ ἢ νικῶντας | |
20 | ζῇν, ἢ εὐκλεῶς τελευτᾷν, ἔργα ἐπιδεδειγμένους γενναίων ἀνδρῶν.“ τοσαῦτα μὲν ὁ Σφενδοσθλάβος ἐβούλευσεν. ηʹ Λέγεται δὲ καὶ τοῦτο περὶ Ταυροσκυθῶν, μήποτε μέχρι καὶ νῦν ἑαυτοὺς ἐγχειρίζειν τοῖς δυσμενέσιν ἡττωμένους· ἀλλ’ ἤδη | |
τῆς σωτηρίας ἀπαγορεύσαντας ὠθεῖν τε κατὰ τῶν σπλάγχνων τὰ | 151 | |
152 | ξίφη, καὶ οὕτως ἑαυτοὺς ἀναιρεῖν. τοῦτο δὲ πράττουσι, δόξαν κεκτημένοι τοιαύτην· φασὶ γὰρ τοὺς πρὸς τῶν ἐναντίων κατα‐ κτεινομένους ἐν τοῖς πολέμοις, μετὰ τὸν μόρον καὶ τὴν ἐκ τῶν σωμάτων διάζευξιν τῶν ψυχῶν ἐν ᾅδου τοῖς αὐθένταις ὑπηρετεῖν. | |
5 | Ταυροσκύθαι δὲ, τὴν τοιαύτην δεδιότες λατρείαν, ἀποστυγοῦντες δὲ καὶ τοῖς ἀναιροῦσιν αὐτοὺς ἐξυπηρετεῖν, τῆς ἑαυτῶν σφαγῆς αὐτόχειρες γίνονται. ἀλλὰ τοιαύτη μὲν ἡ ἐπικρατήσασα ἐν αὐτοῖς δόξα. τότε δὲ, τῶν τοῦ ἄρχοντος λόγων ἀκούσαντες, φιλοψυχό‐ τατα τὸν ὑπὲρ τῆς σφῶν σωτηρίας αἱρεῖσθαι κίνδυνον κατετίθεν‐ | |
10 | το, ἐκθύμως τε πρὸς τὴν Ῥωμαϊκὴν ἀντιτάξασθαι δύναμιν. τῇ γοῦν ὑστεραίᾳ (ἕκτη δὲ ἦν τῆς ἑβδομάδος ἡμέρα, καὶ εἰκάδα τετάρτην ἤλαυνεν ὁ Ἰούλιος μήν), περὶ καταφορὰν ὄντος ἡλίου, πανσυδὶ τῆς πόλεως ἐξελθόντες οἱ Ταυροσκύθαι, παντὶ σθένει διακινδυνεύ‐ ειν ᾑροῦντο, εἰς φάλαγγα καρτερὰν συνασπίσαντες, καὶ προβα‐ | |
15 | λόντες τοὺς ἄκοντας. Ῥωμαίους δὲ διατάξας ὁ βασιλεὺς ὑπεξῆγε τοῦ χάρακος. ἤδη δὲ τῆς μάχης καταῤῥαγείσης, εὐρώστως οἱ Σκύθαι Ῥωμαίοις ἐπῄεσαν, τοῖς τε ἀκοντίοις σινόμενοι, καὶ τοῖς βέλεσι τοὺς ἵππους τιτρώσκοντες, καὶ τοὺς ἐπιβάτας εἰς γῆν καταβάλλοντες. ἐνταῦθα ὁ τῇ προτεραίᾳ ἠριστευκὼς Ἀνεμᾶς | |
20 | καὶ τὸν Ἴκμορον κατακτείνας, τὸν Σφενδοσθλάβον ἰδὼν ἐνθου‐ σιωδῶς κατὰ Ῥωμαίων ὁρμῶντα καὶ μανικῶς, καὶ τὰς αὑτοῦ ἐπιῤῥωννύοντα φάλαγγας, τὸν ἵππον παρεξελάσας (εἰθισμένον δὲ ἦν αὐτῷ τοῦτο δρᾷν, καὶ πλείστους τῶν Σκυθῶν τοιούτῳ τρόπῳ | |
ἀνεῖλε τὸ πρότερον), ὅλην ἡνίαν τῷ ἵππῳ ἀνεὶς ὡς αὐτὸν ἴεται, | 152 | |
153 | καὶ ξίφει παίει κατὰ τῆς κλειδὸς, καὶ τὸν μὲν πρηνῆ καταβάλλει, οὐ μὴν κατακτείνει. ἐπήρκεσε γὰρ ὁ ἀλυσιδωτὸς χιτὼν καὶ τὸ σάκος, ἃ, δεδιὼς τὰς Ῥωμαϊκὰς αἰχμὰς, ἠμφιέννυτο. Ἀνεμᾶς δὲ, πρὸς τῆς τῶν Σκυθῶν κυκλωθεὶς φάλαγγος, τοῦ ἵππου | |
5 | καταβληθέντος συχναῖς τῶν δοράτων βολαῖς, πλείστους μὲν ἀναιρεῖ τούτων, ἐναποσφάττεται δὲ καὶ αὐτὸς, ἀνὴρ οὐδενὸς τῶν ἡλικιωτῶν ἡττώμενος ἐν τοῖς κατὰ τὰς μάχας ἀνδραγαθή‐ μασιν. θʹ. Ἐπὶ τῷ τούτου τοίνυν οἱ Ῥῶς ἀναθαῤῥήσαντες πταί‐ | |
10 | σματι, γεγωνόν τι καὶ ἄγριον ἐπηλάλαξαν, καὶ Ῥωμαίους ἀνώ‐ θησαν. οἱ δὲ προτροπάδην ὑπενόστουν, τὴν ἀλλόκοτον ὁρμὴν ἐκκλίνοντες τῶν Σκυθῶν. ἐνταῦθα ὁ βασιλεὺς, ὡς ᾔσθετο κλι‐ νομένην τὴν Ῥωμαϊκὴν φάλαγγα, δεδοικὼς, μὴ καταπτοηθεῖσα τὸ ἀλλόκοτον ὅρμημα τῶν Σκυθῶν, περὶ αὐτὰ πταίσοι τὰ καί‐ | |
15 | ρια, τοῖς ἀμφ’ αὑτὸν ἐγκελευσάμενος καὶ τὸ δόρυ σθεναρῶς με‐ ταχειρισάμενος, κατὰ τῶν ἀντιπάλων ἐχώρει. ἐπαταγεῖτο δὲ καὶ τὰ τύμπανα, καὶ τὸ ἐνυάλιον συνεπήχουν αἱ σάλπιγγες. Ῥω‐ μαῖοι δὲ, τὴν τοῦ αὐτοκράτορος καταιδεσθέντες ὁρμὴν, τοὺς ἵππους περιελίξαντες, μετὰ ῥύμης τοῖς Σκύθαις ἐφώρμησαν. | |
20 | παραυτίκα δὲ καὶ θύελλα ψεκάδι συμμιγὴς ἀναῤῥιπισθεῖσα, ἐπὶ πολύ τε τοῦ ἀέρος χεθεῖσα, τοὺς δυσμενεῖς ἔβαλλε, καὶ ἡ κόνις ἐγειρομένη τοὺς αὐτῶν ἔβλαπτεν ὀφθαλμούς. λέγεται δὲ καί τινα λευκόπωλον ἄνδρα φανῆναι, προηγεῖσθαί τε Ῥωμαίων, καὶ τού‐ | |
τοις προτρέπεσθαι, χωρεῖν κατὰ τῶν Σκυθῶν· ὅστις θεσπεσίως | 153 | |
154 | τὰς τῶν δυσμενῶν διακόπτων συνετάραττε φάλαγγας. τοῦτόν φασι μήτε πρότερόν τις ἐν τῷ στρατοπέδῳ θεάσασθαι, οὔτ’ αὖθις μετὰ τὴν μάχην ἑωρακέναι· καίτοι βασιλέως αὐτὸν ἀνα‐ ψηλαφῶντος, ὡς δωρεαῖς ἐπαξίως φιλοφρονήσαιτο, καὶ ἀμοι‐ | |
5 | βαῖς ἕκατι τῶν πόνων ἀμείψαιτο. ἀλλ’ οὐχ εὑρέθη ζητούμενος. ἐντεῦθεν ἀναμφίλεκτος ὑπόνοια ὑποτρέχει, τὸν μέγαν ἐν μάρ‐ τυσι Θεόδωρον εἶναι, ὃν παρὰ τοὺς ἀγῶνας ὁ βασιλεὺς σύμμα‐ χον ἐξελιπάρει παρίστασθαι, ῥύεσθαί τε καὶ σώζειν συνάμα παντὶ τῷ στρατεύματι. φασὶ δὲ καὶ τοιοῦτόν τι συμβῆναι παρὰ | |
10 | τὴν πρὸ τῆς μάχης ἑσπέραν. ἐν Βυζαντίῳ παρθένος τῶν ἀνα‐ τεθειμένων Θεῷ καθ’ ὕπαρ ὁρᾷν ἐδόκει τὴν θεοτόκον, ὑπό τι‐ νων φλογοειδῶν δορυφορουμένην ἀνδρῶν. φάναι δὲ πρὸς αὐτούς· „καλέσατε δή μοι τὸν μάρτυρα Θεόδωρον·“ παραυτίκα δὲ παρα‐ χθῆναι γενναῖον ἄνδρα καὶ νεανικὸν, ἔνοπλον. εἰπεῖν τε πρὸς αὐ‐ | |
15 | τὸν τὴν θεοτόκον· „ὁ σὸς παρὰ τὸ Δορύστολον Ἰωάννης, κύριε Θεόδωρε, Σκύθαις μαχόμενος, ἄρτι περιστατεῖται δεινῶς. ἀλλ’ εἰς τὴν ἐκείνου σπεῦσον βοήθειαν. εἰ γὰρ μὴ προφθάσῃς, ἐς κίνδυνον αὐτῷ τελευτήσει τὰ πράγματα.“ τὸν δὲ αὖθις, ἑτοί‐ μως ἔχειν, εἰπεῖν, τῇ μητρὶ τοῦ Θεοῦ καὶ δεσπότου μου πει‐ | |
20 | θαρχεῖν· φάμενος δὲ τοῦτο εὐθὺς οἴχεσθαι, καὶ οὕτω τὸν ὕ‐ πνον ἀποπτῆναι τῆς παρθένου τῶν ὀφθαλμῶν. ἀλλὰ τῇ μὲν παρ‐ θένῳ τὸ ὕπαρ ἐς τοῦτο συνεπεραίνετο. | |
ιʹ. Ῥωμαῖοι δὲ, τῷ προπορευομένῳ θείῳ ἀνδρὶ ἐφεπόμενοι, | 154 | |
155 | τοῖς ἐναντίοις συμπλέκονται, καὶ καρτερᾶς μάχης συστάσης, οὐκ ἐνεγκόντες τὴν τῆς ἱππικῆς φάλαγγος οἱ Σκύθαι ῥοπὴν, κυκλωθέντες τε πρὸς τοῦ Μαγίστρου Βάρδα, ᾧ Σκληρὸς ἡ ἐπί‐ κλησις (ἐκεῖνος γὰρ μετὰ τοῦ συνεπομένου πλήθους τὴν κύκλω‐ | |
5 | σιν ἐποιήσατο), εἰς φυγὴν ἔκλιναν, καὶ μέχρι τοῦ περιβόλου συμπατούμενοι, ἀκλεῶς ἔπιπτον. μικροῦ δὲ καὶ αὐτὸς ὁ Σφεν‐ δοσθλάβος ἐλήφθη, ἔξαιμος γεγονὼς καὶ καταβελὴς, εἰ μὴ ἡ νὺξ ἐπελθοῦσα τοῦτον διέσωσεν. λέγεται δὲ παρὰ ταύτην τὴν μάχην πέντε καὶ δέκα χιλιάδας πρὸς τοῖς πεντακοσίοις ἀναιρε‐ | |
10 | θῆναι Σκυθῶν, ληφθῆναι δὲ δισμυρίαν ἀσπίδα, καὶ ξίφη πάμ‐ πολλα. Ῥωμαίων δὲ τριακοσίους ἀποκτανθῆναι πρὸς τοῖς πεν‐ τήκοντα, τρωθῆναι δὲ συχνούς. ἀλλὰ τοιαύτην μὲν Ῥωμαῖοι τὴν νίκην παρὰ τὸν ἀγῶνα ἠνέγκαντο τουτονί. ὁ δὲ Σφενδο‐ σθλάβος, παρ’ ὅλην τὴν νύκτα βαρυθυμῶν ἐπὶ τῇ κατακοπῇ | |
15 | τῆς ἑαυτοῦ στρατιᾶς, ἤσχαλλε μὲν καὶ ἐσφάδαζε τῷ θυμῷ. μὴ ἐξισχύων δ’ ἔτι πρὸς ἀκαταγώνιστον ἀνύττειν πανστρατιὰν, ἔγνω, στρατηγοῦ νοῦν ἔχοντος ἔργον εἶναι, ἐν ἀμηχάνοις κατα‐ ληφθέντα δεινοῖς, μὴ καταπίπτειν τοῖς λυπηροῖς, παντὶ δὲ τρόπῳ διασώζειν πειρᾶσθαι τοὺς ὑπ’ αὐτόν. καὶ δῆτα παρὰ τὴν | |
20 | ἕω πρέσβεις ὡς τὸν αὐτοκράτορα Ἰωάννην στείλας, πίστεις ᾔτει ξυμβάσεων, ἐπὶ τῷ, Ταυροσκύθας μὲν τό, τε Δορύστολον ἐγχειρίσαι Ῥωμαίοις, καὶ τοὺς αἰχμαλώτους ἀπολύσαι, καὶ Μυσίας ἀφέξεσθαι, καὶ πρὸς τὴν σφῶν ἀναζεῦξαι πατρίδα· | |
Ῥωμαίους δὲ παραχωρῆσαι αὐτοῖς τοῦ ἀπόπλου, καὶ μὴ ἐνα‐ | 155 | |
156 | γομένοις ἐπιτεθήσεσθαι μετὰ τῶν πυρφόρων νεῶν (ἐκτόπως γὰρ ἐδεδίεσαν τὸ Μηδικὸν πῦρ, δυνάμενον καὶ τοὺς λίθους ἀποτε‐ φροῦν)· ἐπισιτισμόν τε πρὸς τούτοις ἐπιχορηγῆσαι, καὶ φίλους ἡγεῖσθαι αὐτοὺς, κατ’ ἐμπορίαν πρὸς τὸ Βυζάντιον στελλο‐ | |
5 | μένους, καθάπερ ἀνέκαθεν ἔθιμον ἦν. ιαʹ. Βασιλεὺς δὲ, τὰς τοιαύτας ἄσμενος διαλλαγὰς προσ‐ δεξάμενος (εἰρήνην γὰρ διαφερόντως τῆς μάχης ἐτίμα· τὴν μὲν γὰρ ᾔδει τοὺς λαοὺς διασώζουσαν, τὴν δὲ τοὔμπαλιν διαφθείρου‐ σαν), τάς τε ξυνθήκας ἐτέλει καὶ τὰς σπονδὰς, καὶ σῖτον ἐδίδου, | |
10 | ἑκάστῳ ἀνδρὶ μετρῶν ἀνὰ μεδίμνων δύο. εἶναι δὲ τοὺς εἰληφότας τὸν σῖτόν φασιν ἄνδρας δισμυρίους πρὸς τοῖς δισχιλίοις, οἳ ἐκ τῶν ἑξήκοντα χιλιάδων τῆς Ῥωσικῆς στρατιᾶς τότε τὸν ὄλεθρον ἔφυγον· τὰς γὰρ τριάκοντα καὶ ὀκτὼ χιλιάδας ἡ Ῥωμαϊκὴ αἰχμὴ κατηκόντισε. μετὰ δὲ τὸ προβῆναι τὰς σπονδὰς, εἰς ὁμιλίαν ὁ | |
15 | Σφενδοσθλάβος τῷ βασιλεῖ συνελθεῖν ἐξαιτεῖ. ὁ δὲ, μηδὲν ἀναδὺς, διαχρύσῳ πανοπλίᾳ καθοπλισθεὶς, ἔφιππος παρὰ τὴν ὄχθην τοῦ Ἴστρου ἀφίκετο, μυρίανδρον ἴλην χρυσοφορούντων ἐνόπλων ἱπ‐ πέων συνεπαγόμενος. καὶ ὁ Σφενδοσθλάβος δὲ ἧκεν ἐπί τινος Σκυ‐ θικοῦ ἀκατίου παραπλέων τὸν ποταμὸν, τῆς κώπης ἡμμένος | |
20 | καὶ σὺν τοῖς ἑτέροις ἐρέττων, ὡς εἷς τῶν λοιπῶν. τὴν δὲ ἰδέαν τοιόσδε τις ἦν· τὴν ἡλικίαν μεμετρημένος, οὔτε εἰς ὕψος παρὰ τοῦ εἰκότος ἠρμένος, οὔτε εἰς βραχύτητα συστελλόμενος· δασεῖς | |
τὰς ὀφρῦς, γλαυκοὺς ἔχων τοὺς ὀφθαλμοὺς, τὴν ῥῖνα σιμὸς, | 156 | |
157 | ἐψιλωμένος τὸν πώγωνα, τῷ ἄνωθεν χείλει δασείαις καὶ εἰς μῆκος καθειμέναις θριξὶ κομῶν περιττῶς. τὴν δὲ κεφαλὴν πάνυ ἐψίλωτο· παρὰ δὲ θάτερον μέρος αὐτῆς βόστρυχος ἀπῃώρητο, τὴν τοῦ γένους ἐμφαίνων εὐγένειαν· εὐπαγὴς τὸν αὐχένα, τὰ | |
5 | στέρνα εὐρὺς, καὶ τὴν ἄλλην διάπλασιν εὖ μάλα διηρθρωμένος· σκυθρωπὸς δέ τις καὶ θηριώδης ἐδείκνυτο. θατέρῳ δὲ τῶν ὤτων χρύσειον ἐξῆπτο ἐνώτιον, δυσὶ μαργάροις κεκοσμημένον, ἄν‐ θρακος λίθου αὐτοῖς μεσιτεύοντος. ἐσθὴς τούτῳ λευκὴ, οὐδέν τι τῶν ἑτέρων ὑπαλλάττουσα ἢ καθαρότητι. ὀλίγα γοῦν ἄττα | |
10 | περὶ διαλλαγῆς τῷ βασιλεῖ ἐντυχὼν, παρὰ τὸν ζυγὸν τοῦ ἀκα‐ τίου ἐφεζόμενος, ἀπηλλάττετο. ἀλλ’ ὁ μὲν τῶν Ῥωμαίων πρὸς Σκύθας πόλεμος ὧδε ἐτελεύτα. ιβʹ. Ὁ δὲ Σφενδοσθλάβος, τὸ Δορύστολον ἀπολιπὼν καὶ τοὺς αἰχμαλώτους προσεπιδοὺς κατὰ τὰς σπονδὰς, ἀπέπλει | |
15 | μετὰ τῶν περιλειφθέντων ἑταίρων, ἐπὶ τὴν πατρίδα ἰέμενος. Πατζινάκαι δὲ παρὰ τὸν ἀπόπλουν ἐλλοχήσαντες, ἔθνος νομα‐ δικὸν τοῦτο καὶ πολυάνθρωπον, φθειροφάγον τε καὶ φερέοικον, ἐπ’ ἀμαξῶν ὡς τὰ πολλὰ βιωτεῦον, σχεδὸν διέφθειραν ἅπαν‐ τας, καὶ αὐτὸν δὲ τὸν Σφενδοσθλάβον τοῖς λοιποῖς συγκατέ‐ | |
20 | σφαξαν, ὡς ἐκ τῆς τοσαύτης τῶν Ῥῶς στρατιᾶς εὐαριθμήτους ἀνασωθῆναι ἐς ἤθη τὰ πάτρια. Ἰωάννης δὲ ὁ αὐτοκράτωρ, ἐν τέτταρσιν ὅλοις μησὶ τὴν Ῥωσικὴν πανοπλίαν καταγωνισάμενος, | |
ὡς φθάσας ὁ λόγος δεδήλωκε, καὶ τὴν Μυσίαν Ῥωμαίοις ἀνασω‐ | 157 | |
158 | σάμενος, τό, τε Δορύστολον Θεοδωρούπολιν ἐπ’ ὀνόματι τοῦ στρατηλάτου καὶ μάρτυρος Θεοδώρου μετονομάσας, φυλακήν τε ἀξιόμαχον ταύτῃ παραλιπὼν, μετὰ μεγίστων τροπαίων ἐπάνει‐ σιν ἐπὶ τὸ Βυζάντιον, τοὺς ἀστικοὺς πρὸ τῶν περιβόλων κατει‐ | |
5 | ληφώς, στεφάνοις αὐτὸν καὶ σκήπτροις δεξιουμένους, ἐκ χρυ‐ σοῦ καὶ λίθων ἐξειργασμένοις πολυτελῶν. ἦγον δὲ καὶ χρυσο‐ κόλλητον λευκόπωλον ἅρμα· οὗ προσεπιβῆναι τοῦτον ἠξίουν, καὶ τὸν νενομισμένον καταγαγεῖν θρίαμβον. ὁ δὲ τοὺς μὲν στε‐ φάνους καὶ τὰ σκῆπτρα προσήκατο, καὶ πολλαπλασίως τούτους | |
10 | δώροις ἠμείψατο· ἐπιβῆναι δὲ τοῦ ἅρματος οὐκ ἠνέσχετο· ἀλλὰ τὴν τῆς θεομήτορος εἰκόνα, ἐνηγκαλισμένην τὸν θεάνθρωπον λόγον, ἣν ἐκ Μυσίας εἴληφεν, ἐπὶ τὸν τοῦ ἅρματος χρυσήλα‐ τον θρόνον ἀνέθηκε, τὰς ἁλουργοὺς τῶν Μυσῶν στολὰς ὑπο‐ θεὶς, καὶ τὰ στέμματα. αὐτὸς δὲ, ἵππῳ κέλητι ἐποχούμενος, | |
15 | μετόπισθεν εἵπετο, τεταινιωμένος τὴν κεφαλὴν διαδήματι, καὶ τοὺς στεφάνους φέρων καὶ τὰ σκῆπτρα ἐν ταῖς χερσίν. οὕτω τὸν θρίαμβον καταγαγὼν διὰ μέσης τῆς πόλεως, ἐσθήσεσιν ἁλουργοῖς κεκοσμημένης ἑκασταχοῦ, καὶ δίκην θαλάμου τοῖς τε τῶν δαφνῶν κλάδοις καὶ τοῖς χρυσοϋφέσι πέπλοις οὔσης συν‐ | |
20 | ηρεφοῦς, ἐς τὸν μέγαν τῆς τοῦ Θεοῦ Σοφίας εἰσελαύνει σηκόν· καὶ τὰς εὐχαριστηρίους εὐχὰς ἀποδοὺς, τό, τε τῶν Μυσῶν ἐκ‐ πρεπέστατον στέφος οἱονεὶ πρωτόλειον δῶρον τῷ Θεῷ καταθέ‐ μενος, εἰς τὴν ἀνακτορικὴν ἑστίαν φοιτᾷ, καὶ τῶν Μυσῶν βασιλέα Βορὴν παραγαγὼν τὰ τῆς βασιλείας ἀποθέσθαι παράση‐ | |
25 | μα παρεσκεύασε. τὰ δὲ ἦν τιάρα περιπόρφυρος, χρυσῷ καὶ μαρ‐ | 158 |
159 | γάροις κατάστικτος, ἐσθής τε ἁλουργὸς, καὶ πέδιλα ἐρυθρά. τοῦτον δὲ τῷ τῶν Μαγίστρων τετίμηκεν ἀξιώματι. τοιαῦτα ἐν εὐαριθμήτῳ καιρῷ παρὰ πᾶσαν ὑπόνοιαν ὁ αὐτοκράτωρ Ἰωάννης διαπραξάμενος τρόπαια, τήν τε Ῥωσικὴν αὐθάδειαν καὶ τὰ ἐπηρ‐ | |
5 | μένα τούτων φρονήματα ἐμπειρίᾳ πολέμων καὶ λελογισμένης ἀν‐ δρείας τόλμῃ καταβαλὼν καὶ κατασπάσας εἰς γῆν, καὶ τὴν Μυ‐ σίαν Ῥωμαίοις καθυποτάξας, παρὰ τὸ Βυζάντιον ἐπανελθὼν διεχείμαζε, καὶ τὸ ὑπήκοον δώροις, ὡς εἰκὸς, ἐφιλοφρονεῖτο, | |
καὶ θαλείαις ἐθεράπευεν ἑστιάσεσιν. | 159 | |
160(t1) | ΛΕΟΝΤΟΣ ΔΙΑΚΟΝΟΥ | |
t2 | ΙΣΤΟΡΙΑΣ Ι. | |
1 | αʹ. Θερείας δὲ ὥρας ἐνισταμένης, καὶ σταθηρᾶς αἰθρίας κατὰ τὴν περίγειον ἡπλωμένης, τοῦ Βυζαντίου ἀπάρας ὁ αὐτοκράτωρ κατὰ τῶν Ἀγαρηνῶν, τῶν τὴν ἄνω Συρίαν οἰκούντων, ἐστρά‐ τευσε. καὶ δῆτα τὴν μεσογαίαν περιοδεύσας, τὸν Εὐφράτην | |
5 | ἐπεραιώθη. μέγιστος δὲ οὗτος τῶν τὴν Ἀσίαν διατεμνόντων | 160 |
161 | ποταμῶν, καὶ εἷς τῶν ἐκ τῆς Ἐδὲμ ὁρμωμένων, ὡς ἐκ τῆς θείας γραφῆς μεμαθήκαμεν. ἐνταῦθά τις ἐν ὑπογραφεῦσι τελῶν, Νι‐ κήτας ὀνομαζόμενος, εἰς ἄκρον γνώσεως ἐληλακὼς καὶ συνέσεως, ἄγων αὐτὸ τῆς ἡλικίας βιώσιμον, τῷ βασιλεῖ κατὰ ταύτην δυστυ‐ | |
5 | χῶς τὴν ἐκστρατείαν συνείπετο, πολλὰ τοῦ φύντος μὴ τοῦτο πράτ‐ τειν προσλιπαροῦντος, οἰκουρεῖν δὲ μᾶλλον καὶ γηροτροφεῖν τὸν τε‐ κόντα προσέποντος, καὶ αὐτὸν θεραπεύειν εἰς δύναμιν, περὶ γή‐ ραος ἐληλακότα οὐδῷ, καὶ πρὸς τὰς τοῦ βίου ὅσον οὔπω δυσμὰς ἐπειγόμενον. ὁ δὲ, τῶν τοῦ πατρὸς ἐντολῶν ὡς οὐκ ὤφελεν ἀλο‐ | |
10 | γήσας, καὶ παρὰ φαῦλον ἐπισκήψεις τὰς ἐκείνου θέμενος, ὡς εἶχεν ἐνσκευασάμενος ᾔει πρὸς τὸ στρατόπεδον. ἄρτι δὲ τὸν ποταμὸν περαιούμενος πρὸς τὴν πληθώραν ἰλιγγιάσας τοῦ ὕδατος, τοῦ ἵππου ἐξολισθήσας ἐπὶ τὸν ποταμὸν καταφέρεται, τῷ τε ῥοθίῳ παρασυ‐ ρεὶς, ἐλεεινῶς ἀποπνίγεται, ἐπίχειρα τῆς παρακοῆς τὴν ἐν τῷ Εὐ‐ | |
15 | φράτῃ ἀπενεγκάμενος πνιγμονήν. ὁ δὲ βασιλεὺς σὺν παντὶ τῷ στρα‐ τεύματι Συρίαν κατέτρεχεν, οὐδενὸς αὐτῷ ἀντιπάλου ἀντικαθι‐ σταμένου τῶν δυσμενῶν, τῇ φήμῃ τῆς ἐφόδου πάντων καταπλα‐ γέντων καὶ συγκλεισθέντων ἐπὶ τὰ σφῶν φρούριά τε καὶ πτολί‐ σματα. καὶ δῆτα τὸ Ἔμετ (πόλις δὲ αὕτη ὀχυρὰ καὶ περιφανής) | |
20 | καταλαβὼν καὶ λόγῳ ὑποποιησάμενος, καὶ λύτρα λαβὼν ἀριθμὸν ὑπερβαίνοντα, ἐκεῖθεν ὁρμηθεὶς πρὸς τὸ Μιεφαρκὶμ ἠπείγετο. ἄστυ δὲ τοῦτο περιφανὲς καὶ περίβλεπτον, πλούτῳ τε καὶ βο‐ | |
σκήμασι τῶν ἄλλων ὑπερτεροῦν τῶν κατὰ τὸν αὐτὸν χῶρον πεπο‐ | 161 | |
162 | λισμένων. καὶ αὐτὸ δὲ λόγῳ παραστησάμενος, καὶ πλεῖστα καὶ κάλλιστα δῶρα ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χρυσοστίκτοις ὑφάσμα‐ σιν ἐταζόμενα πρὸς τῶν ἐν αὐτῷ κατοίκων ἐνειληφώς, ἐπὶ τὴν Νίσιβιν ἴεται· καθ’ ἣν ὁ μέγας Ἰάκωβος, τῶν τῆς ἐπισκοπῆς | |
5 | οἰάκων ἐπειλημμένος, Πέρσαις μεγάλῳ στρατῷ ἐπελθοῦσι κατὰ τῆς Νισίβεως ἠμύνατο, σκνιπῶν αὐτοῖς καὶ κωνώπων σμήνη ἀντιστρατεύσας, καὶ φυγάδας παρασκευάσας ἐξαυτῆς, καὶ τού‐ τῳ τῷ τρόπῳ τοὺς δυσμενεῖς καταγωνισάμενος. ἣν καὶ ἀοίκητον εὗρεν ὁ βασιλεὺς, τῶν ταύτην οἰκούντων δέει τῆς Ῥωμαϊκῆς ἐκ‐ | |
10 | στρατείας μεταναστάντων, καὶ φυγαδείᾳ χρησαμένων πρὸς τὰ ἐνδότερα. βʹ. Καταδραμὼν οὖν τὴν περίχωρον, καὶ ὑπόσπονδον Ῥω‐ μαίοις ταύτην θέμενος, ἠπείγετο καὶ μέχρις Ἐκβατάνων ἀφι‐ κέσθαι, ἵνα τὰ τῶν Ἀγαρηνῶν τυραννεῖα καθέστηκεν, ἀμύθη‐ | |
15 | τον ἄργυρον καὶ χρυσὸν καὶ πλοῦτον παντοδαπὸν ἔνδον κατέ‐ χοντα, ἐξ ἐπιδρομῆς καὶ ταῦτα ἑλεῖν προθυμούμενος. λέγεται γὰρ τῶν ἄλλων πόλεων μᾶλλον, ὅσαι τελοῦσιν ὑπὸ τὸν ἥλιον, πολύολβον καὶ πολύχρυσον τὴν Ἐκβατάνων πολιτείαν τελεῖν. αἴτιον δὲ τὸ ἐκ πολλῶν μὲν χώρων αὐτὴν χρηματίζεσθαι, μηδε‐ | |
20 | μίαν δὲ προτοῦ τῶν δυσμενῶν ὑπομένειν καταδρομήν. ἀλλὰ γὰρ ἐπέσχε τὴν τούτου ὁρμὴν ἥ, τε λειψυδρία τῶν τόπων, καὶ ἡ σπάνις τῶν ἀναγκαίων. ἡ γὰρ ἐπιλεγομένη Καρμανῖτις ἔρημος διὰ τῶν ἐκεῖσε χωρίων διήκει, τραχεῖαν καὶ ἀνάντη προβαλλο‐ | |
μένη ὁδὸν, καὶ μήτε ὕδωρ βλυστάνουσα, μήτε βοτάνην ἀνα‐ | 162 | |
163 | βλαστάνουσα, ψαφαρά τις οὖσα καὶ ἄνικμος. διὰ ταῦτα πρὸς τῶν Ἀγαρηνῶν αὑτῷ προσαχθέντα δῶρα ἐνσκευασάμενος, ἐν μυριάσι τριακοσίαις ἀργύρου καὶ χρυσοῦ ἀριθμούμενα, εἰς τὸ Βυ‐ ζάντιον ἐπανέζευξε, καὶ τόν τε χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὰ | |
5 | ἐκ Σηρῶν ὑφάσματα καὶ ἀρώματα, καὶ ὅσα πρὸς τῶν Ἀγαρη‐ νῶν ἀνείληφε δῶρα, διὰ τῆς ἀγορᾶς ἐθριάμβευσε, τῶν ἀστικῶν θεωμένων καὶ τὸ πλῆθος αὐτῶν θαυμαζόντων, φιλοτίμως τε τοῦτον ὑποδεχομένων, καὶ σὺν εὐφημίαις προπεμπόντων εἰς τὰ βασίλεια, τοῖς τοιούτοις τροπαίοις κλεϊζόμενον. τηνικαῦτα καὶ | |
10 | ὁ πατριάρχης Βασίλειος, φθόνῳ τῶν ἐπισκόπων διαβληθεὶς πρὸς τὸν αὐτοκράτορα, ὡς δή τινι τῶν μέγα δυναμένων χρᾷ τὴν τῆς ἡγεμονίας ἀρχὴν, καὶ τὰ τῆς ἐκκλησίας οὐκ εὐθύνει καθὰ καὶ πρὸς τῶν θείων κανόνων νενόμισται, εἰς τὸ βασιλικὸν εἰσεκα‐ λεῖτο δικαστήριον. ἐπεὶ δὲ μὴ ἀπήντα, ἀλλ’ οἰκουμενικὴν ἀν‐ | |
15 | τέλεγεν ἰσχυριζόμενος ἀθροισθῆναι σύνοδον, καὶ τηνικαῦτα δια‐ λύσασθαι τὰ ἐγκλήματα· τοῦτο γὰρ βούλεσθαι καὶ τὰ τῶν πα‐ τέρων θεόπνευστα παραγγέλματα, οἰκουμενικὴν ἐπὶ πατριάρχου καθαιρέσει συγκροτεῖσθαι σύνοδον· εἰς τὸ κατὰ τὸν Σκάμανδρον τελοῦν φροντιστήριον, ὅπερ αὐτὸς ἐδείματο, πρὸς τοῦ βασιλέως | |
20 | περιορίζεται· ἀνὴρ ἄτροφος σχεδόν τε καὶ ἄσαρκος, ἐξ ἁπαλῶν ὀνύχων ἀσκητικοῖς ἀγῶσιν ὑπὲρ φύσιν ἐγγυμνασάμενος, ἀμπε‐ χόνῃ κεχρημένος θέρει τε καὶ χειμῶνι μιᾷ, καὶ ταύτῃ μὴ ἀπεκ‐ δυόμενος, ἕως ἂν διεῤῥύη καὶ ἄχρηστος ἐξεγένετο, βρωτῶν δὲ | |
μὴ γευόμενος ἢ ποτῶν, πλὴν ὕδατος καὶ τῶν ἐξ ἀκροδρύων χυ‐ | 163 | |
164 | μῶν. λέγεται δὲ μηδὲ παρὰ κλίνην καθευδῆσαι, ἀλλ’ ἐπ’ ἐδά‐ φους, παρ’ ὅλον αὑτοῦ τὸν καιρὸν τῆς ἀσκήσεως. ἐλάττωμα δὲ τοῦτο μόνον φασὶ προσεῖναι τἀνδρὶ, τὸ τὰς ἀναγωγὰς καὶ ἀναστροφὰς τῶν ἀνδρῶν περὶ πλείστου ποιεῖσθαι διαγινώσκειν, | |
5 | πολυπραγμονοῦντι καὶ διερευνωμένῳ πέρα τοῦ δέοντος. γʹ. Ὑπερορίᾳ τοιγαροῦν τοῦ Βασιλείου κατακριθέντος, τοὺς τῆς πατριαρχίας οἴακας Ἀντώνιος ἐγχειρίζεται, ἀνὴρ ἐν τῇ τοῦ Στου‐ δίου μονῇ τὴν ἀσκητικὴν ἐκ νεότητος πολιτείαν ἀναιρετισάμενος, καὶ βίον ἕλκων ἀποστολικόν. πλέον γὰρ τῶν τῇ σαρκὶ ἀποχρών‐ | |
10 | των ἀμφίων οὐδὲν ἐπεφέρετο, καίτοι πρὸς τῶν μέγα δυναμένων, καὶ βασιλέων αὐτῶν, πλεῖστα φιλοφρονούμενος διὰ τὴν ἐνοῦσαν αὑτῷ ἀρετήν. οὐ μόνον δὲ, ἀλλὰ κἀκ τοῦ προσόντος αὑτῷ ἀξιώ‐ ματος ποριζόμενος (τῷ τοῦ Συγκέλλου γὰρ τὸ πρότερον ἐτιμᾶτο ἀξιώματι), πάντα τοῖς πένησι διεδίδου, τὸν ἔλεον μιμούμενος | |
15 | τοῦ Θεοῦ, καὶ γνῶσιν θείαν καὶ ἀνθρωπίνην, εἰ καί τις ἄλλος, ἐπλούτει. τούτου τῇ ὄψει καὶ τοῖς ἤθεσι θαυμαστή τις ἐπέλαμπε χάρις ἐν βαθυτάτῃ τῇ πολιᾷ. οὐ γάρ τις παρέβαλλε τούτῳ τῶν τρυφώντων καὶ μέγα φυσώντων τῇ τῶν ματαίων σκηνῇ, ὃς μὴ σωφρονῶν εὐθὺς ἀπηλλάττετο, σκιὰν καὶ ὄναρ τὸν βίον τελεῖν | |
20 | παιδευόμενος· οὐδὲ τοὔμπαλιν συμφοραῖς ἀνηκέστοις περιόδυνον ἕλκων τὴν βιοτὴν, ὃς μὴ ἀπέτρεχεν εὐθυμῶν, διδασκόμενος, μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλ’ ἑαυτὸν ἐπιῤῥίπτειν πρὸς τὸν δυ‐ | |
νάμενον σώζειν ἐκ θλίψεως, καὶ παρ’ ἐκείνου τὴν σωτηρίαν ἐπι‐ | 164 | |
165 | ζητεῖν. τοιοῦτος δή τις ἦν τόν τε βίον καὶ λόγον ὁ Ἀντώνιος, ἀγγελικός τις καὶ θεῖος τελῶν ὁ ἀνὴρ, ὡς ἐν κεφαλαίῳ εἰπεῖν. κατὰ τοῦτον δὴ τὸν καιρὸν καὶ δίδυμοι ἄνδρες, ἐκ τῆς τῶν Καππαδοκῶν χώρας ὁρμώμενοι, πολλαχοῦ τῆς Ῥωμαϊκῆς ἐπι‐ | |
5 | κρατείας ἐφοίτων, οὓς καὶ αὐτὸς ὁ ταῦτα ξυγγράφων πολλά‐ κις κατὰ τὴν Ἀσίαν τεθέαμαι, τεράστιόν τι θαῦμα πέλοντας καὶ καινόν. ἄρτια γὰρ αὐτοῖς καὶ ὁλότητα περισώζοντα τὰ τοῦ σώ‐ ματος καθίσταντο μόρια· ἀπὸ δὲ μάλης καὶ μέχρι λαγῶνος αἱ πλευραὶ τούτοις ἐκεκόλληντο, ἑνοῦσαι τὰ σωμάτια καὶ εἰς ἓν συν‐ | |
10 | αρμόζουσαι. καὶ ταῖς μὲν ψαυούσαις ἀλλήλων τῶν χειρῶν τοὺς σφῶν περιέπλεκον τένοντας, θατέραις δὲ βακτηρίας ἔφερον, αἷς βαδίζοντες ἐσκηρίπτοντο, τριακοστὸν τῆς ἡλικίας ἔτος ἄγοντες. καὶ σώματα τούτοις εὖ ἐπεφύκει, ἀνθηρὰ πεφηνότα καὶ νεανικά. ἡμιόνῳ δὲ κατὰ τὰς μακρὰς ἀποδημίας ὠχοῦντο, θηλυπρεπῶς | |
15 | παρὰ τὴν ἀστράβην ἑζόμενοι, ἄλεκτόν τι χρῆμα γλυκυθυμίας καὶ ἐπιεικείας τυγχάνοντες. ἀλλὰ περὶ τούτων μὲν ἅλις. δʹ. Ὁ δὲ αὐτοκράτωρ Ἰωάννης, αὖθις τοῦ ἦρος ἀναλάμ‐ ψαντος, τὰς Ῥωμαϊκὰς συγκροτήσας δυνάμεις, καὶ ταύτας εἰς τὸ ἀκριβὲς καθοπλίσας, τῆς βασιλευούσης ἀπάρας, διὰ τῆς Παλαιστί‐ | |
20 | νης ἐχώρει, γῆς εὐδαίμονος, γάλα τε καὶ μέλι ῥεούσης, προφητικῶς εἰπεῖν. ἐνταῦθα φρουρίῳ προσβάλλει, τῷ τῇ Σύρᾳ φωνῇ καλουμένῳ | |
Μέμπετζε· ὃ καὶ πολέμῳ καὶ ταῖς παντοδαπαῖς μηχαναῖς παρα‐ | 165 | |
166 | στησάμενος, τὰ τοῦ Σωτῆρος Χριστοῦ σανδάλια ἐκεῖσε ἀνευρηκὼς, ἀνείληφεν ὥς τι δῶρον οὐράνιον, καὶ τὰς τοῦ σεβασμίου τε Προ‐ δρόμου τρίχας, τοῦ Κήρυκος. καὶ τὰ μὲν αὖθις ἐν τῷ περιπύ‐ στῳ τῆς θεομήτορος σηκῷ, τῷ κατὰ τὴν ἀνακτορικὴν ἑστίαν δε‐ | |
5 | δομημένῳ, ἀπέθετο, ὥς τινα πολύολβον θησαυρόν· τὰς δὲ ἐν τῷ τοῦ Σωτῆρος νεῷ, ὃν αὐτὸς ἐκ βάθρων ἀνήγειρεν. ἐκεῖθεν ἀπά‐ ρας Ἀπαμείᾳ προσέβαλε, φρούριον δὲ αὕτη ὀχυρὸν καὶ δυσάλω‐ τον. ἀλλὰ καὶ ταύτην εὐαριθμήτοις ἡμέραις ᾑρηκὼς καὶ κατα‐ στρεψάμενος, ἐπὶ Δαμασκὸν μετὰ τοῦ στρατεύματος ἴεται. οἱ | |
10 | δὲ ταύτην οἰκοῦντες, πολλοῦ τιμώμενα δῶρα ταῖς χερσὶν ἀνειλη‐ φότες, πρὸς τοῦ ἐμπορίου τῷ βασιλεῖ ὑπηντίαζον, παραιτούμε‐ νοί τε τὸν τούτου θυμὸν, καὶ τοῖς δώροις αὐτὸν ἐξευμενιζόμε‐ νοι. ὁ δὲ, φόρους αὐτοῖς τάξας ῥητοὺς καὶ ὑποσπόνδους Ῥω‐ μαίοις ἀπεργασάμενος, ἐκεῖθεν ὁρμηθεὶς διὰ τοῦ Λιβάνου (ὄρος | |
15 | δὲ ὁ Λίβανος κατ’ ἐκεῖνον τὸν χῶρον τραχὺ καὶ μέγιστον διατεῖ‐ νον, τήν τε Φοινίκην καὶ Παλαιστίνην ἀλλήλων ἀπείργει) ἐγκαρ‐ σίως ἠπείγετο, καὶ κατ’ αὐτὴν τὴν ῥαχίαν ἀφικόμενος, τὴν Βορ‐ ζῶ, πόλιν ἐρυμνωτάτην, ἐξ ἐπιδρομῆς εἷλεν. ἐντεῦθεν ἀπάρας ἐς Φοινίκην κάτεισι, καὶ τάς τε Βαλαναίας τὸ φρούριον αἱρεῖ, | |
20 | καὶ τὴν Βηρυτὸν πολιορκεῖ· ἐν ᾗ καὶ τὴν τοῦ Σωτῆρος ἐν εἰκόνι σταύρωσιν εὑρηκὼς, καὶ ταύτην ἐκεῖθεν ἀνειληφώς, ἐν τῷ τοῦ Σωτῆρος νεῷ, ὃν ἐκ βάθρων ἐδείματο, παρεκπέμπει. εʹ. Λέγεται δὲ περὶ ταύτης τῆς θείας εἰκόνος ἐξαίσιόν τι συμ‐ | |
βεβηκέναι τεράστιον. φασὶ γὰρ κατά τινα ἑστίαν τῆς Βηρυτοῦ | 166 | |
167 | ἄνδρα τὰ Χριστιανῶν πρεσβεύοντα παροικεῖν, καθ’ ἣν καὶ τὴν ῥηθεῖσαν εἰκόνα σεβόμενον ἀναθέσθαι. χρόνον δὲ ὕστερον καθ’ ἑτέραν οἰκίαν μεταναστεῦσαι, καὶ, κατὰ θείαν τινὰ πρόνοιαν, λήθῃ περισχεθέντα κατὰ τὴν προτέραν οἰκίαν τὴν εἰκόνα παραλι‐ | |
5 | πεῖν. ταύτην δὲ τὴν ἑστίαν Ἰουδαῖον παρειληφέναι τινὰ, ὥστε καὶ κατοικεῖν· τὸν δὲ τῶν ὁμοθρήσκων αὑτοῦ τινας εἰς τὴν ὑστε‐ ραίαν ἡστιακέναι. οὓς τῷ δόμῳ ὑπεισελθόντας καὶ πρὸς ἐνώπια τὴν τοῦ Σωτῆρος σταύρωσιν ἀνατεθειμένην ἀθρήσαντας, δεινῶς λοιδορεῖσθαι τὸν Ἰουδαῖον, ὡς ἔκσπονδον τῆς σφῶν θρησκείας | |
10 | καὶ τὰ τῶν Χριστιανῶν σέβοντα. τὸν δὲ ὅρκοις αὐτοὺς διαβε‐ βαιοῦσθαι, ἦν μὴν μὴ τὴν τοιαύτην εἰκόνα ἕως τοῦ παρόντος θεά‐ σασθαι. αὖθις δὲ πρὸς αὐτὸν τοὺς παλαμναίους ἐκείνους εἰπεῖν καὶ, „εἰ μὴ τὰ τῶν Χριστιανῶν ὀργιάζεις, ἔργοις ἡμᾶς πληρο‐ φόρησον, καὶ ταύτην τὴν λόγχην ἀνειληφώς, νύξον τὸ τοῦ Να‐ | |
15 | ζαραίου εἰκόνισμα κατὰ τῆς πλευρᾶς, τὸν τρόπον, ὃν οἱ πατέ‐ ρες ἡμῶν τοπάλαι τοῦτον σταυρώσαντες ἐλόγχευσαν.“ τὸν δὲ, τὴν λόγχην μεταχειρισάμενον, ὡς εἶχε θυμοῦ, καὶ μάλιστα πληρο‐ φορεῖν ἐκείνους βουλόμενον, τὸ περιαπτόμενον αὑτῷ ἔγκλημα κατεπειγόμενον ἀποτρίψασθαι, νύξαι τὴν τῆς εἰκόνος πλευράν. | |
20 | ἅμα δὲ τῇ προσβολῇ τῆς αἰχμῆς, πλῆθος καταῤῥεῦσαι σὺν ὕδα‐ τι αἵματος· τοὺς δὲ δυσσεβεῖς Ἰουδαίους πεπηγέναι τῷ φρικτῷ τοῦ θεάματος, καὶ τῆς φήμης διαδοθείσης, τοὺς τὰ Χριστια‐ νῶν σέβοντας εἰσπηδῆσαί τε τὴν τοῦ Ἑβραίου ἑστίαν, καὶ τὴν | |
σεπτὴν τοῦ Σωτῆρος ἀνειληφέναι σταύρωσιν, ἔτι τὸ θεῖον ἐκβλύ‐ | 167 | |
168 | ζουσαν αἷμα, καὶ εἰς ἱερὸν ἀναθεῖναι σηκὸν, καὶ τιμᾷν μεγαλο‐ πρεπῶς. ταύτην ὁ βασιλεὺς τὴν θεάνθρωπον μορφὴν ἐκεῖθεν ἀνει‐ ληφώς, τῷ Βυζαντίῳ παρέπεμψεν, ὥς μοι ἤδη δεδήλωται. ϛʹ. Ἐπεὶ δὲ τάς τε Βαλαναίας καὶ Βηρυτὸν τῷ πολεμεῖν ᾕρη‐ | |
5 | κε, Τριπόλει προσβάλλει. καὶ μὴ οἷός τε ὢν ταύτην πολιορκεῖν ἐξ ἐπιδρομῆς (περιβόλοις γὰρ κατὰ τὴν ἤπειρον ἐρυμνοῖς περιείληπται, ἐπὶ λόφου τινὸς ἀποτόμου διατείνουσα· κατὰ θάτερον δὲ μέρος θαλάσσῃ περικλύζεται, ἐπίνειον καὶ προκόλπιον προβαλλομένῃ εὔορμον καὶ εὐχείμερον), ἐκεῖθεν ἀπάρας, τὰς παραλίους πολί‐ | |
10 | χνας ὁδῷ προβαίνων ἐξεπολιόρκει. κατὰ τοῦτον δὴ τὸν καιρὸν, Αὔγουστος δὲ μὴν ἦγεν ἀρχὴν, κομήτης ἐξεφάνη ἀστὴρ, χρῆμα θεῖόν τι καὶ καινὸν, λογισμὸν ὑπερβαῖνον ἀνθρώπινον. οὐδὲ γὰρ τοιοῦτόν τι κατὰ ταύτας ὤφθη τὰς γενεὰς, οὐδ’ ἐπὶ το‐ σαύτας ἡμέρας ἐπιφαίνειν τὸ πρόσθεν συμβέβηκεν. οὗτος ἀπ’ | |
15 | ἀνατολῆς βορειότερος ἀνίσχων, καὶ εἰς ὕψος ὅ,τι πλεῖστον αἰ‐ ρόμενος, ὡς κυπάριττός τε ὑψούμενος, εἶτα ἠρέμα κυρτούμε‐ νος, πρὸς μεσημβρίαν ἀπένευεν, ἀπλέτῳ πυρὶ ἐκκαιόμενος, καὶ τηλαυγεῖς καὶ λαμπρὰς τὰς ἀκτῖνας ἐπαφιεὶς, πρᾶγμα δείμα‐ τος καὶ φρίκης γέμον τοῖς ἀνθρώποις ὁρώμενος. ἀπ’ ἀρχῆς δὲ | |
20 | μηνὸς Αὐγούστου, ὡς ἔφην, φανεὶς, ἐφ’ ὅλαις ἡμέραις ἐπε‐ ποίητο τὴν ἐπιτολὴν ὀγδοήκοντα, ἀπὸ μέσων ἀνίσχων νυκτῶν, καὶ μέχρι σταθηρᾶς ἡμέρας ὁρώμενος. βασιλεὺς δὲ, τὸ ἀσύνηθες τε‐ | |
ράστιον κατιδὼν, τοὺς περὶ τὴν τῶν μετεώρων ἐσχολακότας ἠρώτα | 168 | |
169 | παρατήρησιν, ὅ,τι δὴ καὶ βούλοιτο τὸ τοιοῦτον ἐξαίσιον. οἱ δὲ, οὐχ ὡς ἡ τέχνη παρεῖχε τεκμαίρεσθαι, τρὸς δὲ τὸ τοῦ βασι‐ λέως βούλημα, τὴν τοῦ κομήτου παρεξηγοῦντο ἐπιτολὴν, νίκην τε αὐτῷ κατ’ ἐχθρῶν καὶ μακρότητα ἡμερῶν ἐπαγγελλόμενοι | |
5 | ἔσεσθαι. ἤστην δὲ οἱ ταῦτα παρεξηγούμενοι Συμεώνης τε, ὁ Λο‐ γοθέτης καὶ Μάγιστρος, καὶ ὁ τῆς Νικομηδείας πρόεδρος Στέφα‐ νος, ἄνδρες τῶν τότε σοφῶν ὄντες ἐλλογιμώτεροι. ἀλλ’ οὐχὶ ταῦ‐ τα ἡ τοῦ κομήτου παρεδήλου ἐπιτολὴ, ἃ πρὸς χάριν οἱ ἄνδρες τῷ αὐτοκράτορι ὑπηγόρευον, ἀποστασίας δὲ χαλεπὰς, ἐθνῶν τε ἐπι‐ | |
10 | δρομὰς, καὶ ἐμφυλίους στάσεις, καὶ μεταναστάσεις πόλεων καὶ χώρων, λιμοὺς καὶ λοιμοὺς, καὶ φρικώδεις σεισμοὺς, καὶ πανο‐ λεθρίαν σχεδὸν τῆς Ῥωμαϊκῆς ἐπικρατείας, ἅπερ ἡμεῖς ἐκ τῆς τῶν πραγμάτων ἐκβάσεως εἴδομεν. ζʹ. Μετὰ γὰρ τὴν τοῦ αὐτοκράτορος Ἰωάννου ἐκδημίαν ἀπὸ | |
15 | τοῦ σώματος, Βάρδας Μάγιστρος, ὁ κατ’ ἐπωνυμίαν Σκληρὸς, φιλαρχίαν καὶ ἀπληστίαν νοσῶν, ἀπάτῃ δὲ μετελθὼν καὶ φενακί‐ σας τὸν πολὺν ὄχλον καὶ εὔκολον, ἀποστασίαν δεινὴν κατὰ τῶν κρατούντων ἐμελέτησεν· ἐπὶ τετραετῆ τε ἐνιαυτὸν τὴν Ἀσίαν κα‐ τέδραμε, χώρας πυρπολῶν, καὶ πόλεις καταστρεφόμενος, τήν | |
20 | τε Ῥωμαϊκὴν δύναμιν, ἐξ ἀντιπάλου παρατάξεως ἀντιτασσομένην αὑτῷ, τρεπόμενος καὶ κατακαίνων ὠμῶς· τοῦτο μὲν ὑπὸ τοῦ Πατρικίου Πέτρου καὶ στρατοπεδάρχου δημαγωγουμένην, ὅτε κατὰ τὴν Λάπαραν τὸ πεδίον (μεθόριον δὲ τοῦτο τῆς χώρας τῶν Ἀρμενίων) ἡ μάχη συνεκροτεῖτο, ὁπηνίκα καὶ αὐτὸς ὁ Πατρίκιος | |
25 | Πέτρος, δορατίῳ βληθεὶς καὶ τοῦ ἵππου κατενεχθεὶς, παρ’ αὐτὴν | 169 |
170 | ἐξέπνευσε τὴν παράταξιν, πλείστων ὅτι τῶν ὑπασπιστῶν συνα‐ ναιρεθέντων αὐτῷ· τοῦτο δὲ ὑπὸ Βάρδα Μαγίστρου τοῦ Φωκᾶ, ὃς πρὸς τῶν κρατούντων τὸ τοῦ Δομεστίκου τῶν Σχολῶν ὑποζω‐ σάμενος ἀξίωμα, ἀντίπαλος τῷ Σκληρῷ κατὰ τὴν Παγκάλειαν | |
5 | παρετάξατο. ἱππήλατον τοῦτο πεδίον, τῷ Ἀμωρίῳ προσέγγιον. ὅπου δὴ καὶ παρὰ τὸ μεταίχμιον ῥάβδῳ κατὰ τοῦ κρανίου πληγεὶς ὁ Φωκᾶς, τοῦ ἵππου τε κατενέχθη καὶ εἰς γῆν κατεβλήθη· καὶ κἂν ἥλω τῶν ἐναντίων καὶ ἀκλεῶς παραπώλετο, εἰ μὴ ὡς εἷς τῶν πολ‐ λῶν παρώφθη παρὰ τῶν δυσμενῶν, ἠγνοηκότων αὐτὸν, ἐπελθοῦ‐ | |
10 | σα δὲ ἡ νὺξ τοῦτον διέσωσεν. ὁ δὲ Σκληρὸς, ταῖς τοιαύταις νί‐ καις ἐπαρθείς τε καὶ φρενωθεὶς, ἀνυπόστατός τις καὶ ἀκαταγώνι‐ στος ἐνομίζετο. ἐντεῦθεν τήν τε Νίκαιαν, καὶ Ἄβυδον, καὶ Ἀττάλειαν τῷ πολεμεῖν παρεστήσατο, καὶ τὴν τῆς Ἀσίας ἐπε‐ ποιήσατο Ῥωμαϊκὴν ἐπικράτειαν· καὶ πλείστας τριήρεις προσεί‐ | |
15 | ληφε, καὶ θαλασσοκρατῶν μεγάλα τοὺς ἐμπόρους ἐσίνετο, καὶ αὐτὴν ἤδη τὴν βασιλεύουσαν, τὰς σιτηγοὺς φορτίδας οὐκ ἐῶν εἰς αὐτὴν ἀναπλέειν κατὰ τὸ πρότερον· ἕως οὗ ἐκ Βυζαντίου πυρφόροι νῆες πρὸς τῶν κρατούντων λαθραίως ἐξαπεστάλησαν. ἃς Βάρδας Μάγιστρος ὁ Παρσακουτηνὸς ἄγων, αἰφνίδιον τῇ Ἀβύδῳ προσ‐ | |
20 | ορμισθεὶς, τάς τε τριήρεις τοῦ τυράννου κατέφλεξε, καὶ τὴν τῶν στρατιωτῶν κατηκόντισε φάλαγγα, καὶ τὸ φρούριον εἴληφεν. αὖθις δὲ ὁ Φωκᾶς, χεῖρα περὶ αὑτὸν πλείστην στρατιωτῶν ἠθροικὼς, τῷ Σκληρῷ ἐπιτίθεται, καὶ τοῦτον τρεψάμενος ἐν Ἐκβατάνοις | |
πρὸς τοὺς Ἀγαρηνοὺς φυγεῖν παρεσκεύασεν. | 170 | |
171 | ηʹ. Εἶτ’ αὖθις ἐπεὶ τὸ λῃστρικὸν τῶν συνωμοτῶν τοῦ Σκλη‐ ροῦ Βάρδα τελέως ἐσκίδνατο, τὰς δυνάμεις ἀνειληφὼς ὁ αὐτο‐ κράτωρ Βασίλειος ἠπείγετο κατὰ τῶν Μυσῶν. ἡ γὰρ ἐκείνων αὐ‐ θάδεια καὶ ἀπήνεια, φονικὸν περιπνέουσα, τὴν Ῥωμαϊκὴν ἐσίνετο | |
5 | ἐπικράτειαν, καὶ τὰ τῶν Μακεδόνων ἀφειδῶς ἐληΐζετο, ἡβηδὸν ἅπαντας διαφθείρουσα. τῷ τοι καὶ θερμότερον ἤπερ ἔδει μᾶλλον κινηθεὶς ἢ προμηθέστερον, αὐτοβοεὶ καθελεῖν ταύτην ἠπείγετο. ἀλλὰ τῶν ἐλπίδων ἐπηρείᾳ τύχης ἡμάρτανεν. ἐπεὶ γὰρ τὰς ἐστε‐ νωμένας καὶ κρημνώδεις ἀτραποὺς διοδεύσας, κατὰ τὴν Σαρδι‐ | |
10 | κὴν ἐπεχωρίασεν, ἣν καὶ Τράλιτζαν ἡ Σκυθικὴ συνήθεια κέ‐ κληκεν, ἐνταῦθα τὸν τοῦ στρατοπέδου ἐπήξατο χάρακα, καὶ αὐ‐ τὴν παρακαθισάμενος, ἐφ’ ἡμέραις εἴκοσιν ἐφρούρει. ἀλλ’ οὐ‐ δὲν εἶχεν ἀνύσειν, τῇ κακοπραγίᾳ τῶν στρατηγῶν ἐς ῥᾳστώ‐ νην καὶ νωθείαν ἀποκλινάσης τῆς στρατιᾶς. τοίνυν πρότερον μὲν | |
15 | τοὺς ἐπὶ χιλὸν καὶ χορτάσματα τοῦ χάρακος ἐξιόντας ἐνεδρεύ‐ σαντες οἱ Μυσοὶ, πολὺν φόνον εἰργάσαντο, καὶ πλῆθος ὑποζυ‐ γίων καὶ ἵππων ἀπήγαγον. ἔπειτα τῶν ἑλεπόλεων καὶ τῶν λοιπῶν μηχανημάτων ἀπειρίᾳ τῶν προσαγηοχότων ταῦτα τοῖς τείχεσιν ἀπρακτησάντων, καὶ πυρποληθέντων παρὰ τῶν δυσμενῶν· ἐπεὶ καὶ | |
20 | σπάνις τῶν ἀναγκαίων κατεῖχε τὴν στρατιὰν, τῶν συμπεφορημέ‐ νων ἐπισιτισμῶν ἤδη ἀναλωθέντων, τῷ μὴ πεφεισμένως ἀλλ’ ἄδην κατεμφορεῖσθαι αὐτῶν, ἐνσκευασάμενος συνάμα τῇ στρατιᾷ τὴν | |
ἐπὶ τὸ Βυζάντιον ᾔει. πανημέριος δὲ διοδεύσας, ἐπί τινα λόχμην | 171 | |
172 | διεσκηνίσατο, καὶ τὴν πληθὺν διανέπαυε. μήπω δὲ τῆς πρώτης φυλακῆς τῆς νυκτὸς συμπεραιωθείσης, ἐξαίφνης ἀστὴρ παμμεγέ‐ θης ἐκ τοῦ ἑῴου μέρους τοῦ χάρακος ὁρμηθεὶς καὶ τὰς σκηνὰς πε‐ ριλάμψας ἀπλέτῳ φωτὶ, ἐπὶ τὸ ἑσπέριον μέρος παρ’ αὐτὴν τὴν | |
5 | ταφρείαν καταπεσὼν, καὶ εἰς σπινθῆρας συχνοὺς διαιρεθεὶς, ἀπε‐ σβέσθη. τὴν αὖθις δὲ τοῦ στρατοῦ παρεδήλου διαφθορὰν ἡ τοῦ ἀστέρος καταφορά. ἔνθα γὰρ τοιουτότροπόν τι γενέσθαι συμβέ‐ βηκε, τοῦ ὑποκειμένου πανολεθρίαν ἐσήμηνε. τεκμήριον τοῦτο σαφὲς ὁ ἐπὶ τῆς Τρωϊκῆς πληθύος κατενεχθεὶς ἀστὴρ, ὁπηνίκα | |
10 | Πάνδαρος τῷ Μενελάῳ ἐπετοξάζετο· ἐκεῖ γὰρ αὐθημερὸν ἡ Τρωϊ‐ κὴ φάλαγξ πρὸς τῶν Ἀχαιῶν εἰς φυγὴν ἀγεννῆ συνεκλείετο. καὶ ἐπὶ τῶν Ῥωμαϊκῶν δὲ πολέμων εὕροι τις ἂν, τὴν ἱστορίαν μετιὼν, τὸ τοιοῦτον πολλάκις συμβὰν, καὶ τὸ στράτευμα διαφθαρὲν, ἵνα τὸ φάσμα ἐπέσκηψεν. εἴδομεν δὲ καὶ αὐτοὶ ἐπὶ τῆς τοῦ προέδρου | |
15 | Βασιλείου ἑστίας τοιοῦτόν τι κατενεχθέν· καὶ μήπω καιροῦ συχνοῦ διαῤῥεύσαντος ἐκεῖνόν τε τοῦ βίου ὑπαπελθόντα, καὶ εἰς διαρπα‐ γὴν καὶ προνομὴν ἐκδοθέντα τὰ αὐτῷ διαφέροντα. ἀλλὰ περὶ μὲν τῆς τοῦ ἀστέρος φαντασίας ὧδέ πη ἐχέτω· τότε δὲ, κατὰ τὴν ὑστεραίαν, διά τινος ὑλώδους καὶ σηραγγώδους αὐλῶνος διῄει τὸ | |
20 | στράτευμα· ἐκεῖνον δὲ μόλις παραδραμὸν, χαραδρώδεις καὶ ἀνάν‐ τεις κατελάμβανε χώρους· ἐν οἷς οἱ Μυσοὶ Ῥωμαίοις ἐπιθέμενοι πλεῖστον ὅτι πλῆθος ἀνδρῶν διέφθειραν, καὶ τήν τε βασίλειον ἀρχὴν καὶ τὸν πλοῦτον εἰλήφεσαν, καὶ τὴν ἀποσκευὴν τῆς στρα‐ | |
τιᾶς ἐλαφυραγώγησαν ἅπασαν. τότε δὴ καὶ αὐτὸς ὁ ταῦτα ἐκ‐ | 172 | |
173 | τραγῳδῶν ἐκεῖσε παρήμην, τῷ κρατοῦντι δυστυχῶς συνεπόμενος καὶ τῇ τοῦ διακόνου λειτουργίᾳ ὑπηρετούμενος. καὶ κᾂν ἐξεχύθη μου παρὰ μικρὸν τὰ διαβήματα, καὶ μαχαίρας Σκυθικῆς γέγονα παρανάλωμα, εἰ μή με θεία τις ἐξ αὐτοῦ τοῦ κινδύνου ἀπήγαγε | |
5 | πρόνοια, ἥτις ἐξιππάσασθαι τάχος πεποίηκε, πρὸ τοῦ καταλη‐ φθῆναι τὴν φαραγγώδη πρὸς τῶν δυσμενῶν ἄνοδον, παρελθεῖν τε ταύτην, καὶ δρομαίως καταλαβεῖν τὴν ἀκρώρειαν. μόλις οὖν διὰ δυσβάτων ὀρέων τὸ περιλειφθὲν τοῦ στρατεύματος τὴν καταδρο‐ μὴν διέφυγε τῶν Μυσῶν, τὴν ἵππον σχεδὸν ἀποβαλὸν ἅπασαν | |
10 | καὶ τὴν ἐπικομιζομένην ἀποσκευὴν, καὶ πρὸς τὰ Ῥωμαϊκὰ ἐπανέ‐ ζευξεν ὅρια. θʹ. Μήπω δὲ τοῦ τοιούτου πάθους τελευταίως ὑπολωφή‐ σαντος, Βάρδας Μάγιστρος ὁ Φωκᾶς κατὰ τῶν κρατούντων ἐτραχηλίασε, καὶ τὴν τῆς Ἀσίας Ῥωμαϊκὴν ὑπεποιήσατο δύνα‐ | |
15 | μιν, καὶ κατὰ θάλασσαν ἐπίνεια καὶ πτολίσματα πλὴν Ἀβύδου εἷλε· καὶ τριήρεις συχνὰς νεολκήσας, ἐφρούρει τὸν τοῦ Ἑλλησ‐ πόντου πορθμὸν, οὐκ ἐῶν τὰς φορτίδας ἀνάγεσθαι πρὸς τὴν βασιλεύουσαν· στρατιάν τε πλείστην, ἧς Λέων Μάγιστρος ὁ Με‐ λισσηνὸς ἡγεῖτο, παρὰ τὴν ἤπειρον τῆς Ἀβύδου καθίδρυσε, τάς τε | |
20 | σφετέρας τριήρεις φρουροῦσαν, καὶ πολιορκοῦσαν τὴν Ἄβυδον. αὖθίς τε χάρακα καρτερὸν πρὸ τοῦ Βυζαντίου ἐπὶ τοῦ τῆς Χρυσῆς πόλεως λόφου ἔπηξεν, ἱππικὴν ὅτι πλείστην καὶ πεζικὴν στειλάμενος δύναμιν· ἀρχηγοὺς δὲ τῆς στρατιᾶς ταύτης τόν τε σύναιμον αὑ‐ τοῦ τὸν Πατρίκιον Νικηφόρον, καὶ Καλοκύρην Πατρίκιον, ᾧ ἐπί‐ | |
25 | κλησις Δελφινᾶς προεστήσατο. τούτους ὁ αὐτοκράτωρ αὖθις Βα‐ | 173 |
174 | σίλειος, μετὰ δυνάμεως ἀποχρώσης τὸν Βόσπορον περαιωθεὶς, ἐξ ἀντιπάλου μάχης ἐτρέψατο· καὶ ζωγρίας συνειληφώς, τὸν μὲν Νικηφόρον καὶ ὁμαίμονα τοῦ Φωκᾶ πεδήτην ἀποφήνας, εἱρκτῇ συνέκλεισε· τὸν δέ γε Καλοκύρην τὸν Δελφινᾶ αὐτοῦ που παρὰ | |
5 | τὸν τῆς Χρυσοπόλεως λόφον, ἵνα καὶ ἡ σκηνὴ αὐτῷ ἐπήγνυτο, ἀνεσκολόπισε. Βάρδας δὲ ὁ Φωκᾶς, τὴν ἐν Χρυσοπόλει πανο‐ λεθρίαν τῆς στρατιᾶς διενηχηθεὶς, τήν τε τοῦ ὁμαίμονος σύλλη‐ ψίν τε καὶ κάθειρξιν, καὶ τὴν τοῦ Δελφινᾶ ἐπὶ τοῦ ξύλου προσ‐ παττάλευσιν, τὰς περὶ αὑτὸν δυνάμεις συνηθροικὼς, εἰς Ἄβυ‐ | |
10 | δον κάτεισι, τό, τε φρούριον τὸ ἐκεῖσε πειρώμενος πολιορκῆσαι, καὶ πρὸς τὴν Εὐρώπην διαπεράσαι, ὡς καὶ ταύτην ὑποποιή‐ σαιτο. ὁ δὲ αὐτοκράτωρ Βασίλειος, τὴν ἐν Ἀβύδῳ κάθοδον τοῦ τυράννου ἐνωτισθεὶς, τὴν περὶ αὑτὸν στρατιὰν συναγηοχὼς, καὶ τὰς πυρφόρους τριήρεις ἐξαρτυσάμενος, ἀντίπαλος τούτῳ | |
15 | καθίσταται· καὶ, περαιωθεὶς τὸν Ἑλλήσποντον, ἐν τῷ πρὸ τῆς Ἀβύδου πεδίῳ τὴν βασίλειον σκηνὴν ἐπήξατο, ὁσημέραι τὰς φά‐ λαγγας συντάττων καὶ ἐξασκῶν, καὶ γνωματεύων ὅτῳ τρόπῳ τῷ ἀποστάτῃ ἐπέλθοι. μιᾷ τοιγαροῦν τῶν νυκτῶν ἐς λόχους συν‐ τάξας τὸ στράτευμα, διὰ τῆς παρὰ θάλασσαν ἀταρπιτοῦ τοῖς | |
20 | ἐναντίοις ἐπέθετο, καὶ, ἤδη τῆς ἡμέρας διαφαυούσης, τάς τε τριήρεις πάσας ἐνέπρησε, καὶ τοὺς ἐναντίους κατακαίνων οὐκ ἀνίει. Βάρδας δὲ ὁ Φωκᾶς, τῷ αἰφνιδίῳ τῆς ἀφίξεως καὶ ἐπι‐ θέσεως τοῦ αὐτοκράτορος ἐκπλαγεὶς, ἀντιμέτωπος τοῦ χάρακος ἔξεισι· καὶ δῆτα κατὰ τὸ μεταίχμιον ἀντικαταστὰς, καὶ τοῦ | |
25 | ἵππου ἀθρόον κατενεχθεὶς, ξίφει τὸν αὐχένα ἐκκόπτεται. καὶ τὸ | 174 |
175 | μὲν γιγαντῶδες τούτου σῶμα κατὰ τὴν Ἄβυδον τῇ γῇ κατορύτ‐ τεται· ἡ δὲ κεφαλὴ, πρὸς τὴν βασιλεύουσαν ἐκπεμφθεῖσα καὶ δορατίῳ περιπαρεῖσα, κατὰ τὰς ἀγυιὰς θριαμβεύεται, καὶ τοῖς κατὰ τὴν Ἀσίαν καταπέμπεται στασιάζουσι. καὶ οὕτω τὰ τῆς | |
5 | ἀποστασίας εἰς σταθηρὰν γαλήνην μετεσκευάζετο. ιʹ. Καὶ ἄλλα δὲ παγχάλεπα ἡ τοῦ φανέντος ἀστέρος παρε‐ δήλου ἐπιτολὴ, καὶ οἱ παραδειχθέντες αὖθις πρὸς τὸ βόρειον μέρος ἀωρὶ τῶν νυκτῶν πύρινοι στύλοι, καὶ τοὺς ὁρῶντας ἐκδει‐ ματούμενοι. καὶ γὰρ καὶ οὗτοι τήν τε συμβᾶσαν πρὸς τῶν Ταυ‐ | |
10 | ροσκυθῶν τῆς Χερσῶνος ἅλωσιν παρεδήλουν, καὶ τὴν τῆς Βεῤ‐ ῥοίας κατάσχεσιν παρὰ τῶν Μυσῶν. ἔτι δὲ ὁ πρὸς δύσιν ἐπὶ κα‐ ταφορὰν τοῦ φωσφόρου ἀνίσχων ἀστὴρ, ὃς ἑσπερίους ποιούμε‐ νος τὰς ἐπιτολὰς, οὐδένα στηριγμὸν ἐφ’ ἑνὸς διεφύλαττε κέντρου, λαμπρὰς δὲ καὶ τηλαυγεῖς τὰς ἀκτῖνας ἐπαφιεὶς, μεταβάσεις ἐποι‐ | |
15 | εῖτο συχνὰς, πῆ μὲν βορειότερος ὁρώμενος, πῆ δὲ νοτιώτερος, ἔστι δ’ ὅτε καὶ αὐτὴν τὴν μίαν ἐπιτολὴν καὶ μεταμείβων τὸν αἰθέριον τόπον, καὶ ποιούμενος ἐναργῆ καὶ σύντομον τὴν μετά‐ βασιν· ὡς θαυμάζειν τοὺς ὁρῶντας καὶ καταπλήττεσθαι, καὶ οὐκ εἰς καλὸν τελευτήσειν οἴεσθαι τὴν τοῦ κομήτου ἀλλόκοτον | |
20 | κίνησιν. ὃ δὴ καὶ συνέβαινε κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν. καὶ γὰρ ἑσπέρας ἐνισταμένης, ἐν ᾗ μνήμην τοῦ μεγάλου Δημη‐ τρίου καὶ Μάρτυρος τελεῖν παρέλαβεν ἡ συνήθεια, φρικώδης ἐπενεχθεὶς σεισμὸς, καὶ οἷος οὐκ ἄλλος κατὰ ταύτας δὴ συνέβη | |
τὰς γενεὰς, τά τε πυργώματα τοῦ Βυζαντίου πρὸς γῆν κατε‐ | 175 | |
176 | ρίπωσε, καὶ τὰς πλείους ἑστίας ἀνέτρεψε, τάφον αὐτὰς τοῖς οἰ‐ κοῦσιν ἀπεργασάμενος, τά τε προσέγγια τοῦ Βυζαντίου χωρία μέχρις ἐδάφους κατέβαλε, καὶ πολὺν τῶν ἀγροίκων φθόρον ἐποίη‐ σεν· οὐ μόνον δὲ, ἀλλὰ καὶ τὸ ἡμισφαίριον τῆς ὑπερῴας τῆς | |
5 | μεγάλης ἐκκλησίας σὺν τῇ πρὸς δύσιν ἀψίδι κατέβαλε καὶ εἰς γῆν κατερίπωσεν· ἅπερ αὖθις ὁ αὐτοκράτωρ Βασίλειος ἐν ἓξ ἐνιαυ‐ τοῖς ἐδομήσατο. καὶ οἱ παγχάλεποι δὲ λιμοὶ, καὶ λοιμοὶ, αὐχμοί τε, καὶ ἐπικλύσεις, καὶ ἀνέμων ἐξαισίων ἐπιφοραί· ὁπηνίκα καὶ ὁ ἐν τοῖς Εὐτροπίου στύλος τῇ βίᾳ τῶν κυμάτων κατηνέχθη, καὶ ὁ | |
10 | ἐν αὐτῷ μοναστὴς ἐναπεπνίγη τοῖς θαλασσίοις ῥοθίοις δεινῶς· καὶ ἡ ἀφορία δὲ τῆς γῆς, καὶ τὰ ἐπισκήψαντα χαλεπὰ μετὰ τὴν τοῦ ἀστέρος ἐπιτολὴν, ἅπαντα ἐξεγένοντο. ἀλλὰ ταῦτα μὲν κατὰ μέρος εἰς τοὺς ἑαυτῶν καιροὺς ἡ ἱστορία παραδηλώσει. ιαʹ. Ὁ δὲ αὐτοκράτωρ Ἰωάννης, τότε τῶν τῆς Συρίας ἀπά‐ | |
15 | ρας (ἐκεῖθεν γὰρ, ὅθεν ἐξέβην, ἐπάνειμι), ἐπὶ τὸ Βυζάντιον ἴετο. ὁρῶν δὲ κατὰ πάροδον τήν τε Λογγιάδα καὶ τὸν Δριζῆν, χώρας εὐγείους τε καὶ εὐδαίμονας, ἃς πολλοῖς ἱδρῶσι καὶ αἵμα‐ σιν ἡ Ῥωμαϊκὴ στρατιὰ τῇ βασιλείᾳ τὸ πρότερον ἀνεσώσατο, τότε δὲ παρὰ τοῦ προέδρου Βασιλείου καὶ παρακοιμωμένου κα‐ | |
20 | τεχομένας, ἤσχαλλεν, ὡς τὸ εἰκὸς, καὶ ἠνιᾶτο, καὶ τὴν πλεο‐ νεκτικὴν ἐκείνου βίαν ὠνείδιζεν. ὁ δὲ ἀναφανδὸν μὲν οὐκ εἶχεν ἀντιβαίνειν, τὴν τοῦ ἄνακτος δεδιὼς ἀγανάκτησιν· λαθραίως δὲ τὰ ἐκείνου ἐμυκτήριζε λόγια, καὶ τοῦτον, ἤδη βαρὺν αὑτῷ γε‐ | |
γενημένον δεσπότην, ἀμωσγέπως διενοεῖτο ἀποσκευάσασθαι. | 176 | |
177 | ἄρτι δὲ κατὰ τὴν τῷ Ὀλύμπῳ παρακειμένην τῆς Ἀτρώας πε‐ διάδα ὁ βασιλεὺς ἀφικόμενος, πρὸς τὴν τοῦ πατρικίου Ῥωμα‐ νοῦ καὶ τῷ τοῦ Σεβαστοφόρου διαπρέποντος ἀξιώματι ἑστίαν κατήγετο. ἐνταῦθα λέγεταί τινα τῶν ἐξυπηρετουμένων ἐκτομίαν | |
5 | τῷ αὐτοκράτορι, εἴτε οἴκοθεν δυσμενῶς πρὸς αὐτὸν διακείμενον, εἴτε καὶ πρὸς τούτων, τοῖς καλοῖς βασκαινόντων καὶ μεταβολὰς τῶν πραγμάτων ἱμειρομένων ὁρᾷν, ὑπαχθέντα, καὶ ὑποσχέσεσι δωρεῶν παρακλαπέντα (ὅπερ δὴ τοῦ προτέρου μᾶλλον καὶ λέγεται καὶ πιστεύεται), δηλητήριον κερασάμενον παρὰ τὸν πότον ἐπιδοῦ‐ | |
10 | ναι τῷ βασιλεῖ· τὸν δὲ, μηδέν τι τοιοῦτον φρασάμενον, ὡς σωτή‐ ριον πόμα τὸ δηλητήριον ἐκπιεῖν. τῇ γοῦν ὑστεραίᾳ νάρκη τε τῶν μελῶν καὶ πάρεσις τοῦ παντὸς σώματος αὐτῷ ἐξεγένετο, καὶ ἡ τῶν ἰατρῶν ἐπιστήμη τῷ ἀθρόῳ τοῦ πάθους κενή τις καὶ ἄπρακτος ἀπηλέγχετο, μὴ ἀκριβοῦσα διάγνωσιν τοῦ τοιούτου συμπτώμα‐ | |
15 | τος. ὁ δὲ βασιλεὺς, τὴν πρότερον ἐνοῦσαν αὑτῷ γιγαντώδη ῥώ‐ μην αἰφνίδιον καταβληθεῖσαν αἰσθόμενος, ἠπείγετο καταλαβεῖν τὸ Βυζάντιον· ἐπέσπευδε δὲ καὶ τὴν ἐν τῷ τοῦ Σωτῆρος νεῷ, ὃν αὐτὸς ἐδείματο, κατασκευαζομένην τῷ σωματίῳ τούτου σορὸν ἀπαρτισθῆναι ὡς τάχιστα. συντείνας δὲ τὴν ὁδοιπορίαν, ἐς τὴν | |
20 | βασιλεύουσαν ἧκε, φιλοφρόνως μὲν ὑποδεχθεὶς πρὸς τῶν ἀστι‐ κῶν, ὀλιγοδρανέων δὲ ἤδη, καὶ ἆσθμα μύχιον καὶ δυσπρόσοδον περιπνέων καὶ ἀναπεμπόμενος. ἄρτι δὲ εἰς τὴν ἀνακτορικὴν ἑστίαν πεφοιτηκὼς, κλινοπετὴς ἐδείκνυτο, τῷ φαρμάκῳ καταπονούμενος. συνιεὶς δὲ, ὡς οὐκ ἂν ἀνασφήλῃ τοῦ τοιούτου πτώματος (τὸ γὰρ | |
25 | ἐνδομυχοῦν δεινὸν τὰ ἔγκατα χαλεπῶς ἐξεθέριζε), τῶν βασιλικῶν | 177 |
178 | θησαυρῶν ἀφειδῶς ἀπαντλῶν, διεδίδου τοῖς πένησι, καὶ μάλιστα τοῖς λελωβημένοις καὶ βεβρωμένα τῇ ἱερᾷ νόσῳ τὰ σώματα περι‐ φέρουσιν, οἷς τῶν ἄλλων πενήτων φιλανθρωπότερον διετίθετο. Νικόλαόν τε, τὸν πρόεδρον Ἀδριανουπόλεως, εἰσκαλέσας, ἄν‐ | |
5 | δρα θεῖόν τε καὶ σεβάσμιον, τὰ κατὰ τὸν βίον αὐτῷ ἀνεκάλυψεν ἀγνοήματα, κρουνοὺς τῶν ὀφθαλμῶν δακρύων ἐπαφιεὶς, καὶ τῷ τούτων λουτῆρι τὰ αἴσχη καὶ τὰ ῥυπάσματα τῶν ἐσφαλμένων ῥυπτόμενος, καὶ τὴν Θεοτόκον ἐπιβοώμενος, ἀρωγὸν εὑρεῖν ἐν ἡμέρᾳ τῆς δίκης, ὁπηνίκα παρὰ τῷ υἱῷ αὐτῆς καὶ Θεῷ τὰ τῶν | |
10 | βροτῶν πρακτέα τοῖς ἀδεκάστοις ζυγοῖς καὶ σταθμοῖς ταλαντεύε‐ ται. τοιαύτην ἐξ ἀδιστάκτου γνώμης καὶ συντετριμμένης ψυχῆς τὴν ἐξομολόγησιν ὁ βασιλεὺς ποιησάμενος, τῶν τῇδε μεθίσταται, καὶ πρὸς τὴν ἐκεῖσε μεταβαίνει κατάπαυσιν ἐν μηνὸς Ἰανουαρίου δεκάτῃ, ἰνδίκτου δʹ, ἔτους ͵ϛυπεʹ, ταφεὶς ἐν τῷ κατὰ τὴν Χαλ‐ | |
15 | κῆν τοῦ Σωτῆρος νεῷ, ὃν ἐκεῖνος μεγαλοπρεπῶς ἐκ βάθρων ἐδείματο. τοιοῦτον εὗρε τὸ τέλος ὁ αὐτοκράτωρ Ἰωάννης τῆς αὑτοῦ βιοτῆς, ἀνὴρ βραχὺς μὲν τὴν ἡλικίαν τοῦ σώματος, ἡρωϊ‐ κὴν δέ τινα περιφέρων ἰσχὺν, γενναῖός τις γεγονὼς ἐν πολέμοις καὶ ἀκαταγώνιστος, καὶ πρὸς τοὺς κινδύνους εὔψυχος καὶ μεγα‐ | |
20 | λότολμος· ζήσας μὲν τὸν πάντα χρόνον τῆς αὑτοῦ βιοτῆς ἔτη πεντήκοντα πρὸς τῷ ἑνὶ, ἰθύνας δὲ τὴν τῆς βασιλείας ἡγεμονίαν | |
εἰς ἐνιαυτοὺς ἓξ, πρὸς ἡμέραις τριάκοντα. | 178 |